- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:170-176
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アテノドロスがトラキアの諸王と同盟を結びケルソブレプテスに有利な協定を結ばせたが、カブリアスの兵力不足に乗じてカリデモスは協定を反故にし、より過酷な条件を強要した。アテナイ民会はこれを否決し、最終的にカレスを派遣して正当な協定を勝ち取った経緯が語られる。
τῶν δὲ Θρᾳκῶν ἁπάντων χαλεπῶς ἐνεγκόντων ἐπὶ τούτοις, καὶ συστραφέντων τοῦ τε Βηρισάδου καὶ τοῦ Ἀμαδόκου, ἰδὼν τὸν καιρὸν τοῦτον Ἀθηνόδωρος, συμμαχίαν ποιησάμενος πρὸς τούτους οἷος ἦν πολεμεῖν.1 ἐν φόβῳ δὲ καταστάντος τοῦ Κερσοβλέπτου γράφει ὁ Ἀθηνόδωρος συνθήκας, καθʼ ἃς ἀναγκάζει τὸν Κερσοβλέπτην ὀμόσαι πρός θʼ ὑμᾶς καὶ τοὺς βασιλέας εἶναι μὲν τὴν ἀρχὴν κοινὴν τῆς Θρᾴκης εἰς τρεῖς διῃρημένην, πάντας δʼ ὑμῖν ἀποδοῦναι τὴν χώραν.
トラキア人全員がこれらの出来事に憤慨し、ベリサデスとアマドコスが結束したとき、この好機を見たアテノドロスは、彼らと同盟を結んで戦端を開く態勢を整えました。そしてケルソブレプテスが恐怖に陥ると、アテノドロスは協定を起草し、それによってケルソブレプテスに対し、皆さんおよび諸王に対して、トラキアの支配権を三分割して共有すること、そして全員が皆さんへ土地を返還することを誓約するよう強制したのです。
ὡς δʼ ἐν ἀρχαιρεσίαις ὑμεῖς Χαβρίαν ἐπὶ τὸν πόλεμον τοῦτον κατεστήσατε, καὶ τῷ μὲν Ἀθηνοδώρῳ συνέβη διαφεῖναι τὴν δύναμιν χρήματʼ οὐκ ἔχοντι παρʼ ὑμῶν οὐδʼ ἀφορμὴν τῷ πολέμῳ, τῷ Χαβρίᾳ δὲ μίαν ναῦν ἔχοντι μόνην ἐκπλεῖν, τί ποιεῖ πάλιν οὗτος ὁ Χαρίδημος; ἃς μὲν ὤμοσε πρὸς τὸν Ἀθηνόδωρον συνθήκας ἔξαρνος γίγνεται καὶ τὸν Κερσοβλέπτην ἀρνεῖσθαι πείθει, γράφει δʼ ἑτέρας πρὸς τὸν Χαβρίαν ἔτι τῶν πρὸς Κηφισόδοτον δεινοτέρας· οὐκ ἔχων δʼ ἐκεῖνος, οἶμαι, δύναμιν στέργειν ἠναγκάζετο τούτοις.
しかし、皆さんが選挙においてカブリアスをこの戦争の担当に任命し、アテノドロスの方は皆さんからの資金も戦争の足がかりも持たずに軍を解散せざるを得なくなり、カブリアスはたった一隻の船だけで出航することになると、このカリデモスはまたしても何をしたでしょうか。彼はアテノドロスに対して誓約した協定を否認し、ケルソブレプテスにも否認するよう説得し、カブリアスに対してはケピソドトスとの協定よりもさらに過酷な別の協定を起草したのです。そしてカブリアスは、思うに、兵力を持たなかったために、これらに甘んじることを余儀なくされたのです。
ἀκούσαντες δʼ ὑμεῖς ταῦτα, ἐν τῷ δήμῳ λόγων ῥηθέντων πολλῶν καὶ τῶν συνθηκῶν ἀναγνωσθεισῶν, οὔτε τὴν Χαβρίου δόξαν αἰσχυνθέντες οὔτε τῶν συναγορευόντων οὐδένα, ἀπεχειροτονήσατε καὶ ταύτας πάλιν τὰς συνθήκας, καὶ ψηφίζεσθε ψήφισμα Γλαύκωνος εἰπόντος ἑλέσθαι πρέσβεις δέκʼ ἄνδρας ἐξ ὑμῶν αὐτῶν, τούτους δέ, ἂν μὲν ἐμμένῃ ταῖς πρὸς Ἀθηνόδωρον συνθήκαις, ὁρκίσαι πάλιν αὐτόν, εἰ δὲ μή, παρὰ μὲν τοῖν δυοῖν βασιλέοιν ἀπολαβεῖν τοὺς ὅρκους, πρὸς δʼ ἐκεῖνον ὅπως πολεμήσετε βουλεύεσθαι.
しかし皆さんはこれを聞くと、民会で多くの演説がなされ協定が朗読された際、カブリアスの名声にも弁護論者たちの誰にも気兼ねすることなく、この協定をも再び否決し、グラウコンの動議に基づいて、皆さん自身の中から十人の使節を選出することを決議したのです。その内容は、もし彼がアテノドロスとの協定を固守するならば彼に再び誓約を立てさせ、もし固守しないならば二人の王から誓約を取り付け、彼に対してはいかに戦うかを協議するというものでした。
ἐκπεπλευκότων δὲ τῶν πρέσβεων συμβαίνει τοῖς χρόνοις εἰς τοῦθʼ ὑπηγμένα τὰ πράγματʼ ἤδη,2 διατριβόντων τούτων καὶ οὐδὲν ἁπλοῦν οὐδὲ δίκαιον ὑμῖν ἐθελόντων πρᾶξαι, ὥστʼ ἐβοηθοῦμεν εἰς Εὔβοιαν, καὶ Χάρης ἧκεν ἔχων τοὺς ξένους, καὶ στρατηγὸς ὑφʼ ὑμῶν αὐτοκράτωρ εἰς Χερρόνησον ἐξέπλει. οὕτω γράφει πάλιν συνθήκας πρὸς τὸν Χάρητα, παραγενομένου Ἀθηνοδώρου καὶ τῶν βασιλέων, ταύτας αἵπερ εἰσὶν ἄρισται καὶ δικαιόταται. καὶ ἔργῳ ἑαυτὸν ἐξήλεγξεν ὅτι καιροφυλακεῖ τὴν πόλιν ἡμῶν, καὶ οὐδὲν ἁπλοῦν ἔγνωκε ποιεῖν οὐδʼ ἴσον.
使節たちが出航したものの、かの者たちが時を引き延ばし、皆さんに対して誠実なことも正当なことも何一つ行おうとしないうちに、情勢は時を経て、我々がエウボイアへ救援に赴き、カレスが外国人部隊を率いて帰還し、全権将軍として皆さんによってケルソネソスへと派遣されるという事態に立ち至りました。こうして彼は、アテノドロスと諸王の臨席のもと、まさに最も優れ最も正当であるこの協定をカレスと再び起草したのです。そして彼は、自らが我が都市の隙を窺っており、誠実なことも公平なことも何一つ行う意志がないことを、自らの行動によって明白に暴露したのです。
εἶθʼ ὃν ὁρᾶτʼ ἐκ προσαγωγῆς3 ὑμῖν φίλον, καὶ ὅπως ἂν ὑμᾶς δύνασθαι νομίσῃ, οὕτω πρὸς ὑμᾶς εὐνοίας ἔχοντα, τοῦτον οἴεσθε δεῖν ἰσχυρόν ποτʼ ἐᾶσαι γενέσθαι, καὶ ταῦτα διʼ ὑμῶν; οὐκ ἄρʼ ὀρθῶς ἐγνώκατε. ἵνα τοίνυν εἰδῆθʼ ὅτι τἀληθῆ λέγω, λαβέ μοι τὴν ἐπιστολὴν ἣ μετὰ τὰς πρώτας συνθήκας ἦλθεν, εἶτα τὴν παρὰ Βηρισάδου· μάλιστα γὰρ οὕτω γνώσεσθε διδασκόμενοι. ΕΠΙΣΤΟΛΗ. λέγε καὶ τὴν ἐπιστολὴν τὴν τοῦ Βηρισάδου. ΕΠΙΣΤΟΛΗ.
それにもかかわらず、事態の成り行き次第で皆さんの友となり、皆さんに力があると見なす度合いに応じて皆さんに対する好意を抱くようなこの男を、強力な存在になるのを許し、あまつさえ皆さん自身の手によってそうさせてもよいとお考えになるのですか。それなら皆さんのご判断は正しくありません。では、私が真実を述べていることを皆さんが知るために、最初の協定の後に届いた書簡を、次いでベリサデスからの書簡を受け取ってください。そうして説明を受けることによって、最もよく理解されるはずですから。 [書簡]ベリサデスの書簡も朗読してください。
ἡ μὲν τοίνυν συμμαχία τοῖς βασιλεῦσι τοῦτον τὸν τρόπον μετὰ τὴν παράκρουσιν τὴν διὰ τῶν πρὸς Κηφισόδοτον συνθηκῶν συνεστάθη, ἤδη Μιλτοκύθου μὲν ἀνῃρημένου, Χαριδήμου δʼ ἔργῳ φανεροῦ γεγενημένου ὅτι τῆς πόλεως ἐχθρός ἐστιν. ὃς γὰρ ὃν ᾔδει διὰ παντὸς τοῦ χρόνου πάντων τῶν Θρᾳκῶν εὐνούστατον ὄνθʼ ὑμῖν, τοῦτον ἠξίωσʼ ὑποχείριον λαβὼν τοῖς ὑμετέροις ἐχθροῖς Καρδιανοῖς ἐγχειρίσαι, πῶς οὐ μεγάλης ἔχθρας δεῖγμα πρὸς ὑμᾶς ἐξέφερεν; ἃς δὴ τὸν πόλεμον δεδιὼς τὸν πρὸς τοὺς Θρᾷκας καὶ πρὸς Ἀθηνόδωρον ἐποιήσατο συνθήκας μετὰ ταῦθʼ ὁ Κερσοβλέπτης, λέγε. ΣΥΝΘΗΚΑΙ.
[書簡]このようにして、ケピソドトスとの協定による欺瞞ののち、すでにミルトキュテスが殺害され、カリデモスが我が都市の敵であることが行動によって明白になっていたときに、諸王との同盟が結ばれたのです。というのも、全期間を通じてトラキア人全員の中で最も皆さんに好意的であったと知っていた人物を、手中に収めながら皆さんの敵であるカルディア人たちに引き渡すに値すると判断した男が、皆さんに対する甚大な敵意の証拠を露わにしなかったなどということがあるでしょうか。それでは、トラキア人たちとの戦争およびアテノドロスとの戦争を恐れて、ケルソブレプテスがその後に結んだ協定を朗読してください。 [協定]
ταῦτα τοίνυν γράψας καὶ συνθέμενος, καὶ τὸν ὅρκον ὃν ἠκούσαθʼ ὑμεῖς ὀμόσας, ἐπειδὴ τὴν μὲν Ἀθηνοδώρου δύναμιν διαφειμένην εἶδεν, μιᾷ δὲ μόνον τριήρει Χαβρίαν ἥκοντα, οὔτε τὸν Ἰφιάδου παρέδωκεν υἱὸν οὔτʼ ἄλλʼ οὐδὲν ὧν ὤμοσʼ ἐποίησεν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων τῶν γεγραμμένων ἐν ταῖς συνθήκαις ἔξαρνος γίγνεται, καὶ γράφει ταύτας τὰς συνθήκας. λαβέ μοι καὶ λέγε ταυτασί. ΣΥΝΘΗΚΑΙ.
これらを起草して合意し、皆さんがお聞きになった誓いを立てておきながら、アテノドロスの軍が解散され、カブリアスがわずか一隻の三段櫂船でやって来たのを見るや、彼はイピアデスの息子を引き渡すことも、誓約したことの他のいかなることも実行せず、むしろ協定に書き記されたその他の条項についても否認し、この協定を起草したのです。これを私に取って朗読してください。 [協定]
- 170οἷος ἦν πολεμεῖν
οἷός τε εἰμί(〜できる)から小辞 τε が脱落した形、あるいは「〜するような性質・態勢である」という意味を表す慣用構文。ここでは文脈上、同盟を結んだことで「戦端を開く態勢が整っていた / 戦争を遂行できる状態にあった」という態勢・能力を示す。
- 173συμβαίνει τοῖς χρόνοις εἰς τοῦθʼ ὑπηγμένα τὰ πράγματʼ ἤδη
非人称動詞 συμβαίνει に完了受動分詞 ὑπηγμένα を伴う名詞句 τὰ πράγματα(εἶναι の省略)が続く構造。「情勢が時を経て(あるいは時の推移とともに)ここまで導かれた状態になる」の意。これに後続する ὥστε 節(直説法過去 ἐβοηθοῦμεν...)が導く実際の結果へと文理が接続する。
- 174ἐκ προσαγωγῆς
前置詞句 ἐκ προσαγωγῆς は「接近の仕方・状況の成り行きに応じて」転じて「打算的に、功利的に、機会主義的に」を意味する慣用表現。後続する「皆さんに力があると見なす度合いに応じて(ὅπως ἂν ὑμᾶς δύνασθαι νομίσῃ)」という説明節によってその意味内容が補強されている。
