← デモステネス

第二十二弁論 アンドロティオン弾劾

§28-34

手続上の逃げ口上の論駁と公民権剥奪の継承

弁論者は、訴訟手続の不備を口実にして処罰を免れようとするアンドロティオンの論法を斥け、ソロンが民主政の防衛のために破廉恥漢の政治参加を禁じた立法趣旨を論じるとともに、父親の負債に伴う市民権剥奪を継承している点からも彼の提案行為が違法であると告発する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§28

εἰ δή τις ὡς μὲν οὐχὶ κακοῦργός ἐστι μὴ λέγοι, ἢ ὡς οὐκ ἀσεβής, ἢ ὅ τι δήποτʼ εἴη διʼ ὃ κρίνοιτο, διὰ ταῦτα δʼ ἐκφεύγειν ἀξιοίη, εἰ μὲν ἀπηγμένος εἴη, διότι πρὸς διαιτητὴν ἐξῆν αὐτῷ λαχεῖν ἢ γράφεσθαι χρῆν, εἰ δὲ πρὸς διαιτητῇ φεύγοι, ὅτι χρῆν σʼ ἀπάγειν, ἵνʼ ἐκινδύνευες περὶ χιλιῶν, γέλως ἂν εἴη δήπουθεν. οὐ γὰρ τόν γε μηδὲν πεποιηκότα δεῖ περὶ τοῦ τρόπον ὅντινα χρὴ διδόναι δίκην1 ἀντιλέγειν, ἀλλʼ ὡς οὐ πεποίηκʼ ἐπιδεικνύναι.

したがって、もしある者が、自分は悪人ではないとか、不敬の徒ではないとか、あるいは自身が裁かれている罪名が何であれそうではないと主張せず、その代わりに、もし現行犯逮捕されたのであれば、相手には調停人のもとへ訴訟を起こすこともできたし文書告発すべきであったからという理由で、また、もし調停人のもとで被告となっているのであれば、「あなたが千ドラクマの罰金の危険を冒すよう現行犯逮捕すべきであった」という理由で、罪を免れようと要求するとしたら、それはまったくもって物笑いの種となるでしょう。なぜなら、何の罪も犯していない者は、どのような方法で罰を受けるべきかについて争うのではなく、自分が罪を犯していないことを証明すべきだからです。

§29

τὸν αὐτὸν δὴ τρόπον, Ἀνδροτίων, καὶ σὺ μὴ διὰ ταῦτʼ οἴου σοι προσήκειν μὴ δοῦναι δίκην εἰ γράφεις ἡταιρηκώς, ὅτι καὶ πρὸς τοὺς θεσμοθέτας ἔσθʼ ἡμῖν ἐπαγγελία· ἀλλʼ ἢ δεῖξον οὐ πεποιηκότα ταῦτα σεαυτόν, ἢ δίκην ὕπεχʼ ὧν γέγραφας τοιοῦτος ὤν· οὐ γὰρ ἔξεστί σοι. εἰ δέ σε μὴ πάντας ὅσους διδόασιν οἱ νόμοι τρόπους τιμωρούμεθα, χάριν ἡμῖν ὧν παραλείπομεν, ἐκείνων ἔχε,2 μὴ διὰ ταῦτʼ ἀξίου μηδένα δοῦναι τρόπον δίκην.

まったく同様に、アンドロティオンよ、あなたもまた、男娼でありながら提案を行っているのに、私たちがテスモテタイたちへ告発する手続もあるからという理由で、罰を受けなくてよいと考えるべきではありません。むしろ、自分がそのような行為をしていないと証明するか、さもなくばそのような身でありながら提案をしたことに対する罰を受けなさい。あなたにはそれが許されていないからです。もし私たちが、法律が与えているあらゆる方法であなたを処罰しないとしても、私たちが差し控えている手続については私たちに感謝し、それを理由にどのような方法でも罰を受けないでよいなどと要求してはなりません。

§30

ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὸν θέντα τὸν νόμον ἐξετάσαι Σόλωνα, καὶ θεάσασθαι ὅσην πρόνοιαν ἐποιεῖτο ἐν ἅπασιν οἷς ἐτίθει νόμοις τῆς πολιτείας, καὶ ὅσῳ περὶ τούτου μᾶλλον ἐσπούδαζεν ἢ περὶ τοῦ πράγματος οὗ τιθείη τὸν νόμον. πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τοῦτο, οὐχ ἥκιστα δʼ ἐκ τούτου τοῦ νόμου, μήτε λέγειν μήτε γράφειν ἐξεῖναι τοῖς ἡταιρηκόσιν. ἑώρα γὰρ ἐκεῖνο, ὅτι τοῖς πολλοῖς ὑμῶν ἐξὸν λέγειν οὐ λέγετε, ὥστε τοῦτʼ οὐδὲν ἡγεῖτο βαρύ, καὶ πόλλʼ ἂν εἶχεν, εἴ γε κολάζειν ἐβούλετο τούτους, χαλεπώτερα θεῖναι.

それゆえ、アテナイの男子諸君、法律を制定したソロンを吟味し、彼が制定したすべての法において国制にどれほど多くの配慮を払っていたか、そして彼が法律を制定する個別の事柄そのものよりも、どれほど国制に意を用いていたかを見届けることは有意義です。このことは多くの事柄から見て取れますが、とりわけ男娼であった者たちには発言することも提案することも許されないとするこの法律から見て取ることができます。なぜなら彼は、諸君の大多数が発言を許されているにもかかわらず発言しないのを目にしており、したがってこのことを何ら重荷とはみなさず、もし彼らを懲罰したいと望んだのであれば、はるかに厳しい罰を設けることができたはずだからです。

§31

ἀλλʼ οὐ τοῦτʼ ἐσπούδασεν, ἀλλὰ ταῦτʼ ἀπεῖπεν ὑπὲρ ὑμῶν καὶ τῆς πολιτείας. ᾔδει γάρ, ᾔδει τοῖς αἰσχρῶς βεβιωκόσιν ἁπασῶν οὖσαν ἐναντιωτάτην πολιτείαν ἐν ᾗ πᾶσιν ἔξεστι λέγειν τἀκείνων ὀνείδη. ἔστι δʼ αὕτη τίς; δημοκρατία. οὔκουν ἐνόμιζεν ἀσφαλές, εἴ ποτε συμβήσεται γενέσθαι συχνοὺς ἀνθρώπους κατὰ τοὺς αὐτοὺς χρόνους εἰπεῖν μὲν δεινοὺς καὶ θρασεῖς, τοιούτων δʼ ὀνειδῶν καὶ κακῶν μεστούς·

しかし彼が意を用いたのはそのことではなく、諸君と国制のためにこれらのことを禁じたのです。なぜなら彼は、恥ずべき生き様を送ってきた者たちにとって、あらゆる国制の中で最も敵対的なのが、誰もが彼らの恥辱を公言できる国制であることを熟知していたからです。そして、それはどのような国制でしょうか。民主政です。それゆえ彼は、弁論に長け大胆でありながら、かくのごとき恥辱と悪徳に満ちた数多くの人間が同じ時代に現れる事態を決して安全だとはみなしませんでした。

§32

πολλὰ γὰρ ἂν τὸν δῆμον ὑπʼ αὐτῶν ὑπαχθέντʼ ἐξαμαρτεῖν,3 κἀκείνους ἤτοι καταλῦσαί γʼ ἂν πειρᾶσθαι τὸ παράπαν τὸν δῆμον (ἐν γὰρ ταῖς ὀλιγαρχίαις, οὐδʼ ἂν ὦσιν ἔτʼ Ἀνδροτίωνός τινες αἴσχιον βεβιωκότες, οὐκ ἔστι λέγειν κακῶς τοὺς ἄρχοντας), ἢ προάγειν ἂν ὡς πονηροτάτους εἶναι, ἵνʼ ὡς ὁμοιότατοι σφίσιν ὦσι. τὴν οὖν ἀρχὴν τοῖς τοιούτοις ἀπεῖπε μὴ μετέχειν τοῦ συμβουλεύειν, ἵνα μὴ φενακισθεὶς ὁ δῆμος ἐξαμάρτοι μηδέν. ὧν ὀλιγωρήσας ὁ καλὸς κἀγαθὸς οὗτος οὐ μόνον ᾤετο δεῖν λέγειν καὶ γράφειν οὐκ ἐξόν, ἀλλὰ καὶ παρὰ τοὺς νόμους ταῦτα ποιεῖν.

なぜなら、民衆は彼らに惑わされて多くの過ちを犯すことになるでしょうし、彼らは民衆政を完全に打破しようと企てるか(寡頭政のもとでは、たとえアンドロティオンよりもさらに恥ずべき生き様を送った者がいたとしても、支配者たちを悪く言うことはできないからです)、あるいは自分たちと最も似通った者となるよう、市民たちを極めて悪辣な状態へと引きずり込もうとするだろうと考えたからです。そこで彼は、民衆が騙されて何らかの過ちを犯すことがないよう、そもそもこのような者たちが国政の審議に参加することを禁じたのです。この立派でお育ちの良い御仁は、これらの定めを軽んじて、許されていないのに発言や提案をしてよいと考えただけでなく、法律に反してそれらを行ってよいとさえ考えたのです。

§33

περὶ μὲν τοίνυν τοῦ νόμου καθʼ ὅν, ὠφληκότος αὐτοῦ τοῦ πατρὸς τῷ δημοσίῳ χρήματα καὶ οὐκ ἐκτετεικότος, οὐκ ἔξεστι λέγειν οὐδὲ γράφειν τούτῳ, ταὐτὰ δίκαια λέγειν ἂν ἔχοιτʼ εἰκότως, ἐὰν φῇ δεῖν ἡμᾶς ἐνδεικνύναι. τότε γὰρ τοῦτο ποιήσομεν, οὐ μὰ Δίʼ οὐχὶ νῦν, ἡνίκα δεῖ σʼ ἑτέρων ὧν ἀδικεῖς δοῦναι λόγον, ἀλλʼ ὅταν ᾖ προσῆκον ἐκ τοῦ νόμου, καὶ νῦν δὲ δείκνυμεν οὐκ ἐῶντα γράφειν σε, οὐδʼ ἃ τοῖς ἄλλοις ἔξεστι, τὸν νόμον.

さて、父親が公金に対して債務を負い、それを支払っていなかったために、この男が発言することも提案することも許されないと定めた法律についても、もし被告が、私たちは彼を告発状によって摘発すべきであったと主張するなら、諸君は当然同じ正当な議論を述べることができるでしょう。というのも、私たちはその時にはそうするつもりですし、ゼウスに誓って今ではなく――今はあなたが犯している他の不正について弁明すべき時です――法律に従ってふさわしい時にそうする所存であり、また今現に、法律があなたに提案を許さず、他の人々に許されていることさえ許していないことを示しているからです。

§34

ὡς οὖν οὐκ ὦφλʼ ὁ πατήρ σου, τοῦτʼ ἐπίδειξον, ἢ ὡς οὐκ ἀποδρὰς ἐξῆλθεν ἐκ τοῦ δεσμωτηρίου, ἀλλὰ τὰ χρήματʼ ἐκτείσας. εἰ δὲ μὴ ταῦθʼ ἕξεις δεικνύναι, οὐκ ἐξὸν γέγραφας· κληρονόμον γάρ σε καθίστησʼ ὁ νόμος τῆς ἀτιμίας τῆς τοῦ πατρός, ὄντι δʼ ἀτίμῳ σοι λέγειν οὐ προσῆκεν οὐδὲ γράφειν. καὶ περὶ μὲν τῶν νόμων οὓς παρεγραψάμεθα, οἶμαι δεῖν ὑμᾶς, ἄν τι φενακίζειν ἐγχειρῇ καὶ παράγειν οὗτος, ταῦθʼ ὑπολαμβάνειν ἃ διεξελήλυθʼ ἐγώ.

それゆえ、あなたの父親が債務を負っていなかったということ、あるいは牢獄から脱走して出てきたのではなく金を支払って出てきたということを示しなさい。もしこれらを示すことができないなら、あなたは許されていないのに提案を行ったのです。法律はあなたを父親の市民権剥奪の相続人に指定しており、市民権を剥奪された身であるあなたには発言することも提案することもふさわしくなかったからです。そして、私たちが併記して掲げた法律について、もしこの男が何かごまかして諸君を誤導しようと試みるなら、諸君は私が論じ尽くしたこれらの事柄を心に留めるべきだと私は考えます。

構文注3 件
  1. 28περὶ τοῦ τρόπον ὅντινα χρὴ διδόναι δίκην

    中性単数属格の定冠詞 τοῦ が間接疑問節 τρόπον ὅντινα χρὴ διδόναι δίκην 全体を名詞化し、前置詞 περί の目的語としている構文(プラトン『国家』352d の περὶ τοῦ ὅντινα τρόπον χρὴ ζῆν と同様)。ὅντινα は間接疑問形容詞(ὅστις の男性単数対格)として副詞的対格(様態の対格)の τρόπον を修飾しており、母音衝突(τοῦ ὅντινα)を避けるため τρόπον が ὅντινα の前に置かれ、全体として「どのような方法で罰を受けるべきかについて」を表す。

  2. 29χάριν ἡμῖν ὧν παραλείπομεν, ἐκείνων ἔχε

    χάριν ἔχειν(感謝する)が指示代名詞属格 ἐκείνων を原因の属格(あるいは対象の属格)として支配し、関係代名詞 ὧν がその先行詞 ἐκείνων に先立って置かれている(倒置構造)。さらに、関係代名詞 ὧν は動詞 παραλείπομεν の目的語(対格 ἅ)であるべきところ、直後に置かれた先行詞 ἐκείνων の属格に格牽引されている。

  3. 32πολλὰ γὰρ ἂν τὸν δῆμον ὑπʼ αὐτῶν ὑπαχθέντʼ ἐξαμαρτεῖν

    前文の οὔκουν ἐνόμιζεν(彼は考えなかった)から導かれる間接話法(対格不定詞構文)。主動詞 ἐξαμαρτεῖν に小辞 ἄν が付されており、直説法過去または希求法+ἄν(潜在・帰結を表す)の間接話法形である。意味上の主語は τὸν δῆμον(民衆が)、分詞 ὑπαχθέντʼ は「彼らによって惑わされて」と主語を修飾する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:28-34