- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:151-157
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は文書の朗読を通じてカリデモスがアンピポリス失敗の主因であったことを確認した上で、彼が小アジアで誓約を破って諸都市を占領し包囲されながら、アテナイを欺く書簡を送って脱出を図った顛末を暴く。
ὧν δʼ ἐκεῖνον δίκαιον ἦν χάριν ὑμῖν ἔχειν οὐκ ἀπολωλότα, τοῦτο παθόντʼ ἂν δικαίως,1 ἀντὶ τούτων ὡς ὀφείλουσʼ ἡ πόλις αὐτῷ στεφάνους καὶ πολιτείαν καὶ ἃ πάντες ἐπίστασθε δέδωκεν. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, τό τε ψήφισμʼ ἀνάγνωθί μοι τὸ περὶ τῶν ὁμήρων, καὶ τὴν Ἰφικράτους ἐπιστολὴν καὶ τὴν Τιμοθέου, καὶ μετὰ ταῦτα τὴν μαρτυρίαν ταυτηνί· ὄψεσθε γὰρ οὐ λόγους οὐδʼ αἰτίαν, ἀλλʼ ἀλήθειαν οὖσαν ὧν λέγω. λέγε. ΨΗΦΙΣΜΑ ΕΠΙΣΤΟΛΑΙ. ὅτι μὲν τοίνυν καὶ τὸ πρῶτον, οὗ πολεμεῖν ὑμῖν ᾤετο, ἐκεῖσʼ ἐμίσθωσεν αὑτὸν πολλαχόσʼ ἄλλοσε μισθῶσαι παρόν, καὶ μετὰ ταῦτα, ὡς οὐδὲν ἐκεῖ κακὸν εἶχε ποιεῖν ὑμᾶς, ἔπλει δεῦρο πάλιν οὗ τἀναντίʼ ἔμελλε πράξειν τῇ πόλει, καὶ τοῦ μὴ λαβεῖν Ἀμφίπολιν πάντων οὗτος αἰτιώτατός ἐστιν, ἀκηκόατʼ ἐκ τῆς ἐπιστολῆς καὶ τῆς μαρτυρίας. καὶ τὰ μὲν πρῶτα τοιαῦτʼ ἐστὶν τῶν ἔργων τῶν Χαριδήμου, μετὰ ταῦτα δʼ ἄλλα θεάσασθε.
彼が処刑を免れたことについて皆さんに感謝すべきであったにもかかわらず――彼がそうした運命を被っていたとしても当然であったのですが――それらのことへの返礼として、まるで国が彼に借りでもあるかのように、国は彼に花冠や市民権、その他皆さんがご存じのあらゆるものを与えたのです。そして私がこれらを真実として語っていることを示すため、人質に関する決議文、イピクラテスの書簡、ティモテオスの書簡、そしてそれらに続いてこの証言を読み上げてください。皆さんには、私が語っていることが単なる言葉や言いがかりではなく、真実であることがお分かりになるはずです。読み上げよ。 [決議文・書簡]このように、そもそも初めから、皆さんと戦うことができると考えた場所へ、他の多くの場所へ自らを雇わせることが可能であったにもかかわらず自らを売り渡し、その後、現地では皆さんに何の害悪もなすことができなくなると、今度は国に対して敵対行動を取るつもりのあったこの地へと再び航行し、アンピポリスを攻略できなかったことについてこの男こそがあらゆる者の中で最大の責任者であるということを、皆さんは書簡と証言からお聞きになった通りです。そして初期のカリデモスの所業はこのようなものでありますが、この後に続く他の事柄をもご覧いただきたい。
χρόνου γὰρ διελθόντος καὶ τοῦ πολέμου πρὸς Κότυν ὄντος ἤδη, πέμπει πρὸς ὑμᾶς ἐπιστολήν (μᾶλλον δʼ οὐχὶ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς Κηφισόδοτον· οὕτω σφόδρʼ ὑπʼ αὐτοῦ γε οὐδʼ ἂν ἐξαπατηθῆναι τὴν πόλιν ἡγεῖτο, συνειδὼς ἃ πεποίηκεν) ἐν ᾗ Χερρόνησον ὑπέσχετο τῇ πόλει κομιεῖσθαι, πάντα τούτοις τἀναντίʼ ἐγνωκὼς ποιεῖν. δεῖ δʼ ὑμᾶς τὸ πρᾶγμʼ οἷον ἦν τὸ περὶ τὴν ἐπιστολὴν ἀκοῦσαι (καὶ γάρ ἐστι βραχύ) καὶ θεωρῆσαι τὸν τρόπον τἀνθρώπου, ὡς ὑμῖν ἀπʼ ἀρχῆς κέχρηται.
時が経過し、コテュスとの戦争がすでに始まっていた折、彼は皆さんへ書簡を送ってきました(いや、皆さんへというよりはケピソドトス宛てでした。自分が為したことを自覚していたため、国家が自分によって騙されるはずなど全くないと彼自身が考えていたからです)。その書簡の中で、彼は国家に対してケルソネソスを奪回してやると約束しておきながら、心の中ではこれらと正反対のことをすべて行う決意を固めていたのです。しかし皆さんは、その書簡にまつわる顛末がどのようなものであったのかを聞き(それはごく短いものです)、この男が当初からいかに皆さんを扱ってきたか、その人柄を観察しなければなりません。
ἐκεῖνος ὡς ἀπόμισθος γίγνεται παρὰ τοῦ Τιμοθέου τότε, ἀπʼ Ἀμφιπόλεως ἀναχωρῶν, διαβὰς εἰς τὴν Ἀσίαν, διὰ τὴν σύλληψιν τὴν Ἀρταβάζῳ συμβᾶσαν τόθʼ ὑπʼ Αὐτοφραδάτου μισθοῖ τὸ στράτευμα καὶ αὑτὸν τοῖς Ἀρταβάζου κηδεσταῖς, λαβὼν δὲ πίστεις καὶ δούς, ὀλιγωρήσας τῶν ὅρκων καὶ παραβὰς αὐτούς, ἀφυλάκτων ὄντων ὡς ἂν πρὸς φίλον τῶν ἐν τῇ χώρᾳ, καταλαμβάνει Σκῆψιν καὶ Κεβρῆνα καὶ Ἴλιον αὐτῶν.
あの男は当時ティモテオスから解雇され、アンピポリスから引き揚げる際、小アジアへと渡り、その頃アルタバゾスがアウトプラダテスによって捕縛されたことを契機として、アルタバゾスの義兄弟たちに軍隊と自身を売り渡しました。そして誓約を取り交わしたものの、誓約を軽視してこれを破り、現地の住民たちが友人に対するかのように無警戒であったなか、彼らのスケプシス、ケブレン、イリオンを占領したのです。
ἐγκρατὴς δὲ τούτων γενόμενος τῶν χωρίων πρᾶγμʼ ἔπαθεν τοιοῦτον οἷον οὐχ ὅτι στρατηγὸς ἂν τις εἶναι φάσκων, ἀλλʼ οὐδʼ ὁ τυχὼν ἄνθρωπος.2 οὐδʼ ὁτιοῦν γὰρ ἔχων χωρίον ἐπὶ θαλάττῃ, ὅθεν ἂν σιτοπομπίας ηὐπόρησε τοῖς στρατιώταις, οὐδʼ αὖ σῖτον ἔχων ἐν τοῖς χωρίοις, ὑπέμεινʼ ἐν τοῖς τείχεσιν καὶ οὐ διαρπάσας ᾤχετο, ἐπειδή γʼ ἀδικεῖν ἔγνω. ὡς δὲ συλλέξας δύναμιν παρῆν ὁ Ἀρτάβαζος, ἀφειμένος παρὰ τοῦ Αὐτοφραδάτου, τῷ μὲν ὑπῆρχʼ ἐπισιτισμὸς ἐκ τῆς ἄνωθεν Φρυγίας καὶ Λυδίας καὶ Παφλαγονίας οἰκείας οὔσης, τῷ δʼ οὐδʼ ὁτιοῦν ἄλλο πλὴν πολιορκία περιειστήκει.
しかしこれらの拠点を手中に収めたものの、彼は、自分が将軍であると公言する者は言うに及ばず、普通の人間ですら陥らないような事態に陥りました。というのも、兵士たちのために食糧補給を確保できるような海沿いの拠点を全く持たず、他方でこれらの拠点内にも食糧を備蓄していなかったのに、不正を働こうと決心した以上は略奪して立ち去るべきであったのに城壁内に留まり続けたからです。そしてアルタバゾスがアウトプラダテスから解放され、軍勢を集めて現れると、アルタバゾス側には内陸のプリュギア、リュディア、および忠誠を保つパプラゴニアからの食糧補給があったのに対し、カリデモス側には包囲される以外に何の展望も残されていませんでした。
αἰσθόμενος δʼ οὗ ἦν κακοῦ καὶ λογισμὸν λαβὼν ὅτι ληφθήσεται, κἂν μηδενὶ τῶν ἄλλων, τῷ γε λιμῷ, εἶδεν, εἴτε δή τινος εἰπόντος εἴτʼ αὐτὸς συνείς, ὅτι σωτηρία μόνη γένοιτʼ ἂν αὐτῷ ἥπερ ἅπαντας ἀνθρώπους σῴζει. ἔστι δʼ αὕτη τίς; ἡ ὑμετέρα, ὦ ἄνδρες Ἀθηναῖοι, εἴτε χρὴ φιλανθρωπίαν λέγειν εἴθʼ ὅ τι δήποτε. γνοὺς δὲ τοῦτο πέμπει τὴν ἐπιστολὴν ὑμῖν, ἧς ἄξιόν ἐστιν ἀκοῦσαι, βουλόμενος διὰ τῆς ὑποσχέσεως τοῦ κομιεῖσθαι Χερρόνησον ὑμῖν, καὶ διὰ τοῦ τὸν Κηφισόδοτον δοκεῖν ἐχθρὸν ὄντα τοῦ Κότυος καὶ τοῦ Ἰφικράτους ταῦτα βούλεσθαι,3 τριήρων εὐπορήσας παρʼ ὑμῶν ἀσφαλῶς ἐκ τῆς Ἀσίας ἀποδρᾶναι.
自分がどのような窮境にあるかを悟り、他のいかなる手段によってでなくとも飢餓によって確実に捕らえられるだろうと計算した彼は、誰かに教えられたのか、あるいは自ら悟ったのか、あらゆる人間を救う唯一の救いこそが自分にとっても救いとなり得ると見通しました。では、それとは何でしょうか。アテナイの皆さん、皆さんの――人道主義と呼ぶべきか、それとも何と呼ぶべきか――それです。これを察知した彼は、ケルソネソスを皆さんに奪回してやるという約束を通じ、またケピソドトスがコテュスとイピクラテスの敵であるためにこの提案を望んでいるように見えることを利用して、皆さんから三段櫂船を調達し、安全に小アジアから脱出しようと企てて、皆さんにあの聞くに値する書簡を送ってきたのです。
τί δὴ συμβαίνει παραυτά, ὅθεν ἐξηλέγχθη τὸ πρᾶγμʼ ἐπʼ αὐτοφώρῳ; ὁ Μέμνων καὶ ὁ Μέντωρ, οἱ κηδεσταὶ τοῦ Ἀρταβάζου, ἄνθρωποι νέοι καὶ κεχρημένοι ἀπροσδοκήτῳ εὐτυχίᾳ τῇ τοῦ Ἀρταβάζου κηδείᾳ, βουλόμενοι τῆς χώρας ἄρχειν εὐθὺς ἐν εἰρήνῃ καὶ τιμᾶσθαι καὶ μὴ πολεμεῖν μηδὲ κινδυνεύειν, πείθουσι τὸν Ἀρτάβαζον τοῦ μὲν τιμωρεῖσθαι τὸν Χαρίδημον ἀφέσθαι, ἀποστεῖλαι δʼ ὑπόσπονδον, διδάσκοντες ὡς ὑμεῖς, κἂν ἐκεῖνος μὴ ʼθέλῃ, διαβιβᾶτε καὶ οὐ δυνήσεται κωλύειν.
では、その直後に何が起き、そこからこの一件の動かぬ証拠が露見したのでしょうか。アルタバゾスの義兄弟である若い男たち、メムノンとメントルは、アルタバゾスの婚姻によって思いがけない幸運に浴しており、直ちに平和のうちにこの地を支配し尊栄を享受することを望み、戦争や危険を望まなかったため、アルタバゾスに対し、カリデモスへの処罰を断念し、休戦条約を結んで退去させるよう説得したのです。彼らは、たとえアルタバゾスが望まなくとも皆さんがカリデモスを海を越えて輸送するであろうし、それを阻止することは不可能であると説いたのでした。
- 151ὧν δʼ ἐκεῖνον δίκαιον ἦν χάριν ὑμῖν ἔχειν οὐκ ἀπολωλότα, τοῦτο παθόντʼ ἂν δικαίως
関係代名詞 ὧν はχάριν ἔχειν(χάριν ἔχειν τινί τινος 「〜のことで人に感謝する」)に支配される原因の属格であり、後続する ἀντὶ τούτων と呼応している。παθόντʼ ἂν は条件文の帰結節に相当する分詞構文で、反実仮想「もし処刑されていたとしても正当であったはずのところを」を表し、οὐκ ἀπολωλότα(「死なずに済んだこと」)と対置されて彼の背信を強調している。
- 155οὐχ ὅτι στρατηγὸς ἂν τις εἶναι φάσκων, ἀλλʼ οὐδʼ ὁ τυχὼν ἄνθρωπος
慣用句 οὐχ ὅτι ... ἀλλʼ οὐδέ は「〜はおろか、…さえ〜ない」を表す。ここでは先行する動詞 ἔπαθεν(または事態の不合理性)が共通の述語として省略されており、「自らを将軍と称する者は言うに及ばず、普通の人間でさえ陥らないような(愚かな事態に陥った)」という増強的否定の構文を成している。
- 156διὰ τοῦ τὸν Κηφισόδοτον δοκεῖν ἐχθρὸν ὄντα τοῦ Κότυος καὶ τοῦ Ἰφικράτους ταῦτα βούλεσθαι
冠詞付き不定詞 διὰ τοῦ ... δοκεῖν において、不定詞の意味上の主語として対格 τὸν Κηφισόδοτον が置かれ、さらに δοκεῖν の補語不定詞として βούλεσθαι が従属している。分詞句 ἐχθρὸν ὄντα は原因を表し、「ケピソドトスがコテュスとイピクラテスの敵であるために、この提案を望んでいるように見えることを利用して」という入れ子構造を形成している。
