- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:206-212
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は、私財を肥やし国家を衰退させる現代の政治家と軽薄な民衆の態度を、公私ともに節度と偉大さを保っていた先祖の時代と対比して厳しく糾弾する。さらに、アイギナやメガラのような小国でさえ市民権を厳格に保持している事実を挙げ、アテナイが無価値な外国人警護を審議する現状の恥ずべき頽廃を告発する。
ὑμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς τὰ μέγιστʼ ἀδικοῦντας καὶ φανερῶς ἐξελεγχομένους, ἂν ἓν ἢ δύʼ ἀστεῖʼ εἴπωσιν καὶ παρὰ τῶν φυλετῶν τινες ᾑρημένοι σύνδικοι δεηθῶσιν, ἀφίετε· ἂν δὲ καὶ καταψηφίσησθέ του, πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήσατε.1 καὶ γάρ τοι τότε μὲν τὰ μὲν τῆς πόλεως ἦν εὔπορα καὶ λαμπρὰ δημοσίᾳ, ἰδίᾳ δʼ οὐδεὶς ὑπερεῖχε τῶν πολλῶν.
それに対してアテナイの皆さん、あなたがたは、極大の不正を働き明白に罪が論証された者たちであっても、一、二の軽口を叩き、部族から選ばれた代言人たちが懇願すれば放免してしまいます。たとえ有罪の判決を下したとしても、二十五ドラクマの罰金を科す程度です。実際それゆえ、当時は国家の資産が公には豊かで輝かしく、私的には一般大衆に抜きん出る者は一人もいませんでした。
τεκμήριον δέ· τὴν Θεμιστοκλέους μὲν οἰκίαν καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν, εἴ τις ἄρʼ ὑμῶν οἶδεν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῶν πολλῶν οὐδὲν σεμνοτέραν οὖσαν, τὰ δὲ τῆς πόλεως οἰκοδομήματα καὶ κατασκευάσματα τηλικαῦτα καὶ τοιαῦθʼ ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί, Πειραιεύς, τἄλλʼ οἷς κατεσκευασμένην ὁρᾶτε τὴν πόλιν.
その証拠として、もしあなたがたの中にテミストクレスの家やミルティアデスの家、当時の名士たちの家がどのようなものか知っている者がいるならば、それらが一般大衆の家よりも少しも豪奢でないことを見るでしょう。これに対して国家の建造物や公共施設は、後世の何人にもそれを凌駕する余地が残されていないほどに偉大かつ見事なものでした。これらプロピュライア、船渠、ストア(列柱廊)、ペイライエウス、そしてあなたがたが国家に設備されているのを目にするその他の施設がそうです。
νῦν δʼ ἰδίᾳ μὲν ἑκάστῳ τῶν τὰ κοινὰ πραττόντων τοσαύτη περιουσία ὥστε τινὲς μὲν αὐτῶν πολλῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας κατεσκευάκασιν οἰκίας, γῆν δʼ ἔνιοι πλείω πάντων ὑμῶν τῶν ἐν τῷ δικαστηρίῳ συνεώνηνται· δημοσίᾳ δʼ ὑμεῖς ἃ μὲν οἰκοδομεῖτε καὶ κονιᾶτε, ὡς μικρὰ καὶ γλίσχρα, αἰσχύνη λέγειν. ἀλλʼ ἔχετʼ εἰπεῖν ὅ τι κοινῇ κτησάμενοι καταλείψετε, ὥσπερ ἐκεῖνοι Χερρόνησον, Ἀμφίπολιν, δόξαν ἔργων καλῶν; ἣν οἱ τοιοῦτοι πολῖται πάντʼ ἀναλίσκοντες τρόπον οὐχ οἷοί τʼ εἰσὶν ἀφανίσαι, ὦ ἄνδρες Ἀθηναῖοι.
ところが現在では、私的には国政に携わる者たちの各々が過大な富を擁しており、彼らの一部は多くの公共建造物よりも自分たちの私邸を豪壮に建て、また一部の者は法廷にいるあなたがた全員の所有分よりも多くの土地を買い占めています。他方で公的には、あなたがたが建造し漆喰を塗っているものは、あまりにみすぼらしく微々たるもので口にするのも恥ずかしいほどです。しかし、かつての人々がケルソネソス、アンフィポリス、そして立派な事業の栄光を残したように、あなたがたには共同で獲得して後世に残せるものがあると言えるでしょうか。そしてその栄光こそは、このような市民たちがどれほど使い果たそうとしても消滅させることができないものなのです、アテナイの皆さん。
εἰκότως· τότε μὲν γὰρ τῷ κυρίῳ τῶν φόρων γενομένῳ τάξαι Ἀριστείδῃ οὐδὲ μιᾷ δραχμῇ πλείω τὰ ὑπάρχοντʼ ἐγένετο, ἀλλὰ καὶ τελευτήσαντʼ αὐτὸν ἔθαψεν ἡ πόλις· ὑμῖν δʼ, εἴ τι δέοισθε, χρήμαθʼ ὑπῆρχε κοινῇ πλεῖστα τῶν πάντων Ἑλλήνων, ὥσθʼ ὁπόσου χρόνου ψηφίσαισθʼ ἐξιέναι, τοσούτου μισθὸν ἔχοντες ἐξῇτε.2 νῦν δʼ οἱ μὲν τὰ κοινὰ διοικοῦντες ἐκ πτωχῶν εὔποροι καὶ πολλοῦ χρόνου τροφὴν ἄφθονόν εἰσιν ἡτοιμασμένοι· ὑμῖν δʼ οὐδὲ μιᾶς ἡμέρας ἐφόδιʼ ἐστὶν ἐν τῷ κοινῷ, ἀλλʼ ἅμα δεῖ τι ποιεῖν, καὶ πόθεν οὐκ ἔχετε.3 τότε μὲν γὰρ ὁ δῆμος ἦν δεσπότης τῶν πολιτευομένων, νῦν δʼ ὑπηρέτης.
それも当然です。当時、租税評定の全権を委ねられたアリステイデスには、自分の財産が一ドラクマすら増えることはなく、彼が世を去ったときには国家が埋葬してやりました。またあなたがたには、何か必要が生じれば全ギリシア人の中で最も豊かな共有財産があり、決議した期間がどれほどであっても、その全期間の給俸を手に遠征に出立しました。ところが現在では、国政を動かす者たちが乞食から富豪となり、長い年月のための有り余る糧食を用意しているのに対し、あなたがたには公庫に一日の旅費すらなく、何か行動を起こさねばならないまさにその時、どこから資金を調達すればよいかも分からないのです。かつて民衆は政治家たちの主人であったのに、今では従僕に成り下がっています。
αἴτιοι δʼ οἱ τὰ τοιαῦτα γράφοντες, καὶ συνεθίζοντες ὑμᾶς ὑμῶν μὲν αὐτῶν καταφρονεῖν, ἕνα δʼ ἢ δύο θαυμάζειν ἀνθρώπους. εἶθʼ οὗτοι κληρονομοῦσι τῆς ὑμετέρας δόξης καὶ τῶν ἀγαθῶν, ὑμεῖς δʼ οὐδʼ ὁτιοῦν ἀπολαύετε, ἀλλὰ μάρτυρές ἐστε τῶν ἑτέρων ἀγαθῶν, οὐδενὸς ἄλλου μετέχοντες ἢ τοῦ ἐξαπατᾶσθαι. καίτοι πηλίκον τί ποτʼ ἂν στενάξειαν οἱ ἄνδρες ἐκεῖνοι, οἱ ὑπὲρ δόξης καὶ ἐλευθερίας τελευτήσαντες, καὶ πολλῶν καὶ καλῶν ἔργων ὑπομνήματα καταλιπόντες, εἰ ἄρʼ αἴσθοινθʼ ὅτι νῦν ἡ πόλις εἰς ὑπηρέτου σχῆμα καὶ τάξιν προελήλυθεν, καὶ Χαρίδημον εἰ χρὴ φρουρεῖν βουλεύεται; Χαρίδημον; οἴμοι.
その原因は、このような提案を書き立て、あなたがたに自分自身を軽蔑させ、一人か二人の人間に感嘆するよう習慣づけている者たちにあります。その結果、彼らがあなたがたの名声と富を相続し、あなたがたはそこから何一つ享受することなく、他人の幸福の目撃者となり、欺かれること以外の何ものも分かち合っていません。しかし、名声と自由のために命を落とし、数多くの輝かしい事業の記念碑を残した昔のあの人々が、今や国家が従僕の身なりと地位へと零落し、カリデモスを警護すべきかどうかを審議していると知ったなら、どれほど激しく嘆息することでしょうか。カリデモスをですよ。ああ、情けない。
ἀλλʼ οὐ τοῦτʼ ἔστι τὸ δεινόν, εἰ τῶν προγόνων, οἳ διενηνόχασιν ἁπάντων ἀρετῇ, χεῖρον βουλευόμεθα, ἀλλʼ ὅτι καὶ πάντων ἀνθρώπων. πῶς γὰρ οὐκ αἰσχρὸν Αἰγινήτας μὲν τουτουσί, νῆσον οἰκοῦντας οὕτω μικρὰν καὶ οὐδὲν ἔχοντας ἐφʼ ᾧ μέγα χρὴ φρονεῖν αὐτούς, Λάμπιν, ὃς μέγιστα ναυκλήρια κέκτηται τῶν Ἑλλήνων, καὶ κατεσκεύακεν τὴν πόλιν αὐτοῖς καὶ τὸ ἐμπόριον, μηδέπω καὶ τήμερον πολίτην πεποιῆσθαι, ἀλλὰ μόλις τῆς ἀτελείας αὐτὸν ἠξιωκέναι τῆς τοῦ μετοικίου·
しかし、徳においてすべての人々に抜きん出ていた先祖たちよりも我々の思慮が劣っていることだけが恐ろしいのではありません。あらゆる人間たちの中で最も劣っていることが恐ろしいのです。実際、これほど小さな島に住み、誇るべきものを何一つ持たないこのアイギナ人たちですら、ギリシア人の中で最大の船団を所有し、彼らのために都市と商業港を整備したランピスを、今日に至るまで市民としておらず、ようやく在留外人税の免除に値すると認めたにすぎないというのに、どうして恥ずかしくないと言えるでしょうか。
καὶ Μεγαρέας τουτουσὶ τοὺς καταράτους οὕτως εὖ τὰ παρʼ αὑτοῖς σεμνύνειν ὥσθʼ Ἕρμωνα τὸν κυβερνήτην, τὸν μετὰ Λυσάνδρου λαβόντα τριήρεις διακοσίας ὅτʼ ἐν Αἰγὸς ποταμοῖς ἠτυχήσαμεν ἡμεῖς, πεμψάντων Λακεδαιμονίων καὶ κελευόντων ποιήσασθαι πολίτην ἀποκρίνασθαι4 ὅτι, ὅταν αὐτοὺς ἴδωσι Σπαρτιάτην αὐτὸν πεποιημένους, τότε καὶ αὐτοὶ Μεγαρέα ποιήσονται·
また、この呪われたメガラインたちですら、自国の特権の尊厳をきわめて厳格に保っており、我々がアイゴスポタモイで敗北した際にリュサンドロスとともに二百隻の三段櫂船を奪ったあの舵手ヘルモンについて、ラケダイモン人たちが使者を送り市民にするよう求めたとき、彼らがまず自分たちの手で彼をスパルタ市民にしたのを見たときに、自分たちもメガラ市民にしようと答えたほどです。
- 206πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήσατε
動詞 τιμάω は裁判における「罰金の額を算定・宣告する」を意味し、科される金額を表す属格 πέντε καὶ εἴκοσι δραχμῶν(「価値・罰の属格」)を目的語に伴う。時制が不定過去 ἐτιμήσατε となっているのは、条件節 ἂν ... καταψηφίσησθε(接続法)に対応する格言的・反復的な事実の確認、あるいは法廷での日常的な実態を示す即時的な過去形(gnomic aorist 的用法)。
- 209ὥσθʼ ὁπόσου χρόνου ψηφίσαισθʼ ἐξιέναι, τοσούτου μισθὸν ἔχοντες ἐξῇτε
ὁπόσου χρόνου と τοσούτου は期間・長さを表す「時間の属格」であり、相関関係をなしている。従属節の ψηφίσαισθʼ(希求法過去)は主節の過去の反復的状況に伴う一般化希求法。主文の ἐξῇτε は ἐξέρχομαι の未完了過去(2人称複数直説法)。「どれほどの期間出征することを決議しても、その全期間分の給俸を携えて出立した」という相関構文。
- 209ἅμα δεῖ τι ποιεῖν, καὶ πόθεν οὐκ ἔχετε
ἅμα ... καί ... による並列的構文(parataxis)。「〜するや否や/〜と同時に…」を表す慣用的な時間的呼応で、従属接続詞を用いずに二つの事態が同時発生することを対置・強調する。πόθεν は間接疑問の副詞で「どこから(資金を得るべきか)」を表し、ἔχετε+疑問詞(または不定詞)で「手段・能力を持つ」を意味する。
- 212Ἕρμωνα τὸν κυβερνήτην ... πεμψάντων Λακεδαιμονίων καὶ κελευόντων ποιήσασθαι πολίτην ἀποκρίνασθαι
構文の骨格は ὥσθʼ ... (Μεγαρέας) ἀποκρίνασθαι ὅτι... である。Ἕρμωνα τὸν κυβερνήτην は、後続する不定詞 ποιήσασθαι πολίτην の意味上の目的語であるが、絶対属格句(πεμψάντων Λακεδαιμονίων καὶ κελευόντων)よりも前に先取りされて文頭に置かれている(先取り構文/hyperbaton)。談話の焦点となる人物を前置して注意を引く語順。
