- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:141-148
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者はロクロイの片目の男の逸話を引き合いに出して自国の無節操な立法者を糾弾し、被告側が盾にとる「市民拘禁禁止」の規定は判決前の被疑者を保護する評議員宣誓にすぎず、判決後の確定犯への法廷による拘禁を妨げるものではないと論証する。
γενομένης δὲ ταύτης τῆς ἀπειλῆς χαλεπῶς ἐνεγκὼν ὁ ἑτερόφθαλμος, καὶ ἡγούμενος ἀβίωτον αὑτῷ τὸν βίον τοῦτο παθόντι, λέγεται τολμῆσαι νόμον εἰσενεγκεῖν, ἐάν τις ἕνα ἔχοντος ὀφθαλμὸν ἐκκόψῃ, ἄμφω ἀντεκκόψαι παρασχεῖν, ἵνα τῇ ἴσῃ συμφορᾷ ἀμφότεροι χρῶνται. καὶ τοῦτον μόνον λέγονται Λοκροὶ θέσθαι τὸν νόμον ἐν πλεῖν ἢ διακοσίοις ἔτεσιν.
この脅迫がなされたとき、片目の男は激しく憤り、このような目に遭わされるならば自分にとって生きるに値しない生になると考えて、片目しかない者の目をえぐり取った者は、双方が同じ災難を被るように、代償として自分の両目をえぐり取らせるべく差し出さねばならない、という法律をあえて提案したと言われています。そしてロクロイの人々は、二百年以上の年月の中でこの法のみを制定したと言われているのです。
οἱ δὲ παρʼ ἡμῖν ῥήτορες, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὅσοι μῆνες μικροῦ δέουσι νομοθετεῖν τὰ αὑτοῖς συμφέροντα, ἔπειτʼ αὐτοὶ μὲν τοὺς ἰδιώτας εἰς τὸ δεσμωτήριον ἄγουσιν ὅταν ἄρχωσιν, ἐφʼ ἑαυτοῖς δʼ οὐκ οἴονται δεῖν ταὐτὸ δίκαιον τοῦτʼ εἶναι· ἔπειτα τοὺς μὲν τοῦ Σόλωνος νόμους τοὺς πάλαι δεδοκιμασμένους, οὓς οἱ πρόγονοι ἔθεντο, λύουσιν αὐτοί, τοῖς δʼ ἑαυτῶν, οὓς ἐπʼ ἀδικίᾳ τῆς πόλεως τιθέασιν, χρῆσθαι ὑμᾶς οἴονται δεῖν.
しかし我々の都市の弁論家たちは、裁判員の方々、まず第一に、毎月のように自分たちに都合のよい法を制定しかねないありさまであり、次に、自ら役職にあるときには私人たちを牢獄へと連行する一方で、自分たち自身に対してはこの同じ正義が適用されるべきだとは考えません。さらに、先祖たちが定めた古くから試練を経たソロンの法律を自分たちは廃棄する一方で、都市を害するために自らが制定した法を、あなたがたが守るべきだと考えているのです。
εἰ οὖν μὴ τιμωρήσεσθε τούτους, οὐκ ἂν φθάνοι τὸ πλῆθος τούτοις τοῖς θηρίοις δουλεῦον.1 εὖ δʼ ἴστʼ, ὦ ἄνδρες δικασταί, ὅτι ἐὰν μὲν σφόδρʼ ὀργίζησθε, ἧττον ἀσελγανοῦσιν, ἂν δὲ μή, πολλοὺς τοὺς ἀσελγεῖς εὑρήσετε καὶ τοὺς ὑβρίζοντας ὑμᾶς ἐπὶ τῇ τοῦ φιλοτιμεῖσθαι προφάσει.
それゆえ、もしあなたがたがこれらの者たちを処罰しないなら、民衆は忽ちのうちにこれら野獣のごとき者たちに隷属することになるでしょう。裁判員の方々、よく知っておいてください。もしあなたがたが激しく憤るなら彼らの放埒は減るでしょうが、そうでなければ、公職への熱意を口実にしながら、放埒を尽くしあなたがたを侮辱する者を数多く見出すことになるでしょう。
ἵνα δὲ καὶ περὶ ἐκείνου εἴπω τοῦ νόμου, ὦ ἄνδρες δικασταί, ᾧ ἀκούω μέλλειν παραδείγματι χρῆσθαι τοῦτον καὶ φήσειν ἀκόλουθον αὐτῷ τεθηκέναι, ἐν ᾧ ἔνι οὐδὲ δήσω Ἀθηναίων οὐδένα, ὃς ἂν ἐγγυητὰς τρεῖς καθιστῇ τὸ αὐτὸ τέλος τελοῦντας, πλὴν ἐάν τις ἐπὶ προδοσίᾳ τῆς πόλεως ἢ ἐπὶ καταλύσει τοῦ δήμου συνιὼν ἁλῷ, ἢ τέλος πριάμενος ἢ ἐγγυησάμενος ἢ ἐκλέγων μὴ καταβάλῃ, ἀκούσατέ μου καὶ περὶ τούτου.
裁判員の方々、この男が前例として持ち出し、それに従って法律を制定したと主張するつもりだと聞いている、あの法律についても述べるために――その中にはこう記されています――「また、同等の租税階層に属する保証人を三人立てるアテナイ人は誰も拘禁しない。ただし、都市への反逆あるいは民衆制の転覆のために結託した現行犯として捕らえられた者、あるいは公租を競り落としたか、その保証人となったか、徴税を請け負っていながら納付しない者はこの限りではない」――この法律についても私の話をお聞きください。
οὐ γὰρ ἐρῶ ὅτι αὐτὸς Ἀνδροτίων ἦγεν εἰς τὸ δεσμωτήριον καὶ ἔδει τούτου κειμένου τοῦ νόμου, ἀλλʼ ἐφʼ οἷς κεῖται ὁ νόμος οὗτος, διδάξω ὑμᾶς. οὗτος γάρ, ὦ ἄνδρες δικασταί, οὐκ ἐπὶ τοῖς κεκριμένοις καὶ ἠγωνισμένοις κεῖται, ἀλλʼ ἐπὶ τοῖς ἀκρίτοις, ἵνα μὴ διὰ τὸ δεδέσθαι χεῖρον ἀναγκάζοιντʼ ἀγωνίζεσθαι ἢ καὶ παντάπασιν ἀπαράσκευοι εἶεν. οὑτοσὶ δέ, ἃ ἐπὶ τοῖς ἀκρίτοις κεῖται, ὡς περὶ ἁπάντων εἰρημένα μέλλει πρὸς ὑμᾶς λέγειν.
というのも、アンドロティオン自身がこの法律の効力があるにもかかわらず人々を牢獄へ連行し拘禁していた、などと主張するつもりはありません。そうではなく、この法律がいかなる者たちを対象に定められているかを、あなたがたにお教えしましょう。裁判員の方々、この法は判決を受け裁判を経た者たちを対象に定められているのではなく、未決の裁判を受けていない者たちを対象に定められているのです。それは、拘禁されたことによって不利な状況で裁判を戦うことを余儀なくされたり、あるいは全く準備ができない状態に陥ったりすることがないためです。しかしこの男は、未決の者たちを対象に定められている事柄を、あたかも全員について語られたものであるかのように、あなたがたに対して主張しようとしているのです。
ὡς δὲ σαφῶς γνώσεσθʼ ὅτι ἀληθῆ λέγω, ἐγὼ ὑμῖν ἐρῶ. οὔτε γὰρ ἄν, ὦ ἄνδρες δικασταί, τιμᾶν ἐξῆν ὑμῖν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι (ἐν γὰρ τῷ παθεῖν καὶ ὁ δεσμὸς ἔνι· οὐκ ἂν οὖν ἐξῆν δεσμοῦ τιμῆσαι), οὔθʼ ὅσων ἔνδειξίς ἐστιν ἢ ἀπαγωγὴ προσεγέγραπτʼ ἂν ἐν τοῖς νόμοις τὸν δʼ ἐνδειχθέντα ἢ ἀπαχθέντα δησάντων οἱ ἕνδεκα ἐν τῷ ξύλῳ, εἴπερ μὴ ἐξῆν ἄλλους ἢ τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἢ ἐπὶ καταλύσει τοῦ δήμου συνιόντας ἢ τοὺς τὰ τέλη ὠνουμένους καὶ μὴ καταβάλλοντας δῆσαι.2
私が真実を述べていることを、あなたがたが明白に知る手だてをお話ししましょう。なぜなら裁判員の方々、もし都市への反逆や民衆制の転覆のために結託した者たち、あるいは公租を競り落として納付しない者たち以外の者を拘禁することが許されないのであったなら、あなたがたがどのような身体刑を受けるべきか、あるいは賠償金を支払うべきかを査定することは許されなかったでしょうし(身体刑の中には拘禁も含まれるため、拘禁刑を査定することは許されなかったはずだからです)、また告発や現行犯引致が認められている罪過のすべてについて、法律の中に「十一人官は、告発された者あるいは引致された者を足枷に拘束すべし」と書き加えられることもなかったはずだからです。
νῦν δὲ ταῦθʼ ὑμῖν τεκμήριʼ ἔστω ὅτι ἔξεστι δῆσαι· παντελῶς γὰρ ἤδη ἄκυρʼ ἂν ἦν τὰ τιμήματα. ἔπειτα δʼ, ὦ ἄνδρες δικασταί, τοῦτο τὸ γράμμα αὐτὸ μὲν καθʼ αὑτὸ οὐκ ἔστι νόμος, τὸ οὐδὲ δήσω Ἀθηναίων οὐδένα, ἐν δὲ τῷ ὅρκῳ τῷ βουλευτικῷ γέγραπται, ἵνα μὴ συνιστάμενοι οἱ ῥήτορες οἱ ἐν τῇ βουλῇ δεσμὸν κατά τινος τῶν πολιτῶν λέγοιεν.
しかし実際には、これらを拘禁が許されていることの証拠としてください。さもなければ、刑の査定は完全に無効になってしまうからです。さらに裁判員の方々、この条項そのものは法律ではなく、「また、アテナイ人は誰も拘禁しない」と評議員の宣誓の中に記されているものなのです。これは評議会内の弁論家たちが徒党を組んで市民の誰かに拘禁を言い渡すことのないようにするためです。
ἄκυρον οὖν τοῦ δῆσαι τὴν βουλὴν ποιῶν ὁ Σόλων τοῦτο πρὸς τὸν ὅρκον τὸν βουλευτικὸν προσέγραψεν, ἀλλʼ οὐ πρὸς τὸν ὑμέτερον· ἁπάντων γὰρ κυριώτατον ᾤετο δεῖν εἶναι τὸ δικαστήριον, καὶ ὅ τι γνοίη, τοῦτο πάσχειν τὸν ἁλόντα. ἀναγνώσεται δʼ ὑμῖν αὐτοῦ τούτου ἕνεκα τὸν τῶν ἡλιαστῶν ὅρκον. λέγε σύ.
したがってソロンは、拘禁することに関して評議会の権限をなくすために、これを評議員の宣誓に書き加えたのであり、あなたがたの宣誓に書き加えたのではありません。法廷こそが万事において最高の権限を持つべきであり、有罪となった者は法廷が下した判決に従って処罰を受けるべきだと考えたからです。このことそのもののために、書記がヘリアイア裁判員の宣誓をあなたがたに読み上げます。読みなさい。
- 142οὐκ ἂν φθάνοι ... δουλεῦον
οὐκ ἂν φθάνοι +分詞 は「〜するのに早すぎることはない」から転じて、「忽ち〜することになる(〜することは不可避である)」あるいは「直ちに〜すべきである」を表す慣用表現。ここでは処罰を行わなかった場合の必然的帰結として「民衆は忽ち奴隷状態に陥る」という警告を表す用法として取った。
- 146οὔτε γὰρ ἄν, ὦ ἄνδρες δικασταί, τιμᾶν ἐξῆν ὑμῖν ... εἴπερ μὴ ἐξῆν ἄλλους ἢ τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἢ ἐπὶ καταλύσει τοῦ δήμου συνιόντας ἢ τοὺς τὰ τέλη ὠνουμένους καὶ μὴ καταβάλλοντας δῆσαι
長大な反実仮想条件文の構造。帰結節として οὔτε ἄν ... τιμᾶν ἐξῆν ὑμῖν(あなたがたに刑を査定することは許されなかったであろう)と οὔθʼ ... προσεγέγραπτʼ ἄν(書き加えられなかったであろう)の二つが並列され、その間に理由を説明する挿入句と引用条文が挟まれた上で、末尾の条件節 εἴπερ μὴ ἐξῆν ... δῆσαι(もし〜を拘禁することが許されていなかったとするなら)へと連結している。
