- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:79-86
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デモステネスは、メイディアス兄弟が財産交換にかこつけて自宅に押し入り、家族を侮辱して後見人訴訟を取り下げさせた過去の暴挙を語り、その後の名誉毀損訴訟における勝訴と、仲裁人ストラトンに対するメイディアスの不正な買収工作と報復の企てを告発する。
καὶ πρῶτον μὲν κατέσχισαν τὰς θύρας τῶν οἰκημάτων, ὡς αὐτῶν ἤδη γιγνομένας κατὰ τὴν ἀντίδοσιν·1 εἶτα τῆς ἀδελφῆς, ἔτʼ ἔνδον τότε καὶ παιδὸς οὔσης κόρης, ἐναντίον ἐφθέγγοντʼ αἰσχρὰ καὶ τοιαῦθʼ οἷʼ ἂν ἄνθρωποι τοιοῦτοι φθέγξαιντο (οὐ γὰρ ἔγωγε προαχθείην ἂν εἰπεῖν πρὸς ὑμᾶς τῶν τότε ῥηθέντων οὐδέν), καὶ τὴν μητέρα κἀμὲ καὶ πάντας ἡμᾶς ῥητὰ καὶ ἄρρητα κάκʼ ἐξεῖπον· ὃ δʼ οὖν δεινότατον καὶ οὐ λόγος, ἀλλʼ ἔργον ἤδη· τὰς δίκας ὡς αὐτῶν οὔσας ἀφίεσαν τοῖς ἐπιτρόποις.
そして彼らはまず、財産交換によってすでに自分たちのものになったかのように部屋の扉を破り、次に、当時まだ家の中にいて幼い少女であった私の妹の面前で、口にするのも恥ずべき言葉、まさにそのような連中が言い放ちそうな言葉を浴びせ(私としては当時言われたことを皆さんにお話しする気には到底なれませんが)、母と私、そして私たち全員に向かって、ありとあらゆる口汚い悪態を吐き散らしました。そして何よりも酷く、もはや言葉ではなく実際の行為として行われたことには、後見人に対する訴訟を自分たちのものであるとして取り下げてしまったのです。
καὶ ταῦτʼ ἐστὶ μὲν παλαιά, ὅμως δέ τινας μνημονεύειν ὑμῶν οἴομαι· ὅλη γὰρ ἡ πόλις τὴν ἀντίδοσιν καὶ τὴν ἐπιβουλὴν τότε ταύτην καὶ τὴν ἀσέλγειαν ᾔσθετο. κἀγὼ τότε παντάπασιν ἔρημος ὢν καὶ νέος κομιδῇ, ἵνα μὴ τῶν παρὰ τοῖς ἐπιτρόποις ἀποστερηθείην, οὐχ ὅσʼ ἐδυνήθην ἀνακομίσασθαι προσδοκῶν εἰσπράξειν, ἀλλʼ ὅσων ἐμαυτῷ συνῄδειν ἀπεστερημένῳ,2 δίδωμʼ εἴκοσι μνᾶς τούτοις, ὅσου τὴν τριηραρχίαν ἦσαν μεμισθωκότες. τὰ μὲν δὴ τόθʼ ὑβρίσματα τούτων εἰς ἐμὲ ταῦτʼ ἐστίν.
そして、これらは昔のことではありますが、それでも皆さんの中には覚えておられる方もいると思います。というのも、当時のこの財産交換と企み、そしてその放肆さは、町中が知るところとなったからです。そして当時、完全に孤立無援で極めて若かった私は、後見人たちのもとにある財産を奪われないようにするため、自分が取り戻すことのできた額ではなく、自分が奪われたと自覚していた額を取り立てられると期待して、彼らが三段櫂船奉仕を請け負わせていた額である二十ムナを彼らに支払いました。あの当時、彼らが私に対して行った侮辱とはこのようなものでした。
δίκην δὲ τούτῳ λαχὼν ὕστερον τῆς κακηγορίας εἷλον ἐρήμην· οὐ γὰρ ἀπήντα. λαβὼν δʼ ὑπερήμερον καὶ ἔχων, οὐδενὸς ἡψάμην πώποτε τῶν τούτου, ἀλλὰ λαχὼν ἐξούλης πάλιν οὐδέπω καὶ τήμερον εἰσελθεῖν δεδύνημαι· τοσαύτας τέχνας καὶ σκήψεις οὗτος εὑρίσκων ἐκκρούει. κἀγὼ μὲν οὕτως εὐλαβῶς τῇ δίκῃ, τοῖς νόμοις ἅπαντα πράττειν ἀξιῶ· ὁ δʼ, ὡς ὑμεῖς ἀκούετε, ἀσελγῶς οὐ μόνον εἰς ἐμὲ καὶ τοὺς ἐμοὺς ᾤετο δεῖν ὑβρίζειν, ἀλλὰ καὶ εἰς τοὺς φυλέτας διʼ ἐμέ.
その後、私はこの男に対して誹謗中傷の訴えを起こし、欠席判決によって勝訴しました。相手が出廷しなかったからです。そして債務不履行者となった彼に対する執行権を得てそれを保持していながらも、私は彼の財産には一度も手を触れず、改めて追放訴訟を起こしたものの、今日に至るまで法廷に入ることもできていません。この男が実に多くの策略と口実を見つけ出しては引き延ばしているからです。このように私は裁判と法律に従って慎重にすべてを行うべきだと考えていますが、一方のこの男は、皆さんが耳にしているように、私や私の家族に対してのみならず、私を理由にして部族民たちに対しても放肆に侮辱を加えるのが当然だと考えていたのです。
ὡς οὖν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας, ἵνʼ εἰδῆθʼ ὅτι, πρὶν κατὰ τοὺς νόμους δίκην ὧν πρότερον ἠδικήθην λαβεῖν, πάλιν τοιαῦθʼ οἷʼ ἀκηκόαθʼ ὕβρισμαι. ΜΑΡΤΥΡΙΑ "Καλλισθένης Σφήττιος, Διόγνητος Θορίκιος, Μνησίθεος Ἀλωπεκῆθεν, οἴδαμεν Δημοσθένην, ᾧ μαρτυροῦμεν, κρίσιν λελογχότα Μειδίᾳ ἐξούλης, τῷ καὶ νῦν ὑπʼ αὐτοῦ κρινομένῳ δημοσίᾳ, καὶ ἤδη τῇ κρίσει ἐκείνῃ διαγεγονότα ἔτη ὀκτώ, καὶ τοῦ χρόνου γεγενημένον παντὸς αἴτιον Μειδίαν ἀεὶ προφασιζόμενον καὶ ἀναβαλλόμενον."
ですから、私がこれらのことを真実として語っていることの証人を呼んでください。以前に不当な扱いを受けたことに対して法律に基づく償いを得る前に、皆さんがお聞きになったような侮辱を私が再び受けたのだということを、皆さんが知るためです。 証言 「スペトス区のカリステネス、トリコス区のディオグネトス、アロペケ区のムネシテオスは知っている。私たちが証言するデモステネスが、メイディアスに対して追放訴訟を起こしたこと、そのメイディアスが今また公判請求によって彼から裁かれていること、そしてその訴訟からすでに八年が経過しており、常に口実を設けて先送りにすることによってメイディアスがその全期間の原因となってきたことを。」
ὃ τοίνυν πεποίηκεν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῆς δίκης, ἀκούσατε, καὶ θεωρεῖτʼ ἐφʼ ἑκάστου τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν αὐτοῦ. τῆς γὰρ δίκης, ταύτης λέγω ἧς εἷλον αὐτόν, γίγνεταί μοι διαιτητὴς Στράτων Φαληρεύς, ἄνθρωπος πένης μέν τις καὶ ἀπράγμων, ἄλλως δʼ οὐ πονηρός, ἀλλὰ καὶ πάνυ χρηστός· ὅπερ τὸν ταλαίπωρον οὐκ ὀρθῶς οὐδὲ δικαίως, ἀλλὰ καὶ πάνυ αἰσχρῶς ἀπολώλεκεν.3
さて、アテナイの市民の方々、彼がこの裁判に関して何を行ったかをお聞きになり、その一つ一つにおいて彼の傲慢と不遜さをご確認ください。というのも、この裁判、私が彼に対して勝訴した裁判において、ファレロン区のストラトンが私の仲裁人に選ばれたのですが、彼は貧しく無害な人物であり、それ以外では決して邪悪ではなく、極めて誠実な人でした。まさにそのことが、哀れな彼を不当にも、正義に反して、それどころか極めて恥ずべき形で破滅させることになったのです。
οὗτος διαιτῶν ἡμῖν ὁ Στράτων, ἐπειδή ποθʼ ἧκεν ἡ κυρία, πάντα δʼ ἤδη διεξεληλύθει ταῦτα τἀκ τῶν νόμων, ὑπωμοσίαι καὶ παραγραφαί, καὶ οὐδὲν ἔτʼ ἦν ὑπόλοιπον, τὸ μὲν πρῶτον ἐπισχεῖν ἐδεῖτό μου τὴν δίαιταν, ἔπειτʼ εἰς τὴν ὑστεραίαν ἀναβαλέσθαι· τὸ τελευταῖον δʼ, ὡς οὔτʼ ἐγὼ συνεχώρουν οὔθʼ οὗτος ἀπήντα, τῆς δʼ ὥρας ἐγίγνετʼ ὀψέ, κατεδιῄτησεν.
この仲裁人ストラトンは、私たちの仲裁を行うにあたって、定められた期日が到来し、宣誓による延期申請や異議申立てなど法律に基づくあらゆる手続きがすでに尽くされて他に何も残っていなかったとき、まず最初は仲裁を保留してほしい、次には翌日へと延期してほしいと私に懇願しました。しかし最後には、私が同意せず、相手も出廷せず、時間も遅くなったため、相手に不利な有罪裁定を下したのです。
ἤδη δʼ ἑσπέρας οὔσης καὶ σκότους ἔρχεται Μειδίας οὑτοσὶ πρὸς τὸ τῶν ἀρχόντων οἴκημα, καὶ καταλαμβάνει τοὺς ἄρχοντας ἐξιόντας καὶ τὸν Στράτωνʼ ἀπιόντʼ ἤδη, τὴν ἔρημον δεδωκότα, ὡς ἐγὼ τῶν παραγενομένων τινὸς ἐπυνθανόμην. τὸ μὲν οὖν πρῶτον οἷός τʼ ἦν πείθειν αὐτόν, ἣν κατεδεδιῃτήκει, ταύτην ἀποδεδιῃτημένην ἀποφαίνειν,4 καὶ τοὺς ἄρχοντας μεταγράφειν, καὶ πεντήκοντα δραχμὰς αὐτοῖς ἐδίδου·
そして、すでに夕暮れとなり暗くなった頃、このメイディアスが役人たちの詰所へやって来て、立ち去ろうとする役人たちと、欠席判決を下してすでに帰ろうとしていたストラトンを捕まえたと、居合わせた者の一人から私は聞きました。そこで彼はまず、ストラトンが下した有罪裁定を取り消して無罪放免の裁定として公表し、役人たちには記録を書き改めるよう説得しようとし、彼らに五十ドラクマを差し出しました。
ὡς δʼ ἐδυσχέραινον οὗτοι τὸ πρᾶγμα καὶ οὐδετέρους ἔπειθεν, ἀπειλήσας καὶ διαλοιδορηθεὶς ἀπελθὼν τί ποιεῖ; καὶ θεάσασθε τὴν κακοήθειαν. τὴν μὲν δίαιταν ἀντιλαχὼν οὐκ ὤμοσεν, ἀλλʼ εἴασε καθʼ αὑτοῦ κυρίαν γενέσθαι, καὶ ἀνώμοτος ἀπηνέχθη· βουλόμενος δὲ τὸ μέλλον λαθεῖν, φυλάξας τὴν τελευταίαν ἡμέραν τῶν διαιτητῶν, τὴν τοῦ θαργηλιῶνος ἢ τοῦ σκιροφοριῶνος γιγνομένην, εἰς ἣν ὁ μὲν ἦλθε τῶν διαιτητῶν,
しかし、彼らがその所業を嫌悪してどちらも説得できなかったため、脅迫し罵詈雑言を浴びせて立ち去った後、彼は何をしたでしょうか。その悪辣さをご覧ください。彼は仲裁裁定に対して異議申立ての訴えを起こしたものの宣誓を行わず、自分に対する裁定が確定するに任せ、無宣誓のまま記録されました。そして将来のことを隠し通そうと目論み、仲裁人たちの最終日、タルゲリオン月かスキロフォリオン月にあたる日を見計らい、その日には仲裁人のうちある者はやって来て……
- 79ὡς αὐτῶν ἤδη γιγνομένας κατὰ τὴν ἀντίδοσιν
ὡς+現在分詞対格女性複数(分詞構文)で、主語(彼ら)の主観的意図・口実を表す。前文の τὰς θύρας τῶν οἰκημάτων を意味上の被修飾語とし、「財産交換(アンティドシス)によって部屋がすでに自分たちの所有となったかのように」という彼らの不当な口実を示す。
- 80οὐχ ὅσʼ ἐδυνήθην ἀνακομίσασθαι προσδοκῶν εἰσπράξειν, ἀλλʼ ὅσων ἐμαυτῷ συνῄδειν ἀπεστερημένῳ
οὐχ... ἀλλʼ...(〜ではなく…)の対比構文。後者では συνῄδειν ἐμαυτῷ に完了受動分詞与格 ἀπεστερημένῳ が結びつき、「自分が奪われたと自覚していた額」を意味する。関係代名詞 ὅσων は ἀπεστερημένῳ が支配する剥奪の属格である(想定される先行詞は εἰσπράξειν の対格目的語 τοσαῦτα)。
- 83ὅπερ τὸν ταλαίπωρον οὐκ ὀρθῶς οὐδὲ δικαίως, ἀλλὰ καὶ πάνυ αἰσχρῶς ἀπολώλεκεν
関係代名詞 ὅπερ(中性単数主格)は直前の文全体(ストラトンが貧しく、訴訟沙汰に関わらない無害で正直な人柄であったこと)を先行詞として受け、主語となっている。「まさにその(彼が無力で善良であったという)事実が、哀れな彼を破滅させた」の意。
- 85ἣν κατεδεδιῃτήκει, ταύτην ἀποδεδιῃτημένην ἀποφαίνειν
関係節 ἣν κατεδεδιῃτήκει が主節の目的語 ταύτην に先行している(先取り)。καταδιαιτάω は「仲裁で有罪(不利な)裁定を下す」を意味し、対置される ἀποδιαιτάω は「無罪(有利な)裁定を下す」を意味する。「自分が有罪裁定を下したその訴訟(δίαιτα)を、無罪裁定が下されたものとして公表する」という無理な改竄要求を示す構文。
