← デモステネス

第二十四弁論 ティモクレス弾劾

§8-14

アンドロティオンらの横領とティモクラテスの法案

告発者はアンドロティオンらの公金横領とそれを巡る法的手続きの経緯を説明し、有罪判決と返納義務が確定していたにもかかわらず、ティモクラテスが彼らを救済すべく不当な法律を提出した経緯を詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

τὸν δʼ εἰς τοιαῦτα καταστήσαντά μʼ ἀδίκως ἀδιάλλακτον ἐχθρὸν ἡγούμην. ἰδὼν δʼ ἠδικηκότα κοινῇ πᾶσαν τὴν πόλιν καὶ περὶ τὴν εἴσπραξιν τῶν εἰσφορῶν καὶ περὶ τὴν ποίησιν τῶν πομπείων, καὶ χρήματα πολλὰ τῆς θεοῦ καὶ τῶν ἐπωνύμων καὶ τῆς πόλεως ἔχοντα καὶ οὐκ ἀποδιδόντα, ἦλθον ἐπʼ αὐτὸν μετʼ Εὐκτήμονος, ἡγούμενος ἁρμόττοντʼ εἰληφέναι καιρὸν τοῦ βοηθῆσαί θʼ ἅμα τῇ πόλει καὶ τιμωρίαν ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν· βουλοίμην δʼ ἂν ἐμέ τε τυχεῖν ὧν βούλομαι τοῦτόν τε παθεῖν ὧν ἄξιός ἐστι.

そして、私を不当にもこのような危険に陥れた男を、私は和解しがたい敵とみなしました。ところが、彼が直接税の徴収に関しても奉納用祭具の製作に関してもポリス全体に対して公に不正を働き、女神アテナやエポニュモス英雄たちやポリスの莫大な財産を保持しながら返納していないのを見て、私はエウクテモンとともに彼に立ち向かいました。ポリスを救援すると同時に、自分が被った被害に対して復讐を果たすのにふさわしい好機を捉えたと考えたからです。そして私が望む結果を得ること、またこの男がその行いにふさわしい罰を受けることを私は願いたいのです。

§9

τοῦ δὲ πράγματος οὐκέτʼ ὄντος ἀμφισβητησίμου, ἀλλὰ πρῶτον μὲν τῆς βουλῆς κατεγνωκυίας, εἶτα τοῦ δήμου μίαν ἡμέραν ὅλην ἐπὶ τούτοις αὐτοῖς ἀναλώσαντος, πρὸς δὲ τούτοις δικαστηρίοιν δυοῖν εἰς ἕνα καὶ χιλίους ἐψηφισμένων,1 ἐνούσης δʼ οὐδεμιᾶς ἔτʼ ἀποστροφῆς τοῦ μὴ τὰ χρήματʼ ἔχειν ὑμᾶς,2 Τιμοκράτης οὑτοσὶ τοσοῦθʼ ὑπερεῖδεν ἅπαντα τὰ πράγματα, ὥστε τίθησι τουτονὶ τὸν νόμον, διʼ οὗ τῶν ἱερῶν μὲν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ, ἄκυρα δὲ τὰ γνωσθένθʼ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοῦ δικαστηρίου καθίστησιν, ἄδειαν δὲ τὰ κοινὰ διαρπάζειν τῷ βουλομένῳ πεποίηκεν.

しかし、事態はもはや争う余地がなく、まず評議会が有罪の判決を下し、次いで民会がこの問題そのものに丸一日を費やし、その上、二つの法廷が千一人を合わせて有罪の投票を行い、あなたがたが財産を回収するのを免れる逃げ道はもはや何一つ残されていなかったにもかかわらず、こちらのティモクラテスは一切の事態をこれほどまでに軽視し、この法律を提出したのです。この法律によって彼は、神々からは神聖財産を、ポリスからは世俗財産を奪い、評議会や民会や法廷によって裁定された事柄を無効にし、望む者には誰にでも公共の財産を略奪する免責を与えたのです。

§10

ὑπὲρ δὴ τούτων ἁπάντων λύσιν εὑρίσκομεν ταύτην οὖσαν μόνην, εἰ γραψάμενοι τὸν νόμον καὶ εἰσαγαγόντες εἰς ὑμᾶς λῦσαι δυναίμεθα. ἐξ ἀρχῆς οὖν ἐν βραχέσιν τὰ πραχθέντα δίειμι πρὸς ὑμᾶς, ἵνα μᾶλλον μάθητε καὶ παρακολουθήσητε τοῖς περὶ τὸν νόμον αὐτὸν ἀδικήμασιν.

そこでこれらすべてのことに対し、この法律を違法として告発し、あなたがたの法廷に持ち込んで廃止させることができれば、それが唯一の解決策であると私たちは見いだしました。そこで、この法律それ自体をめぐる不正の経緯をよりよく理解し把握していただくために、これまでの経緯を最初から手短にあなたがたにお話しいたします。

§11

ψήφισμʼ εἶπεν ἐν ὑμῖν Ἀριστοφῶν ἑλέσθαι ζητητάς, εἰ δέ τις οἶδέν τινʼ ἢ τῶν ἱερῶν ἢ τῶν ὁσίων χρημάτων ἔχοντά τι τῆς πόλεως, μηνύειν πρὸς τούτους. μετὰ ταῦτʼ ἐμήνυσεν Εὐκτήμων ἔχειν Ἀρχέβιον καὶ Λυσιθείδην τριηραρχήσαντας χρήματα Ναυκρατιτικά, τίμημα τάλαντʼ ἐννέα καὶ τριάκοντα μνᾶς. προσῆλθε τῇ βουλῇ, προβούλευμʼ ἐγράφη. μετὰ ταῦτα γενομένης ἐκκλησίας προὐχειροτόνησεν ὁ δῆμος.

アリストフォンがあなたがたの前で決議案を動議し、調査委員を選出して、もし誰かが神聖財産あるいは世俗財産のうちポリスに属するものを保持している者を知っているならば、その委員たちに通報せよと定めました。その後エウクテモンが、トリエラルコスを務めたアルケビオスとリュシテイデスがナウクラティスの船の貨物、総額九タラントン三十ムナを保持していると通報しました。彼は評議会に出頭し、予備決議が起草されました。その後に民会が開かれると、民衆は予備投票を行いました。

§12

ἀναστὰς Εὐκτήμων ἔλεγʼ ἄλλα τε πολλὰ καὶ διεξῆλθεν πρὸς ὑμᾶς ὡς ἔλαβʼ ἡ τριήρης τὸ πλοῖον ἡ Μελάνωπον ἄγουσα καὶ Γλαυκέτην καὶ Ἀνδροτίωνα πρεσβευτὰς ὡς Μαύσωλον, ὡς ἔθεσαν τὴν ἱκετηρίαν ὧν ἦν τὰ χρήμαθʼ ἅνθρωποι, ὡς ἀπεχειροτονήσαθʼ ὑμεῖς μὴ φίλιʼ εἶναι3 τότε, ἀνέμνησεν ὑμᾶς, τοὺς νόμους ἀνέγνω καθʼ οὓς τοῦτον τὸν τρόπον πραχθέντων τῆς πόλεως γίγνεται τὰ χρήματα.

エウクテモンは立ち上がって他の多くの事柄を語り、メラノポス、グラウケテス、アンドロティオンを使節としてマウソロスの許へと運んでいた三段櫂船がいかにしてその商船を拿捕したか、その財産の所有者たちである人々がいかに嘆願の小枝を置いたか、あなたがたが当時それらは友好国の財産ではないといかに投票で決したかを詳しくあなたがたに述べて思い起こさせ、このように事が運ばれた場合にはその財産はポリスの所有に帰すると定めた諸法律を朗読しました。

§13

ἐδόκει δίκαια λέγειν ὑμῖν ἅπασιν. ἀναπηδήσας Ἀνδροτίων καὶ Γλαυκέτης καὶ Μελάνωπος (καὶ ταυτὶ σκοπεῖτʼ ἂν ἀληθῆ λέγω) ἐβόων, ἠγανάκτουν, ἐλοιδοροῦντο, ἀπέλυον τοὺς τριηράρχους, ἔχειν ὡμολόγουν, παρʼ ἑαυτοῖς ζητεῖν ἠξίουν τὰ χρήματα. ταῦτʼ ἀκουσάντων ὑμῶν, ἐπειδή ποτʼ ἐπαύσανθʼ οὗτοι βοῶντες, ἔδωκε γνώμην Εὐκτήμων ὡς δυνατὸν δικαιοτάτην, ὑμᾶς μὲν εἰσπράττειν τοὺς τριηράρχους, ἐκείνοις δʼ εἶναι περὶ αὐτῶν εἰς τοὺς ἔχοντας ἀναφοράν·4 ἐὰν δʼ ἀμφισβητῆταί τι, ποιεῖν διαδικασίαν, τὸν δʼ ἡττηθέντα, τοῦτον ὀφείλειν τῇ πόλει.

彼はあなたがた全員にとって正当なことを述べていると思われました。するとアンドロティオン、グラウケテス、メラノポスが飛び起きて(私が真実を述べているかどうか検討してください)、叫び、憤慨し、罵倒し、トリエラルコスたちを免責して、自分たちが保持していることを認め、自分たちの手元からその財産を要求すべきだと主張しました。あなたがたがこれを聞き、やがて彼らが叫ぶのをやめると、エウクテモンは可能な限り最も公正な動議を提出しました。すなわち、あなたがたはトリエラルコスたちから徴収し、彼らはそれに関して実際に財産を保持している者たちへ求償できること、もし何らかの異議が生じた場合には法的判定手続きを行い、敗訴した者がポリスに対して負債を負うこと、というものです。

§14

γράφονται τὸ ψήφισμα· εἰς ὑμᾶς εἰσῆλθεν· ἵνα συντέμω, κατὰ τοὺς νόμους ἔδοξεν εἰρῆσθαι καὶ ἀπέφυγεν. ἐνταῦθα τί προσῆκεν; τὰ μὲν χρήματʼ ἔχειν τὴν πόλιν, τὸν δʼ ἀποστεροῦντα κολάζειν· νόμου δʼ οὐδʼ ὁτιοῦν οὐδενὸς δήπου προσέδει. μέχρι μὲν δὴ τούτων οὐδὲν ἠδίκησθʼ ὑπὸ Τιμοκράτους τουτουί. μετὰ ταῦτα δὲ πάντʼ ἀνεδέξατʼ ἐφʼ αὑτὸν τὰ προειρημένα, καὶ πάντʼ ἠδικημένοι φανήσεσθʼ ὑπὸ τούτου· ταῖς γὰρ ἐκείνων τέχναις καὶ πανουργίαις μισθώσας αὑτὸν καὶ παρασχὼν ὑπηρέτην ἐφʼ αὑτὸν ἤγαγεν τἀδικήματα, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω.

彼らはその決議案を違法として告発しました。事件はあなたがたの法廷に持ち込まれましたが、手短に言えば、決議案は諸法律に従って提案されたと認められて無罪判決を受けました。ここで何が行われるべきだったでしょうか。ポリスはその金銭を回収し、奪っている者を処罰することであり、新たな法律など何一つ必要なかったはずです。ここまでの段階では、こちらのティモクラテスによってあなたがたは何の不正も被っていませんでした。しかしその後、彼は前述のすべての責任を我が身に引き受け、あなたがたは彼によってことごとく不正を被ったことが明らかになるでしょう。なぜなら彼は、彼らの悪巧みと狡猾さに身を雇わせ、手先として身を提供することで、それらの不正を我が身へと引き寄せたからです。そのことを私はあなたがたにはっきりと示してみせましょう。

構文注4 件
  1. 9δικαστηρίοιν δυοῖν εἰς ἕνα καὶ χιλίους ἐψηφισμένων

    属格独立構文において、主語 δικαστηρίοιν δυοῖν は双数属格であり、分詞 ἐψηφισμένων は複数属格で呼応している。前置詞句 εἰς ἕνα καὶ χιλίους は員数の限界・合計(「合わせて千一人に達する」)を表し、通常の500人規模の民衆裁判所二つが合同して1001人の合議制法廷として判決を下したことを意味する。

  2. 9τοῦ μὴ τὰ χρήματʼ ἔχειν ὑμᾶς

    名詞 ἀποστροφῆς(逃げ道・回避手段)に係り、内容を限定する動名詞的(属格)不定詞句。阻止・回避を意味する名詞に導かれているため、不定詞に冗長な否定詞 μή が伴っており、「あなたがたが金銭を回収しない(持たない)という逃げ道」という意味を成す。

  3. 12ἀπεχειροτονήσαθʼ ὑμεῖς μὴ φίλιʼ εἶναι

    動詞 ἀποχειροτονέω(挙手投票で否決する・拒絶する)はそれ自体が否定的な意味を持つが、その補文となる不定詞句に否定詞 μή が添えられ、「友好的なものではない(=敵性財産である)と投票で決した」ことを表す。否定や拒否を表す動詞に伴う不定詞の否定辞 μή の用法である。

  4. 13ἀναφοράν

    法律用語としての「求償権」「責任の転嫁」。公法上の第一責任者であるトリエラルコス(船長役)がポリスに対してまず支払義務を負う一方で、実際に物資を保持していた使節たちに対してその弁済分を請求できる権利を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:8-14