- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg020.humanitext-grc2:75-81
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は将軍ハブリアスの息子から免役特権を奪うことの不当性を訴え、ハブリアスの輝かしい軍功・無敗の記録・アテナイのための戦死を挙げ、かつて敵対したキオス人ですら彼の栄誉を守っていることと比較して聴衆の信義を促す。
εἶεν. ἀλλὰ νὴ Δία τὸν παῖδα τὸν Χαβρίου περιίδωμεν ἀφαιρεθέντα τὴν ἀτέλειαν,1 ἣν ὁ πατὴρ αὐτῷ δικαίως παρʼ ὑμῶν λαβὼν κατέλιπεν. ἀλλʼ οὐδένʼ ἀνθρώπων εὖ φρονοῦντʼ οἶμαι ταῦτʼ ἂν φῆσαι καλῶς ἔχειν. ἴστε μὲν οὖν ἴσως, καὶ ἄνευ τοῦ παρʼ ἐμοῦ λόγου, ὅτι σπουδαῖος Χαβρίας ἦν ἀνήρ, οὐ μὴν κωλύει γʼ οὐδὲν κἀμὲ διὰ βραχέων ἐπιμνησθῆναι τῶν πεπραγμένων αὐτῷ.
よろしい。しかし、ゼウスにかけて、我々はハブリアスの息子が、父が皆様から正当に授かって息子に遺した免役特権を奪われるのを看過してよいものでしょうか。正気の人であれば誰も、それが立派なことだとは言わないと私は思います。もっとも皆様はおそらく、私の演説がなくともハブリアスがいかに優れた男であったかをご存じでしょうが、彼の成し遂げた功績について私が手短に言及することも妨げにはならないはずです。
ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς ἅπαντας Πελοποννησίους παρετάξατʼ ἐν Θήβαις,2 καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσʼ ἐν Κύπρῳ τρόπαιʼ ἔστησεν καὶ μετὰ ταῦτʼ ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου δέω λέγειν χώραν οὐδαμοῦ τὸ τῆς πόλεως ὄνομʼ οὐδʼ αὑτὸν κατῄσχυνεν, οὔτε πάνυ ῥᾴδιον κατὰ τὴν ἀξίαν εἰπεῖν, πολλή τʼ αἰσχύνη λέγοντος ἐμοῦ ταῦτʼ ἐλάττω φανῆναι τῆς ἐν ἑκάστῳ νῦν περὶ αὐτοῦ δόξης ὑπαρχούσης· ἃ δʼ οὐδαμῶς ἂν εἰπὼν οἴομαι μικρὰ ποιῆσαι, ταῦθʼ ὑπομνῆσαι πειράσομαι.
彼が皆様を率いてテーバイにおいて全ペロポネソス軍と対陣した次第や、アイギナでゴルゴパスを討ち取ったこと、キュプロスで、そしてその後にエジプトでいかに多くの戦勝記念碑を建てたか、またほとんどすべての地を巡り歩きながら、我が都市の名をも自分自身をも決して辱めることがなかったことについては、その功績にふさわしく語ることは決して容易ではなく、私が語ることによって、皆様各自の心に今ある彼への評価よりもかえって劣って見えてしまうのは大いなる恥となります。しかし、語っても決して過小評価させることはないと私が思う事柄について、私は皆様に想起していただこうと試みます。
ἐνίκησεν μὲν τοίνυν Λακεδαιμονίους ναυμαχίᾳ καὶ πεντήκοντα μιᾶς δεούσας ἔλαβʼ αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τούτων τὰς πολλὰς καὶ παρέδωκεν ὑμῖν καὶ φιλίας ἐποίησεν ἐχθρῶς ἐχούσας πρότερον, τρισχίλια δʼ αἰχμάλωτα σώματα δεῦρʼ ἤγαγεν, καὶ πλεῖν ἢ δέκα καὶ ἑκατὸν τάλαντʼ ἀπέφηνʼ ἀπὸ τῶν πολεμίων. καὶ τούτων πάντων ὑμῶν τινὲς οἱ πρεσβύτατοι μάρτυρές εἰσί μοι. πρὸς δὲ τούτοις ἄλλας τριήρεις πλεῖν ἢ εἴκοσιν εἷλε, κατὰ μίαν καὶ δύο λαμβάνων, ἃς ἁπάσας εἰς τοὺς ὑμετέρους λιμένας κατήγαγεν.
彼は海戦でラケダイモン人を破り、五十隻に一隻足りない四十九隻の三段櫂船を拿捕しました。またこれら島々の多くを攻略して皆様に引き渡し、以前は敵対的であった島々を友好関係へと導き、三千人の捕虜をここへ連れ帰り、敵から百十タラントン余りの収益を国庫に納めました。そしてこれらすべてのことについて、皆様のうちの最長老の方々が私の証人となってくださいます。これに加えて彼は、一隻、二隻と拿捕しながら、さらに二十隻余りの三段櫂船を鹵獲し、そのすべてを皆様の港へと曳航しました。
ἑνὶ δὲ κεφαλαίῳ μόνος τῶν πάντων στρατηγῶν οὐ πόλιν, οὐ φρούριον, οὐ ναῦν, οὐ στρατιώτην ἀπώλεσεν οὐδένʼ ἡγούμενος ὑμῶν, οὐδʼ ἔστιν οὐδενὶ τῶν ὑμετέρων ἐχθρῶν τρόπαιον οὐδὲν ἀφʼ ὑμῶν τε κἀκείνου, ὑμῖν δʼ ἀπὸ πολλῶν πόλλʼ ἐκείνου στρατηγοῦντος. ἵνα δὲ μὴ λέγων παραλίπω τι τῶν πεπραγμένων αὐτῷ, ἀναγνώσεται γεγραμμένας ὑμῖν τάς τε ναῦς ὅσας ἔλαβεν καὶ οὗ ἑκάστην, καὶ τῶν πόλεων τὸν ἀριθμὸν καὶ τῶν χρημάτων τὸ πλῆθος, καὶ τῶν τροπαίων οὗ ἕκαστον. λέγε. ΠΡΑΞΕΙΣ ΧΑΒΡΙΟΥ.
そして一言で要約するなら、全将軍の中でただ彼一人のみが、皆様の指揮を執りながら、一つの都市も、一つの砦も、一隻の軍船も、一人の兵士も失うことがなく、皆様の敵の誰一人として皆様と彼から戦勝記念碑を勝ち得た者はいなかったのに対し、皆様は彼が指揮を執ったことで、多くの敵から数多くの記念碑を獲得したのです。彼が成し遂げたことのいずれかを私が語り漏らすことのないよう、彼が捕獲した軍船の数とその拿捕場所、都市の数、金銭の総額、そして戦勝記念碑それぞれの設置場所を記した記録を、書記が皆様に朗読いたします。朗読してください。
δοκεῖ τισὶν ὑμῶν, ὦ ἄνδρες δικασταί, οὗτος ὁ τοσαύτας πόλεις λαβὼν καὶ τριήρεις τῶν πολεμίων ναυμαχίᾳ νικήσας, καὶ τοσούτων καλῶν αἴτιος ὤν, αἰσχροῦ δʼ οὐδενὸς τῇ πόλει, ἄξιος εἶναι ἀποστερηθῆναι τὴν ἀτέλειαν ἣν εὕρετο παρʼ ὑμῶν καὶ τῷ υἱεῖ κατέλιπεν; ἐγὼ μὲν οὐκ οἴομαι. καὶ γὰρ ἂν ἄλογον εἴη· μίαν μὲν πόλιν εἰ ἀπώλεσεν ἢ ναῦς δέκα μόνας, περὶ προδοσίας ἂν αὐτὸν εἰσήγγελλον οὗτοι, καὶ εἰ ἑάλω, τὸν ἅπαντʼ ἂν ἀπωλώλει χρόνον·
〔ハブリアスの事績〕裁判員の皆様、これほど多くの都市を奪取し、海戦で敵の三段櫂船を撃破し、我が都市に数多くの栄光をもたらしながら恥辱となることは何一つもたらさなかったこの人物が、皆様から獲得し息子に遺した免役特権を奪われるに値すると、皆様のうちの誰かが思われるでしょうか。私にはそうは思えません。なぜなら、それは理不尽というものだからです。もし彼が都市を一つ失ったか、軍船をわずか十隻でも失っていたとしたら、この者たちは彼を反逆罪で弾劾し、もし有罪となっていたなら、彼は永遠に葬り去られていたことでしょう。
ἐπειδὴ δὲ τοὐναντίον ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ ναῦς ἔλαβεν, τρισχιλίους δʼ αἰχμαλώτους, δέκα δὲ καὶ ἑκατὸν τάλαντʼ ἀπέφηνεν, τοσαῦτα δʼ ἔστησε τρόπαια, τηνικαῦτα δʼ οὐκ ἔσται κύριʼ αὐτῷ τὰ δοθέντʼ ἐπὶ τούτοις;3 καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ζῶν πάνθʼ ὑπὲρ ὑμῶν φανήσεται πράξας Χαβρίας, καὶ τὴν τελευτὴν αὐτὴν τοῦ βίου πεποιημένος οὐχ ὑπὲρ ἄλλου τινός, ὥστε δικαίως ἂν οὐ μόνον διὰ τὰ ζῶντι πεπραγμένα φαίνοισθʼ εὐνοϊκῶς διακείμενοι πρὸς τὸν υἱὸν αὐτοῦ, ἀλλὰ καὶ διὰ ταύτην.
それなのに、それとは正反対に、彼が十七の都市を攻略し、七十隻の軍船を捕獲し、三千人の捕虜を得、百十タラントンを納め、これほど多くの戦勝記念碑を建てたにもかかわらず、その時にはこれらに対して与えられた特権が彼にとって有効でなくなると言うのでしょうか。さらにアテナイの皆様、ハブリアスは生きている間もすべてを皆様のために行い、その生涯の最後さえも他ならぬ皆様のために遂げたことが明らかとなるでしょう。したがって、彼が生前に成し遂げたことのゆえにのみならず、この死のゆえにも、皆様が彼の息子に対して好意的な態度をお示しになるのは当然のことです。
ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο σκοπεῖν, ὅπως μὴ φανούμεθα φαυλότεροι Χίων περὶ τοὺς εὐεργέτας γεγενημένοι. εἰ γὰρ ἐκεῖνοι μέν, ἐφʼ οὓς μεθʼ ὅπλων ἦλθεν ἐν ἐχθροῦ τάξει, μηδὲν ὧν ἔδοσαν πρότερον νῦν ἀφῄρηνται, ἀλλὰ τὰς πάλαι χάριτας μείζους τῶν καινῶν ἐγκλημάτων πεποίηνται, ὑμεῖς δέ, ὑπὲρ ὧν ἐπʼ ἐκείνους ἐλθὼν ἐτελεύτησεν, ἀντὶ τοῦ διὰ ταῦτʼ ἔτι μᾶλλον αὐτὸν τιμᾶν καὶ τῶν ἐπὶ ταῖς πρότερον εὐεργεσίαις τι δοθέντων ἀφῃρημένοι φανήσεσθε, πῶς οὐκ εἰκότως αἰσχύνην ἕξετε;
したがってアテナイの皆様、恩人に対する態度において我々がキオス人よりも劣った者とならないよう配慮することも肝要です。なぜなら、彼が敵陣の一員として武装して攻め寄せた相手であるキオス人たちですら、かつて与えた栄誉を今何一つ奪い取ることなく、昔の恩義を最近の不和よりも重んじているのに、皆様はといえば、彼が皆様のために彼らへ攻め寄せて命を落としたにもかかわらず、その死のゆえに彼をいっそう称える代わりに、以前の恩恵に対して与えられたものからさえ何かを奪い去ったと見られるようでは、恥辱を被るのは当然ではないでしょうか。
- 75ἀλλὰ νὴ Δία τὸν παῖδα τὸν Χαβρίου περιίδωμεν ἀφαιρεθέντα τὴν ἀτέλειαν
ἀλλὰ νὴ Δία は修辞的な想定問答(hypophora)または反語的提案を導入する表現であり、περιίδωμεν は従属節ではなく主節の接続法(ここでは反語的・修辞的な勧奨または議案提示の接続法)として機能している。動詞 περιορῶ は補足分詞(ἀφαιρεθέντα)を伴って「〜が…されるのを看過する/見過ごす」の意を表す二重対格由来の受動構文を形成する。
- 76ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς ἅπαντας Πελοποννησίους παρετάξατʼ ἐν Θήβαις
文頭から続く一連の名詞節・間接疑問節(ὃν μὲν οὖν τρόπον..., καὶ ὡς..., καὶ ὅσʼ..., καὶ ὅτι...)は、後続する述語 οὔτε πάνυ ῥᾴδιον κατὰ τὴν ἀξίαν εἰπεῖν に対する目的語的・論題的な先取り構造(prolepsis / hyperbaton)をなしている。文全体の主軸は μέν(功績の細目叙述を控える理由)と δέ(ἃ δʼ ... ταῦθʼ ὑπομνῆσαι πειράσομαι:想起させるべき具体的数値の導入)の対比によって支えられている。
- 80ἐπειδὴ δὲ τοὐναντίον ... τηνικαῦτα δʼ οὐκ ἔσται κύριʼ αὐτῷ τὰ δοθέντʼ ἐπὶ τούτοις;
従属節 ἐπειδὴ δὲ... を受けて帰結部(主節)の冒頭に置かれた τηνικαῦτα δʼ の δέ は「帰結の δέ(apodotic de)」である。先行する反実仮想文(μίαν μὲν πόλιν εἰ ἀπώλεσεν...)と強い対照をなしつつ、時・条件の節の後に主節を鮮明に際立たせる働きをしている。
