- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:89-96
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者はソロン以来の厳格な立法手続(旧法の告発、新法の事前掲示、対案の提出、陪審法廷での審査)を想起させ、レプティネスがこれを完全に無視して既存の有効な法律に反する法を強行した違法性を弾劾し、自らが提出した正当な対案法律の条文を法廷で朗読させる。
καὶ τούτων πάντων οὐδὲν ἔσθʼ ἡμέτερον οὐδὲ καινὸν εὕρημα, ἀλλʼ ὁ παλαιός, ὃν οὗτος παρέβη, νόμος οὕτω κελεύει νομοθετεῖν, γράφεσθαι μέν, ἄν τίς τινα τῶν ὑπαρχόντων νόμων μὴ καλῶς ἔχειν ἡγῆται, παρεισφέρειν δʼ αὐτὸν ἄλλον, ὃν ἂν τιθῇ λύων ἐκεῖνον, ὑμᾶς δʼ ἀκούσαντες ἑλέσθαι τὸν κρείττω.1
そしてこれらのことの何一つとして、我々自身の創意でも新しい考案でもなく、この男が違反した古の法律がこのように立法することを命じているのです。すなわち、もし誰かが既存の法律のどれかが善くないと考えるなら、それを告発する一方で、その法を廃止するにあたって提案する別の法律を自ら対案として提出し、皆様は双方を聞いた上でより優れた方を選ぶべし、と。
οὐ γὰρ ᾤετο δεῖν ὁ Σόλων, ὁ τοῦτον τὸν τρόπον προστάξας νομοθετεῖν, τοὺς μὲν θεσμοθέτας τοὺς ἐπὶ τοὺς νόμους κληρουμένους δὶς δοκιμασθέντας ἄρχειν, ἔν τε τῇ βουλῇ καὶ παρʼ ὑμῖν ἐν τῷ δικαστηρίῳ, τοὺς δὲ νόμους αὐτούς, καθʼ οὓς καὶ τούτοις ἄρχειν καὶ πᾶσι τοῖς ἄλλοις πολιτεύεσθαι προσήκει, ἐπὶ καιροῦ τεθέντας, ὅπως ἔτυχον, μὴ δοκιμασθέντας κυρίους εἶναι.
というのも、このように立法することを命じたソロンは、法律を担当する抽選で選ばれたテスモテタイたちが評議会と皆様の法廷の双方で二度の資格審査を受けて職に就く一方で、それらに従って彼らも職務を執り他のすべての市民も国政に参与すべき法律そのものが、思いつきで、行き当たりばったりに制定され、何の審査も受けずに効力を持つべきだとは考えなかったからです。
καὶ γάρ τοι τότε μέν, τέως τὸν τρόπον τοῦτον ἐνομοθέτουν, τοῖς μὲν ὑπάρχουσι νόμοις ἐχρῶντο, καινοὺς δʼ οὐκ ἐτίθεσαν· ἐπειδὴ δὲ τῶν πολιτευομένων τινὲς δυνηθέντες, ὡς ἐγὼ πυνθάνομαι, κατεσκεύασαν αὑτοῖς ἐξεῖναι νομοθετεῖν, ὅταν τις βούληται καὶ ὃν ἂν τύχῃ τρόπον, τοσοῦτοι μὲν οἱ ἐναντίοι σφίσιν αὑτοῖς εἰσὶ νόμοι, ὥστε χειροτονεῖθʼ ὑμεῖς τοὺς διαλέξοντας τοὺς ἐναντίους ἐπὶ πάμπολυν ἤδη χρόνον, καὶ τὸ πρᾶγμʼ οὐδὲν μᾶλλον δύναται πέρας ἔχειν· ψηφισμάτων δʼ οὐδʼ ὁτιοῦν διαφέρουσιν οἱ νόμοι, ἀλλὰ νεώτεροι οἱ νόμοι, καθʼ οὓς τὰ ψηφίσματα δεῖ γράφεσθαι, τῶν ψηφισμάτων αὐτῶν ὑμῖν εἰσίν. ἵνʼ οὖν μὴ λόγον λέγω μόνον, ἀλλὰ καὶ τὸν νόμον αὐτὸν ὅν φημι δείξω, λαβέ μοι τὸν νόμον καθʼ ὃν ἦσαν οἱ πρότερον νομοθέται. λέγε. ΝΟΜΟΣ. συνίεθʼ ὃν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, ὁ Σόλων τοὺς νόμους ὡς καλῶς κελεύει τιθέναι, πρῶτον μὲν παρʼ ὑμῖν, ἐν τοῖς ὀμωμοκόσιν, παρʼ οἷσπερ καὶ τἄλλα κυροῦται, ἔπειτα λύοντα τοὺς ἐναντίους, ἵνʼ εἷς ᾖ περὶ τῶν ὄντων ἑκάστου νόμος, καὶ μὴ τοὺς ἰδιώτας αὐτὸ τοῦτο ταράττῃ καὶ ποιῇ τῶν ἅπαντας εἰδότων τοὺς νόμους ἔλαττον ἔχειν, ἀλλὰ πᾶσιν ᾖ ταὔτʼ ἀναγνῶναι καὶ μαθεῖν ἁπλᾶ καὶ σαφῆ τὰ δίκαια.
そして実際その当時、この方法で立法していた間は、既存の法律を用いており、新しい法律を制定することはありませんでした。しかし、私の耳に入っているところでは、国政に携わる者たちのうちの何人かが力を持つようになり、誰でも望むときに、どんな行き当たりばったりの方法でも立法できるように計らって以来、法律相互の矛盾があまりにも多くなったため、皆様はそれらの矛盾する法律を選別する人々をもうずいぶんと長い間選出し続けておられますが、この事態は少しも決着を見ることができません。そして法律は民会決議と何ら異なるところがなく、むしろ決議がそれに従って起草されるべき法律のほうが、皆様において決議そのものよりも新しいのです。それゆえ、私がただ言葉を述べるだけでなく、私が語っているその法律自体をお見せできるように、かつての立法者たちが従っていた法律を私のために取ってください。朗読しなさい。 〔法律〕アテナイの皆様、ソロンがいかに見事に法律を制定するよう命じているか、お分かりでしょうか。第一に皆様のもとで、すなわち他のすべての事柄も承認される誓いを立てた者たちの法廷においてであること、次いで、現存する事柄の各々について法律が一つだけになり、まさにそのことによって素人市民が困惑させられたり法律をことごとく知る者たちより不利な立場に置かれたりすることがなく、すべての者にとって同一の、正義についての簡潔で明快な規定を読み、学ぶことができるように、相反する法律を廃止した上で制定すべきであること。
καὶ πρὸ τούτων γʼ ἐπέταξεν ἐκθεῖναι πρόσθε τῶν ἐπωνύμων καὶ τῷ γραμματεῖ παραδοῦναι, τοῦτον δʼ ἐν ταῖς ἐκκλησίαις ἀναγιγνώσκειν, ἵνʼ ἕκαστος ὑμῶν ἀκούσας πολλάκις καὶ κατὰ σχολὴν σκεψάμενος, ἃν ᾖ καὶ δίκαια καὶ συμφέροντα, ταῦτα νομοθετῇ. τούτων τοίνυν τοσούτων ὄντων τὸ πλῆθος, οὑτοσὶ μὲν οὐδʼ ὁτιοῦν ἐποίησε· οὐδὲ γὰρ ἂν ὑμεῖς ποτʼ ἐπείσθητε, ὡς ἐγὼ νομίζω, θέσθαι τὸν νόμον· ἡμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα, καὶ παρεισφέρομεν πολλῷ καὶ κρείττω καὶ δικαιότερον τοῦ τούτου νόμον.
そしてこれらに先立って、彼は法律を名祖英雄像の前に掲示し、書記に引き渡すこと、そして書記は民会においてそれを朗読することを命じました。それは皆様の各々が幾度も聴き、時間をかけて熟考した上で、正しくかつ有益である法律を制定するためです。このように多くの規定があるにもかかわらず、この男はその何一つとして行いませんでした。もし行っていたなら、私の思うに、皆様が決してこの法律を制定することに同意されなかったからです。それに対しアテナイの皆様、我々はすべてを行い、この男の法律よりもはるかに優れ、かつ公正な法律を対案として提出しているのです。
γνώσεσθε δʼ ἀκούοντες. λαβὲ καὶ λέγε πρῶτον μὲν ἃ τοῦ τούτου νόμου γεγράμμεθα, εἶθʼ ἅ φαμεν δεῖν ἀντὶ τούτων τεθῆναι. λέγε. ΝΟΜΟΣ. ταῦτα μέν ἐσθʼ ἃ τοῦ τούτου νόμου διώκομεν ὡς οὐκ ἐπιτήδεια. τὰ δʼ ἑξῆς λέγε, ἃ τούτων εἶναι βελτίω φαμέν. προσέχετʼ, ἄνδρες δικασταί, τούτοις ἀναγιγνωσκομένοις τὸν νοῦν. λέγε. ΝΟΜΟΣ. ἐπίσχες. τοῦτο μέν ἐστιν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σαφές, τὰς δωρειὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι· δίκαιον, ὦ γῆ καὶ θεοί. χρῆν τοίνυν Λεπτίνην μὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον πρὶν τοῦτον ἔλυσε γραψάμενος.2 νῦν δὲ μαρτυρίαν καθʼ ἑαυτοῦ καταλείπων ὅτι παρανομεῖ τουτονὶ τὸν νόμον, ὅμως ἐνομοθέτει, καὶ ταῦθʼ ἑτέρου κελεύοντος νόμου καὶ κατʼ αὐτὸ τοῦτʼ ἔνοχον εἶναι τῇ γραφῇ, ἐὰν ἐναντίος ᾖ τοῖς πρότερον κειμένοις νόμοις. λαβὲ δʼ αὐτὸν τὸν νόμον. ΝΟΜΟΣ.
耳を傾けてくださればお分かりになるでしょう。まずこの男の法律のうち我々が告発している箇所を、次にそれらの代わりに制定されるべきだと我々が主張する箇所を取って朗読しなさい。朗読しなさい。 〔法律〕これらがこの男の法律のうち、我々が不適格であるとして糾弾している箇所です。次に、これらよりも優れていると我々が主張する箇所を続けて朗読しなさい。裁判員の皆様、朗読されるこれらに注意をお向けください。朗読しなさい。 〔法律〕やめなさい。アテナイの皆様、これこそが現行の有効な法律の中に存する、立派で明快な条文です。 「民衆が与えたすべての賜物は有効とする」おお大地と神々よ、なんと正当なことでしょう。したがってレプティネスは、まずこの法を告発して廃止するまでは、自身の法律を制定すべきではなかったのです。ところが彼は、自分が違法を犯しているという自らに不利な証拠としてこの法律を残しながら、それでもなお立法を行いました。それも、以前に制定された法律に違反している場合には、まさにそのことによって違法性告発訴追の対象となるべしと別の法律が命じているにもかかわらずです。その法律自体を取ってください。 〔法律〕
- 89ὑμᾶς δʼ ἀκούσαντες ἑλέσθαι τὸν κρείττω
不定詞 ἑλέσθαι の意味上の主語として対格 ὑμᾶς が置かれているにもかかわらず、直前の分詞が主格複数 ἀκούσαντες となっている構文的破格(意味の一致)。先行する主文の動詞 κελεύει による対格不定詞構文から、聞き手(陪審員)に直接呼びかけるような思考の流れが生じ、主格分詞が引き寄せられている。
- 96χρῆν τοίνυν Λεπτίνην μὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον πρὶν τοῦτον ἔλυσε γραψάμενος
非人称動詞の不完了過去 χρῆν は反実仮想的なニュアンス(「〜すべきであったのに実際にはしなかった」)を表す。また否定を伴う主節(μὴ πρότερον)に呼応する接続詞 πρὶν の後に直説法アオリスト ἔλυσε が後続しており、主節の χρῆν(実現しなかった過去の当為)への同化により、実際には行われなかった先行動作(「告発して廃止するまでは(制定してはならなかった)」)を表す。
