- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:38-43
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
告発者はティモクラテスの法案文を朗読させ、過去の債務者にも遡及適用される身体拘束免除の規定と特定租税関係者のみを除外する不当性を指摘した上で、法の施行日に関するディオクレスの法を朗読させて法の不遡及の原則との矛盾を明らかにする。
διὰ ταῦτα πάντʼ ἐφʼ ἑκάστην ἀπαντᾷ τὴν ὁδὸν τῶν ἀδικημάτων, κωλύων καὶ οὐκ ἐῶν βαδίζειν τοὺς ἐπιβουλεύοντας ὑμῖν. ταῦτα πάντα Τιμοκράτης, οὕτω καλῶς καὶ δικαίως κείμενα, ἠφάνισεν, ἐξήλειψεν, ὅσον ἦν ἐπὶ τούτῳ,1 καὶ νόμον εἰσήνεγκεν ἅπασιν ἐναντίον, ὡς ἔπος εἰπεῖν, τοῖς οὖσιν, οὐ παραναγνούς, οὐ λύσας, οὐ δοὺς αἵρεσιν, οὐκ ἄλλο ποιήσας οὐδὲν τῶν προσηκόντων.
これらすべての理由から、立法者は悪事のあらゆる道へと立ちはだかり、あなたがたを陥れようと謀る者たちが進み出るのを妨げ、許さないのです。ティモクラテスは、このように立派かつ正しく定められたこれらすべての規定を、自分の力の及ぶ限り消し去り、抹殺してしまいました。そして、法律を並べて朗読することもせず、既存の法律を廃止することもせず、選択肢を与えることもせず、なすべき事柄を何一つ行うこともなく、現行のすべての法律に、いわば真っ向から矛盾する法律を提出したのです。
ὡς μὲν οὖν ἔνοχος τῇ γραφῇ καθέστηκεν, ἐναντίον εἰσενηνοχὼς τοῖς οὖσι νόμοις, οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι· ἵνα δʼ εἰδῆτε παρʼ οἵους νόμους οἷον οὗτος εἰσήνεγκεν, ἀναγνώσεται πρῶτον ὑμῖν τὸν τούτου νόμον, εἶτα τοὺς ἄλλους, οἷς οὗτος ἐναντίος ἐστίν. ἀναγίγνωσκε. ΝΟΜΟΣ. "ἐπὶ τῆς Πανδιονίδος πρώτης, δωδεκάτῃ τῆς πρυτανείας, Τιμοκράτης εἶπεν, καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι τοῦ ὀφλήματος, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ, ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν. τοὺς δὲ προέδρους ἐπιχειροτονεῖν ἐπάναγκες, ὅταν τις καθιστάναι βούληται."
彼が現行の法律と矛盾する法案を提出したことによって、この告発に対して有罪の立場に置かれていることは、あなたがた全員が理解されたことと思います。しかし、彼がどのような法律に違反してどのような法律を提出したのかをあなたがたが知るために、まず彼の法律を、次いでこの法律が矛盾している他の法律を朗読してもらうことにします。朗読してください。 法律 「パンディオニス部族の第一プリュタネイアの期間中、プリュタネイアの第十二日にティモクラテスが提案した。国庫に負債を負う者のうち、法律または決議に基づいて身体拘束の付加刑を宣告されている者、あるいは将来宣告される者がある場合、本人または他の者がその者のために、その負債について民衆が挙手採決によって承認した保証人を立て、負っていた金銭を確実に支払うことを保証させることができるものとする。何者かが保証人を立てようと望むときはいつでも、プロエドロイは採決に付さなければならない。」
"τῷ δὲ καταστήσαντι τοὺς ἐγγυητάς, ἐὰν ἀποδιδῷ τῇ πόλει τὸ ἀργύριον ἐφʼ ᾧ κατέστησε τοὺς ἐγγυητάς, ἀφεῖσθαι τοῦ δεσμοῦ. ἐὰν δὲ μὴ καταβάλῃ τὸ ἀργύριον ἢ αὐτὸς ἢ οἱ ἐγγυηταὶ ἐπὶ τῆς ἐνάτης πρυτανείας, τὸν μὲν ἐξεγγυηθέντα δεδέσθαι, τῶν δὲ ἐγγυητῶν δημοσίαν εἶναι τὴν οὐσίαν. περὶ δὲ τῶν ὠνουμένων τὰ τέλη καὶ τῶν ἐγγυωμένων καὶ ἐκλεγόντων, καὶ τῶν τὰ μισθώσιμα μισθουμένων καὶ ἐγγυωμένων, τὰς πράξεις εἶναι τῇ πόλει κατὰ τοὺς νόμους τοὺς κειμένους. ἐὰν δʼ ἐπὶ τῆς ἐνάτης ἢ δεκάτης πρυτανείας ὄφλῃ, τοῦ ὑστέρου ἐνιαυτοῦ ἐπὶ τῆς ἐνάτης πρυτανείας ἐκτίνειν."
「そして保証人を立てた者については、保証人を立てる条件となった金銭を都市に納入したならば、身体拘束を解かれるものとする。もし本人または保証人が第九プリュタネイアまでにその金銭を納入しない場合は、保証によって釈放された本人は拘禁され、保証人たちの財産は公没されるものとする。しかし、税を落札する者たち、その保証人たち、徴税人たち、ならびに公有賃貸物件を借り受ける者たちとその保証人たちについては、現行の法律に従って都市が取り立てを行うものとする。また、第九または第十プリュタネイアに債務者となった場合は、翌年の第九プリュタネイアに支払うものとする。」
ἀκηκόατε μὲν τοῦ νόμου, μνημονεύετε δʼ ἐξ αὐτοῦ μοι πρῶτον μὲν τὸ καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται ἢ τὸ λοιπὸν προστιμηθῇ,2 ἔπειθʼ ὅτι πλὴν περὶ τῶν τελωνῶν καὶ περὶ τῶν μισθουμένων, καὶ ὅσοι ταῦτʼ ἐγγυῶνται, χρῆσθαι κελεύει τῷ νόμῳ. ὅλος μὲν γάρ ἐστιν ἅπασιν ἐναντίος τοῖς οὖσι, μάλιστα δὲ ταῦτα· γνώσεσθε δὲ τοὺς νόμους ἀκούοντες αὐτούς. λέγε. ΝΟΜΟΣ.
法律をお聞きになりました。その中から、私のためにまず第一に、「また負債を負う者のうち身体拘束の付加刑を宣告されている者、あるいは将来宣告される者がある場合」という文言を、次いで、徴税請負人や公有財産賃借人、およびそれらの保証人に関する場合を除いて、この法律を適用することを命じている点を記憶にとどめておいてください。というのも、この法律は現行のあらゆる法律に全体として矛盾していますが、とりわけこれらの点において矛盾しているからです。法律そのものをお聞きになれば、お分かりになるでしょう。朗読してください。
"Διοκλῆς εἶπεν· τοὺς νόμους τοὺς πρὸ Εὐκλείδου τεθέντας ἐν δημοκρατίᾳ καὶ ὅσοι ἐπʼ Εὐκλείδου ἐτέθησαν καὶ εἰσὶν ἀναγεγραμμένοι, κυρίους εἶναι. τοὺς δὲ μετʼ Εὐκλείδην τεθέντας καὶ τὸ λοιπὸν τιθεμένους κυρίους εἶναι ἀπὸ τῆς ἡμέρας ἧς ἕκαστος ἐτέθη, πλὴν εἴ τῳ προσγέγραπται χρόνος ὅντινα δεῖ ἄρχειν. ἐπιγράψαι δὲ τοῖς μὲν νῦν κειμένοις τὸν γραμματέα τῆς βουλῆς τριάκοντα ἡμερῶν· τὸ δὲ λοιπόν, ὃς ἂν τυγχάνῃ γραμματεύων, προσγραφέτω παραχρῆμα τὸν νόμον κύριον εἶναι ἀπὸ τῆς ἡμέρας ἧς ἐτέθη."
法律 「ディオクレスが提案した。エウクレイデス以前の民主政下で制定された法律、およびエウクレイデスの名祖アルコンの年に制定され記録されているすべての法律は有効とする。エウクレイデス以降に制定された法律、および将来制定される法律は、施行開始とすべき期日が追記されている法律を除き、それぞれが制定された日から有効とする。現在定められている法律については、評議員会の書記が三十日以内にこれを付記するものとする。将来については、そのとき書記を務めている者が、法律はその制定された日から有効である旨を直ちに書き添えるものとする。」
καλῶς ἐχόντων τῶν νόμων, ὦ ἄνδρες δικασταί, τῶν ὑπαρχόντων, ὅδʼ ὁ νῦν ἀναγνωσθεὶς νόμος ὡσπερεὶ διώρισεν καὶ βεβαιοτέρους ἐποίησεν αὐτούς. κελεύει γὰρ ἕκαστον ἀφʼ ἧς ἡμέρας ἐτέθη κύριον εἶναι, πλὴν εἴ τῳ χρόνος προσγέγραπται, τούτῳ δὲ τὸν γεγραμμένον ἄρχειν. διὰ τί; ὅτι πολλοῖς τῶν νόμων προσεγέγραπτο τὸν δὲ νόμον εἶναι κύριον τόνδʼ ἀπὸ τοῦ μετὰ τὸν νῦν ἄρχοντα. ὕστερον δὲ γράφων ὁ τιθεὶς ἐπὶ τούτοις τόνδε τὸν νόμον τὸν ἀνεγνωσμένον, οὐκ ἐνόμιζε δίκαιον εἶναι τοὺς αὐτοὺς τῶν νόμων ἀναγεγραμμένους ὕστερον ἢ ἐτέθησαν3 κυρίους εἶναι ἀνενεγκεῖν ἐπὶ τὴν ἡμέραν, ἀφʼ ἧς ἐτέθησαν, καὶ πρότερον ποιῆσαι κυρίους ἢ ὁ θεὶς ἕκαστον ἠξίωσεν.
裁判員諸公、現行の法律が立派な内容を備えているにもかかわらず、今朗読されたこの法律は、いわばそれらを明確に画定し、いっそう強固なものにしました。なぜなら、期日が追記されている法律を除き、それぞれ制定された日から有効であること、そして期日が追記されているものについてはその記載された期日から効力を発揮することを命じているからです。なぜでしょうか。法律の多くに、「この法律は現在のアルコンの次の任期から有効とする」と書き添えられていたからです。これらに加えて、今朗読されたこの法律を後に起草し制定した者は、制定された時よりも後に有効となるよう記録されていたこれら同じ法律を、それらが制定された日にまで遡及させ、それぞれの制定者が適当と考えた時よりも前に有効にしてしまうことは正当でないと考えたのです。
- 38ὅσον ἦν ἐπὶ τούτῳ
前置詞句 ἐπὶ τούτῳ(中性代名詞または「彼」を指す男性代名詞)を伴う慣用表現で、「彼に関する限り」「彼の側において可能な限り」という意味の制限的副詞句を形成する。
- 41δεσμοῦ προστετίμηται ἢ τὸ λοιπὸν προστιμηθῇ
名詞 δεσμοῦ は προστιμάω(付加刑を宣告する)に伴う刑罰の属格。完了直説法 προστετίμηται(すでに宣告されている)と接続法アオリスト προστιμηθῇ(将来宣告されるかもしれない)を接続詞 ἤ で並列し、法律の規定が過去の判決と将来の判決の双方を射程に収めていること(すなわち遡及適用性)を示している。
- 43οὐκ ἐνόμιζε δίκαιον εἶναι τοὺς αὐτοὺς τῶν νόμων ἀναγεγραμμένους ὕστερον ἢ ἐτέθησαν κυρίους εἶναι ἀνενεγκεῖν ἐπὶ τὴν ἡμέραν, ἀφʼ ἧς ἐτέθησαν
主語 ὁ τιθεὶς に対して、動詞 ἐνόμιζε が対格不定詞構文をとる。動詞 ἀνενεγκεῖν(遡及させる、繰り上げる)の目的語は τοὺς αὐτοὺς τῶν νόμων(同じ法律)であり、分詞 ἀναγεγραμμένους は不定詞句 ὕστερον ἢ ἐτέθησαν κυρίους εἶναι(制定された時より後に有効であること)を従えてこれにかかる。全体の意味は「制定された時より後に有効となるよう記録されている同じ法律を、それらが制定された日へと遡及させることは正当でないと考えた」となる。
