← デモステネス

第二十四弁論 ティモクレス弾劾

§193-200

公法と私法の相違と法案の遡及効の違法性

弁論者は、民衆を保護する私法と為政者を律する公法の違いを論じ、ティモクラテスの法案が過去の確定判決にまで不当な遡及効を及ぼす違法性を告発する。さらに、彼が法案を提出した動機が憐憫などではなく強欲であり、市民には過酷な徴税を課す一方で公金横領者を擁護し、父親の公金負債すら放置している背信を激しく糾弾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§193

ἐκείνους μὲν τοίνυν τοὺς νόμους τοὺς περὶ τῶν ἰδίων ἠπίως κεῖσθαι καὶ φιλανθρώπως ὑπὲρ τῶν πολλῶν ἐστιν· τούσδε δὲ τοὺς περὶ τῶν πρὸς τὸ δημόσιον τοὐναντίον ἰσχυρῶς καὶ χαλεπῶς ἔχειν ὑπὲρ ὑμῶν ἐστιν· οὕτω γὰρ ἂν ἥκισθʼ οἱ πολιτευόμενοι τοὺς πολλοὺς ὑμᾶς ἀδικοῖεν. ὅταν δὴ τούτῳ τῷ λόγῳ χρῆται, ἐπὶ ταῦτʼ ἀπαντᾶτε, ὅτι τοὺς νόμους οὐκ ἐκείνους τοὺς ὑπὲρ ὑμῶν πράους ποιεῖ, ἀλλὰ τούσδʼ οἳ τοῖς πολιτευομένοις φόβον παρέχουσιν.1

したがって、私的な事柄に関する法律が温和かつ人道的に定められていることは一般民衆の利益になりますが、公的な事柄に関する法律が逆に厳格かつ峻厳であることは、あなたがた民衆の利益になるのです。そうであってこそ、国政に携わる者たちが多数派であるあなたがたを不正に扱うことが最も少なくなるからです。それゆえ、彼がそのような議論を持ち出すときには、こう反論しなさい。彼が寛大にしようとしているのは、あなたがたのためのそれらの法律ではなく、政治家たちに恐怖を与えるこれらの法律なのだ、と。

§194

πολλὰ δʼ ἄν τις ἔχοι λέγειν, εἰ καθʼ ἕκαστον ὧν ἐρεῖ δεικνύναι βούλοιτο φενακισμοῦ καὶ παρακρούσεως εἵνεκα ῥηθησόμενα. ἀλλὰ τὰ μὲν πολλὰ παρήσω, κεφάλαιον δʼ ὑμῖν ὃ μνημονεύσετʼ ἐρῶ. σκοπεῖτʼ ἐν ἅπασι τοῖς λόγοις, ὁπόσους ἂν λέγῃ, εἴ τι δυνήσεται τοιοῦτον εἰπεῖν διʼ οὗ διδάξει ὡς ἔστι δίκαιον τὸν τιθέντα νόμον ταὐτὰ προστάξαι περὶ τῶν παρεληλυθότων καὶ τέλος ἐσχηκότων καὶ περὶ τῶν μελλόντων γενήσεσθαι·2 πάντων γὰρ ὄντων αἰσχρῶν καὶ δεινῶν τῶν γεγραμμένων ἐν τῷ νόμῳ, τοῦτο δεινότατον καὶ μάλιστα παράνομον γέγραπται.

彼が語るであろうことの一つ一つについて、欺瞞と惑わしの目的で語られるものであると論証しようとすれば、いくらでも語るべきことがあるでしょう。しかし多くのことは措いて、あなたがたが記憶しておくべき核心を一つ申し上げます。彼がどれほど多くの議論を語ろうとも、そのすべてにおいて、過去に完了し確定した事柄と、将来起きるであろう事柄について、法律を制定する者が同一の処置を命じることが正当であると論証できるようなことを彼が何か一つでも述べうるかどうか、よく吟味してください。この法律に書かれている事柄がすべて破廉恥で不当なものばかりである中で、この点こそが最も不当であり、最も不法に書かれているのですから。

§195

εἰ δὲ μήθʼ οὗτος μήτʼ ἄλλος μηδεὶς τοῦτο δυνήσεται δεῖξαι, εἰδέναι χρὴ σαφῶς φενακιζομένους, καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ἐκ τίνος ποτʼ ἐπῆλθε τούτῳ τοιαῦτα νομοθετεῖν. οὐ προῖκʼ, ὦ Τιμόκρατες, πόθεν; οὐδʼ ὀλίγου δεῖ,3 τοῦτον ἔθηκας τὸν νόμον· οὐδεμίαν γὰρ ἂν εἰπεῖν ἔχοις ἄλλην πρόφασιν διʼ ἣν τοιοῦτον ἐπήρθης εἰσενεγκεῖν νόμον, ἢ τὴν σαυτοῦ θεοῖς ἐχθρὰν αἰσχροκέρδειαν· οὔτε γὰρ συγγενὴς οὔτʼ οἰκεῖος οὔτʼ ἀναγκαῖος ἦν σοι τούτων οὐδείς.

もしこの男も他の誰もこのことを示すことができないなら、欺かれていることを明確に認識し、いったいどのような動機からこの男がこのような立法を企てたのかを自ら考えねばなりません。無償でなど、ティモクラテスよ、まさかあり得ようか!とんでもない、あなたがこの法律を制定したのは〔無償では〕決してありません――というのも、そのような法律を提出する気になった口実として、神々に憎まれる自らの強欲以外に何一つ挙げることなどできないはずだからです。彼らのうち誰一人として、あなたの親族でも身内でも親しい知人でもなかったのですから。

§196

οὐδʼ ἐκεῖνʼ ἂν ἔχοις εἰπεῖν, ὡς ἐλεήσας δεινὰ πάσχοντας ἀνθρώπους εἵλου διὰ ταῦτα βοηθεῖν αὐτοῖς· οὔτε γὰρ τὰ τούτων πολλοστῷ χρόνῳ μόλις ἄκοντας, ἐν τρισὶν ἐξελεγχθέντας δικαστηρίοις, κατατιθέναι, τοῦθʼ ἡγήσω δεινὰ πάσχειν εἶναι· ποιεῖν γάρ ἐστι τοῦτό γε δεινά, καὶ παροξύνειεν μᾶλλον ἄν τινα μισεῖν ἢ προτρέψειʼ ἐλεεῖν· οὔτʼ ἄλλως πρᾶος καὶ φιλάνθρωπος σύ τις τῶν ἄλλων διαφόρως ὢν ἐλεεῖς αὐτούς·

また、「酷い目に遭っている者たちを憐れんで、そのために彼らを救援することを選んだのだ」と言うこともできないはずです。三つの法廷で有罪を立証され、気の遠くなるような時を経てようやく嫌々ながら金を納めるような彼らの振る舞いを、あなたが「酷い目に遭っている」と見なしたはずはありません。それはむしろ酷い仕打ちを行っている側であり、憐れみを促すというよりは憎悪を燃え立たせるものだからです。また、あなたが他の誰にも増して温厚で情け深い人間だから彼らを憐れんだ、というわけでもありません。

§197

οὐ γάρ ἐστι τῆς αὐτῆς ψυχῆς4 Ἀνδροτίωνα μὲν καὶ Μελάνωπον καὶ Γλαυκέτην ἐλεεῖν, ἃ κλέψαντες εἶχον εἰ καταθήσουσι, τουτωνὶ δὲ τοσούτων ὄντων καὶ τῶν ἄλλων πολιτῶν, ὧν ἐπὶ τὰς οἰκίας ἐβάδιζες σὺ τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας ἔχων καὶ τοὺς ὑπηρέτας, μηδένα πώποτʼ ἐλεῆσαι, ἀλλὰ θύρας ἀφαιρεῖν καὶ στρώμαθʼ ὑποσπᾶν καὶ διάκονον, εἴ τις ἐχρῆτο, ταύτην ἐνεχυράζειν· ἃ σὺ πάντʼ ἐποίεις ἐνιαυτὸν ὅλον μετʼ Ἀνδροτίωνος.

というのも、盗んで保持していた金を納付するとなるとアンドロティオンやメラノポスやグラウケテスを憐れむ一方で、ここにいるこれほど多くの人々や他の市民たち――あなたが十一人民選官や収税官や召使いを引き連れてその家に押し掛けた人々――にはただの一度も憐れみを示さず、かえって戸を外し、敷布を引き剥がし、女召使いを使っている者がいればその女を質に取るというのは、同一の精神のなせる業ではないからです――しかもこれらすべてを、あなたはアンドロティオンとともに丸一年間行い続けたのです。

§198

πολλῷ γὰρ δήπου σχετλιώτερʼ ἐπάσχεθʼ ὑμεῖς, καὶ πολὺ μᾶλλον ἂν εἰκότως ἠλέεις τούτους, οἳ διʼ ὑμᾶς, ὦ κατάρατε, τοὺς λέγοντας οὐδʼ ὁτιοῦν εἰσφέροντες παύονται. καὶ οὐκ ἀπόχρη τοῦτο, ἀλλὰ καὶ διπλᾶ πράττονται, καὶ ταῦθʼ ὑπὸ σοῦ καὶ Ἀνδροτίωνος, οἳ μίαν εἰσφορὰν οὐδεπώποτʼ εἰσενηνόχατε.

実に、あなたがた民衆こそがはるかに悲惨な目に遭っていたのであり、呪わしい者よ、お前たち弁論家のせいで特別税を納めることが少しもやまないこの人々をこそ、はるかに理に適って憐れむべきだったのです。それだけでは足りず、彼らは二倍の取り立てを受け、それもあなたやアンドロティオンという、ただ一度たりとも特別税を納めたことのない者たちによって取り立てられているのです。

§199

τηλικοῦτο τοίνυν ἐφρόνησεν οὗτος, ὡς ἄρʼ οὐδὲ δίκην τούτων οὐδεμίαν δώσων, ὥστε μόνος δέκα τῶν συναρχόντων ὄντων κοινῇ τὸν λόγον ἐγγράψαι μετʼ Ἀνδροτίωνος ἐτόλμησεν. προῖκα γάρ, οὐδὲν ὠφελούμενος, ὑμῖν Τιμοκράτης ἀπεχθάνεται καὶ νόμους εἰσφέρει πᾶσιν ἐναντίους, τὸ τελευταῖον δὲ καὶ αὑτοῦ νόμῳ προτέρῳ, ὃ μὰ τὴν Ἀθηνᾶν οὐδʼ ὑμᾶς οἴομαι λανθάνειν.

さらにこの男は、それらの悪行に対する処罰などまるで一切受けないかのごとき思い上がりを見せ、十名の同僚役人がいる中で、ただ一人アンドロティオンとともに共同で会計報告書を提出することさえ敢えて行いました。なにしろティモクラテスは無償で、何の利益も得ずに、あなたがたの反感を買い、あらゆる法に反する法律を、そして最後には自分自身の以前の法律にも反する法律を提出しているのですから――アテナ女神にかけて、このことはあなたがたにとっても見過ごされてはいないと私は思います。

§200

ὃ τοίνυν ἔμοιγε δοκεῖ μάλιστʼ ἄξιον ὀργῆς εἶναι, φράσω καὶ οὐκ ἀποτρέψομαι, ὅτι ταῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πράττων ἐπʼ ἀργυρίῳ, καὶ προῃρημένος ὡς ἀληθῶς μισθαρνεῖν, οὐκ εἰς ἃ καὶ συγγνώμην ἀκούσας ἄν τις ἔσχε, ταῦτʼ ἀναλίσκει. ταῦτα δʼ ἐστὶν τί; ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ὁ τούτου τῷ δημοσίῳ ὀφείλει· καὶ οὐκ ὀνειδίζων ἐκείνῳ λέγω, ἀλλʼ ἀναγκαζόμενος· καὶ οὗτος ὁ χρηστὸς περιορᾷ.

そこで、私にとって最も憤りに値すると思われる事柄について、ためらわずに申し上げましょう。アテナイの市民の皆さん、この男は金のためにこれを行い、真実雇われ仕事としてこれを選び取ったにもかかわらず、その金を、誰かがそれを聞いて納得や同情を示すような使途に使っていないということです。その使途とは何でしょうか。陪審員の皆さん、この男の父親は公庫に負債を抱えています。私は父親を侮辱するために言っているのではなく、強いられて述べているのです。ところが、この「善人」は父親の窮状を放置して見殺しにしているのです。

構文注4 件
  1. 193οὐκ ἐκείνους τοὺς ὑπὲρ ὑμῶν πράους ποιεῖ, ἀλλὰ τούσδʼ οἳ τοῖς πολιτευομένοις φόβον παρέχουσιν

    遠称指示代名詞 ἐκείνους(私的関係の法)と近称指示代名詞 τούσδε(公的関係・政治家を律する法)の対比。前者は直前の「あなたがたの利益になる法」(τοὺς ὑπὲρ ὑμῶν)、後者は関係節「政治家に恐怖を与える法」(οἳ τοῖς πολιτευομένοις φόβον παρέχουσιν)によってそれぞれ修飾され、ティモクラテスが標榜する「寛大さ」が民衆保護ではなく特権的政治家の免責に向けられているという構図を示している。

  2. 194ὡς ἔστι δίκαιον τὸν τιθέντα νόμον ταὐτὰ προστάξαι περὶ τῶν παρεληλυθότων καὶ τέλος ἐσχηκότων καὶ περὶ τῶν μελλόντων γενήσεσθαι

    非人称構文 ἔστι δίκαιον(〜するのが正当である)に導かれる対格不定詞構文。不定詞 προστάξαι の意味上の主語は τὸν τιθέντα νόμον(立法する者)。目的語 ταὐτά に対し、前置詞句 περὶ τῶν παρεληλυθότων καὶ τέλος ἐσχηκότων(過去の既決事項)と καὶ περὶ τῶν μελλόντων γενήσεσθαι(将来生起する事項)が並列され、既決事への不当な遡及適用を告発する論点の核心を形成している。

  3. 195Οὐ προῖκʼ, ὦ Τιμόκρατες, πόθεν; οὐδʼ ὀλίγου δεῖ

    会話的・修辞的挿入。副詞 προῖκα(無償で、タダで)を否定したのち、疑問副詞 πόθεν(「どこからそんなことがあろうか」「まさか」)が強い反語的否定として機能する。続く οὐδʼ ὀλίγου δεῖ(「少しどころではない」「まったく〜ない」)は、完全な否定・拒絶を強調する慣用連語であり、ティモクラテスが無償で立法したという仮定を徹底して排除している。

  4. 197οὐ γάρ ἐστι τῆς αὐτῆς ψυχῆς

    性質・特徴を表す述語属格構文(所属の属格)。「〜の精神(性質)によるものではない」「同一の魂のなせる業ではない」の意。真の主語は後続する対比的な二つの不定詞句(Ἀνδροτίωνα μὲν... ἐλεεῖν に対する τουτωνὶ δὲ... μηδένα πώποτʼ ἐλεῆσαι)であり、強奪者たちに示した憐憫と、無辜の一般市民に対する過酷な執行との甚だしい道徳的矛盾を断罪している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:193-200