← デモステネス

第二十一弁論 メイディアス弾劾

§101-106

講の比喩と殺人教唆の捏造による破滅工作

弁論者は相互扶助講の比喩を用いてメイディアスが暴力の報いを受けるべき必然性を説き、続いて兵役放棄の誣告やアリスタルコス事件に絡む殺人教唆の捏造といった、相手の徹底的な破滅を企てた悪行を暴露して断罪を求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§101

ἐγὼ γὰρ οἶμαι πάντας ἀνθρώπους φέρειν ἀξιοῦν παρʼ ἑαυτῶν εἰς τὸν βίον αὑτοῖς ἔρανον παρὰ πάνθʼ ὅσα πράττουσιν· οἷον ἐγώ τις οὑτοσὶ μέτριος πρὸς ἅπαντάς εἰμʼ, ἐλεήμων, εὖ ποιῶν πολλούς· ἅπασι προσήκει τῷ τοιούτῳ ταὔτʼ εἰσφέρειν, ἐάν του καιρὸς ἢ χρεία παραστῇ. ἕτερος οὑτοσί τις βίαιος, οὐδένʼ οὔτʼ ἐλεῶν οὔθʼ ὅλως ἄνθρωπον ἡγούμενος· τούτῳ τὰς ὁμοίας φορὰς παρʼ ἑκάστου δίκαιον ὑπάρχειν. σὺ δή, πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ, τοῦτον δίκαιος εἶ συλλέξασθαι.1

というのも、すべての人間はその生涯を通じて行うあらゆる行為によって、みずからの人生のための頼母子講を自分自身のために拠出していると認めている、と私は考えるからです。たとえば、ここにいる私のような誰かがすべての人に対して中庸を保ち、慈悲深く、多くの人々に善行を施しているとすれば、そのような者に対しては、何らかの好機や窮難が訪れた際、誰もが同じものを拠出するのが当然です。一方、ここにいる別の誰かが粗暴で、誰にも同情せず、他者を人間ともみなさないとすれば、この者には各人からそれ相応の割り当てがなされるのが正当です。それでは、あなたはそのような頼母子講を自分自身のために払い込んできたのだから、まさにあなたこそがこの講の分を受け取るのが正当なのです。

§102

ἡγοῦμαι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ εἰ μηδὲν ἔτʼ ἄλλʼ εἶχον κατηγορεῖν Μειδίου, μηδὲ δεινότερʼ ἦν ἃ μέλλω λέγειν ὧν εἴρηκα, δικαίως ἂν ὑμᾶς ἐκ τῶν εἰρημένων καὶ καταψηφίσασθαι καὶ τιμᾶν αὐτῷ τῶν ἐσχάτων. οὐ μὴν ἐνταῦθʼ ἕστηκε τὸ πρᾶγμα, οὐδʼ ἀπορήσειν μοι δοκῶ τῶν μετὰ ταῦτα· τοσαύτην ἀφθονίαν οὗτος πεποίηκε κατηγοριῶν.

さて、アテナイの皆さん、たとえ私がメイディアスについてこれ以上告発すべきことを何も持たず、これから述べる事柄がすでに述べた事柄以上に深刻でなかったとしても、すでに述べられたことだけからしても、皆さんが彼に有罪の票を投じ、極刑を科すのは正当であると私は考えます。しかし、事態はここで留まっているわけではなく、その後の事柄に事欠くとも思いません。この男はそれほどまでに豊富な告発材料を提供してきたのです。

§103

ὅτι μὲν δὴ λιποταξίου γραφὴν κατεσκεύασεν κατʼ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσοντʼ ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. καὶ γὰρ οὔτʼ ἀνεκρίνατο ταύτην ὁ συκοφάντης ἐκεῖνος, οὔθʼ οὗτος οὐδενὸς εἵνεκʼ αὐτὸν ἐμισθώσατο πλὴν ἵνʼ ἐκκέοιτο πρὸ τῶν ἐπωνύμων καὶ πάντες ὁρῷεν Εὐκτήμων Λουσιεὺς ἐγράψατο Δημοσθένην Παιανιέα λιποταξίου· καί μοι δοκεῖ κἂν προσγράψαι τοῦθʼ ἡδέως, εἴ πως ἐνῆν, ὅτι Μειδίου μισθωσαμένου γέγραπται. ἀλλʼ ἐῶ τοῦτο· ἐφʼ ᾗ γὰρ ἐκεῖνος ἠτίμωκεν αὑτὸν οὐκ ἐπεξελθών,2 οὐδεμιᾶς ἔγωγʼ ἔτι προσδέομαι δίκης, ἀλλʼ ἱκανὴν ἔχω.

この男が私に対して兵役放棄の公訴をでっち上げ、それを実行させる者として、あの薄汚く極めて軽薄な、ゴミくずのようなエウクテモンを雇い入れたことについては、不問に付すことにします。なぜなら、かの告発屋自身その訴訟の予備審問を行わなかったし、この男も、名祖の英雄像の前に次の掲示が張り出され、誰もがこれを見るようにする目的以外には、彼を雇わなかったからです。 「ルシア区のエウクテモンが、パイアニア区のデモステネスを兵役放棄の罪で告発した。」 そして私には、もし可能なら、「メイディアスが雇い入れたことにより告発された」とでも書き足したかったことだろうと思われます。しかし、この件は措いておきます。なぜなら、その訴訟を遂行しなかったことによって彼自身が市民権剥奪を受けた以上、私としてはもはやいかなる処罰も求める必要はなく、十分な報いを得ているからです。

§104

ἀλλʼ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον καὶ κοινὸν ἔμοιγʼ ἀσέβημα, οὐκ ἀδίκημα μόνον, τούτῳ πεπρᾶχθαι δοκεῖ, τοῦτʼ ἐρῶ.3 τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ κακῆς καὶ χαλεπῆς συμβάσης αἰτίας Ἀριστάρχῳ τῷ Μόσχου, τὸ μὲν πρῶτον, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ τὴν ἀγορὰν περιιὼν ἀσεβεῖς καὶ δεινοὺς λόγους ἐτόλμα περὶ ἐμοῦ λέγειν, ὡς ἐγὼ τὸ πρᾶγμʼ εἰμὶ τοῦτο δεδρακώς· ὡς δʼ οὐδὲν ἤνυε τούτοις, προσελθὼν τοῖς ἐπʼ ἐκεῖνον ἄγουσι τὴν αἰτίαν τοῦ φόνου, τοῖς τοῦ τετελευτηκότος οἰκείοις, χρήμαθʼ ὑπισχνεῖτο δώσειν εἰ τοῦ πράγματος αἰτιῷντʼ ἐμέ, καὶ οὔτε θεοὺς οὔθʼ ὁσίαν οὔτʼ ἄλλʼ οὐδὲν ἐποιήσατʼ ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδʼ ὤκνησεν.

しかし、アテナイの皆さん、この男によって行われた、極めて深刻で残酷、かつ私にとっては単なる不正にとどまらず共通の冒涜とも思える行為、これを私は述べましょう。あの哀れで不運なモスコスの子アリスタルコスに破滅的で過酷な嫌疑が降りかかったとき、アテナイの皆さん、この男はまず広場を歩き回り、私がその行為を実行した張本人であるという、冒涜的で恐ろしい噂を平然と言いふらしました。そしてそれらの噂では何の成果も得られないと知るや、あの男に対して殺人の容疑を申し立てていた人々、すなわち被害者の遺族たちに近づき、もし私をこの事件で告発するならば金銭を与えようと約束したのです。そしてそのような言葉を口にするにあたって、神々も道徳もその他のいかなるものも障害とせず、ためらいもしませんでした。

§105

ἀλλʼ οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη, εἰ τοιοῦτο κακὸν καὶ τηλικοῦτον ἀδίκως ἐπάγει τῳ, ἀλλʼ ἕνʼ ὅρον θέμενος παντὶ τρόπῳ μʼ ἀνελεῖν, οὐδὲν ἐλλείπειν ᾤετο δεῖν, ὡς δέον, εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου δίκης ἀξιοῖ τυχεῖν καὶ μὴ σιωπᾷ, τοῦτον ἐξόριστον ἀνῃρῆσθαι4 καὶ μηδαμῇ παρεθῆναι, ἀλλὰ καὶ λιποταξίου γραφὴν ἑαλωκέναι καὶ ἐφʼ αἵματι φεύγειν καὶ μόνον οὐ προσηλῶσθαι. καίτοι ταῦθʼ ὅταν ἐξελεγχθῇ ποιῶν πρὸς οἷς ὕβριζέν με χορηγοῦντα, τίνος συγγνώμης ἢ τίνος ἐλέου δικαίως τεύξεται παρʼ ὑμῶν;

それどころか、このような甚大で深刻な災厄を誰かに不当に着せることに、自分が語りかけている相手に対してすら恥じ入ることもしませんでした。ただあらゆる手段で私を抹滅するという一つの目的を定め、いかなる悪事をも怠るべきではないと考えたのです。あたかも、この男から暴行を受けながら正当な償いを求め、沈黙しない者がいれば、その者は追放されて抹殺され、決して見逃されてはならず、それどころか兵役放棄の公訴で有罪となり、流血の罪で追放され、あやうく磔にされるべきであるのが当然であるかのように。それにしても、合唱隊長を務めていた私に暴行を加えたことに加えて、このような行いに及んでいたことが証明されたとき、この男が皆さんからどのような寛容や同情を正当に受けることができるというのでしょうか。

§106

ἐγὼ μὲν γὰρ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω αὐτόχειρά μου γεγενῆσθαι τούτοις τοῖς ἔργοις, καὶ τότε μὲν τοῖς Διονυσίοις τὴν παρασκευὴν καὶ τὸ σῶμα καὶ τἀναλώμαθʼ ὑβρίζειν, νῦν δὲ τούτοις οἷς ἐποίει καὶ διεπράττετʼ ἐκεῖνά τε καὶ τὰ λοιπὰ πάντα, τὴν πόλιν, τὸ γένος, τὴν ἐπιτιμίαν, τὰς ἐλπίδας· εἰ γὰρ ἓν ὧν ἐπεβούλευσε κατώρθωσεν, ἁπάντων ἂν ἀπεστερήμην ἐγὼ καὶ μηδὲ ταφῆναι προσυπῆρχεν οἴκοι μοι. διὰ τί, ἄνδρες δικασταί; εἰ γάρ, ἐάν τις παρὰ πάντας τοὺς νόμους ὑβρισθεὶς ὑπὸ Μειδίου βοηθεῖν αὑτῷ πειρᾶται, ταῦτα καὶ τοιαῦθʼ ἕτερʼ αὐτῷ παθεῖν ὑπάρξει, προσκυνεῖν τοὺς ὑβρίζοντας ὥσπερ ἐν τοῖς βαρβάροις, οὐκ ἀμύνεσθαι κράτιστον ἔσται.

アテナイの皆さん、私としては、この男はこれらの所業によって私の命を奪おうとした下手人となったと考えています。そしてその当時は、ディオニュシア祭において私の準備と身体と出費に対して暴行を加えたのに対し、今や彼が行い企てていたこれらの手段を通じて、それらのものだけでなく残るすべて、すなわち国籍、家系、市民権、将来の希望までも蹂躙したのです。なぜなら、彼が企てたことのうち一つでも成功していたなら、私はすべてを奪われ、故郷の地に埋葬されることすら許されなかったはずだからです。裁判員の皆さん、それはなぜでしょうか。もし、あらゆる法律に反してメイディアスから暴行を受けた者が自らを救おうと試みるだけで、これらやこれに類する数々の災難を被ることになるのだとすれば、異邦人たちの間におけるように、暴力を振るう者に平伏し、自衛などしないことこそが最善の道となってしまうからです。

構文注4 件
  1. 101τοῦτον δίκαιος εἶ συλλέξασθαι

    δίκαιός εἰμι+不定詞による人称構文(非人称構文 δίκαιόν ἐστί σε συλλέξασθαι の人称化)。話者は「あなたがそれを集めるのが正当である」という意味を表しており、ἔρανος(相互扶助の醵金)を集金する権利あるいは義務をメイディアス自身に直接帰属させている。

  2. 103ἐφʼ ᾗ γὰρ ἐκεῖνος ἠτίμωκεν αὑτὸν οὐκ ἐπεξελθών

    前置詞句 ἐφʼ ᾗ の先行詞は直前の γραφή(公訴)。アテナイの訴訟法上、公訴(γραφή)を提起しながら予備審問や本審理を追行(ἐπεξέρχομαι)しなかった原告は、自動的に市民権剥奪(ἀτιμία)と罰金を課された。ここでは「その訴訟を追行しなかったことによって彼が自ら市民権を剥奪された以上」という根拠を示す。

  3. 103ἀλλʼ ὃ καὶ δεινόν... τοῦτʼ ἐρῶ

    関係詞 ὅ が主動詞 ἐρῶ の目的語となる τοῦτο を先取りする前置き(prolepsis)構文。中間に対比・補足の述語要素(καὶ σχέτλιον καὶ κοινὸν ἔμοιγʼ ἀσέβημα, οὐκ ἀδίκημα μόνον, τούτῳ πεπρᾶχθαι δοκεῖ)が挟まれ、主節の核である τοῦτʼ ἐρῶ に着地する。

  4. 105ὡς δέον, εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου δίκης ἀξιοῖ τυχεῖν καὶ μὴ σιωπᾷ, τοῦτον ἐξόριστον ἀνῃρῆσθαι

    接続詞 ὡς に非人称動詞 δεῖ の絶対対格 δέον が後続し、メイディアスの身勝手かつ傲慢な主観的意図(「〜すべきであるかのように」)を導く。δέον に支配される一連の不定詞(ἀνῃρῆσθαι, ἑαλωκέναι, φεύγειν, προσηλῶσθαι)は、被害者が辿るべき「必然の結末」としてメイディアスが想定していた過酷な処遇を並列している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:101-106