- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:308-313
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デモステネスは、アイスキネスがかつての愛国的言動を翻してフィリッポスを賛美し先祖の記憶を侮辱したこと、またフィロクラテスの不品行を座視したことを弾劾し、裁判員たちに祖国と先祖のために断固たる有罪投票を行うよう促す。
εἶναί τε τὸν Φίλιππον αὐτόν, Ἡράκλεις, Ἑλληνικώτατον ἀνθρώπων, δεινότατον λέγειν, φιλαθηναιότατον· οὕτω δʼ ἀτόπους τινὰς ἐν τῇ πόλει καὶ δυσχερεῖς ἀνθρώπους εἶναι ὥστʼ οὐκ αἰσχύνεσθαι λοιδορουμένους αὐτῷ καὶ βάρβαρον αὐτὸν ἀποκαλοῦντας. ἔστιν οὖν ὅπως ταῦτʼ ἄν, ἐκεῖνα προειρηκώς, ὁ αὐτὸς ἀνὴρ μὴ διαφθαρεὶς ἐτόλμησεν εἰπεῖν;1 τί δʼ;
また、ヘラクレスにかけて言うが、フィリッポス自身こそ人間の中で最もギリシア的であり、弁論に最も長け、最もアテナイ贔屓であると語り、この都市にはあまりに非常識で偏屈な人間たちがいて、彼を罵倒したり野蛮人と呼んだりすることを恥じてもいない、と語ったのである。あのようなことを前もって述べていたまさにその男が、買収されていなかったとしたら、このようなことを口にする勇気を持てたということがあり得ようか。
ἔσθʼ ὅστις ἂν τὸν Ἀτρεστίδαν τότε μισήσας διὰ τοὺς τῶν Ὀλυνθίων παῖδας καὶ γύναια, ταὐτὰ Φιλοκράτει νῦν πράττειν ὑπέμεινεν, ὃς γυναῖκας ἐλευθέρας τῶν Ὀλυνθίων ἤγαγε δεῦρʼ ἐφʼ ὕβρει, καὶ οὕτως ἐπὶ τῷ βδελυρῶς βεβιωκέναι γιγνώσκεται ὥστε μηδὲν ἔμʼ αἰσχρὸν εἰπεῖν νυνὶ περὶ αὐτοῦ δεῖν μηδὲ δυσχερές, ἀλλὰ τοσοῦτον εἰπόντος μόνον,2 ὅτι Φιλοκράτης γυναῖκας ἤγαγε, πάντας ὑμᾶς εἰδέναι καὶ τοὺς περιεστηκότας τὰ μετὰ ταῦτα, καὶ ἐλεεῖν εὖ οἶδʼ ὅτι τὰς ἀτυχεῖς καὶ ταλαιπώρους ἀνθρώπους, ἃς οὐκ ἠλέησεν Αἰσχίνης, οὐδʼ ἐδάκρυσεν ἐπὶ ταύταις τὴν Ἑλλάδα, εἰ παρὰ τοῖς συμμάχοις ὑπὸ τῶν πρέσβεων ὑβρίζονται.
さらに言えば、当時オリュントスの子供たちや女たちのゆえにアトレスティダスを憎んだ者の中で、今やフィロクラテスと行動を共にすることに耐えられた者がいただろうか。そのフィロクラテスは、オリュントスの自由身分の女たちを弄ぶために当地へ連れてきて、彼が不埓な生き方をしてきたことはあまりに周知の事実であるため、私が今彼について卑猥なことや不快なことを何一つ言う必要はなく、ただ「フィロクラテスが女たちを連れてきた」と私が一言述べるだけで、その後の成り行きを諸君も傍聴者たちも全員が承知しており、不運で悲惨な女たちに諸君が同情していることを私はよく知っている。アイスキネスはその女たちを哀れみもしなければ、もし同盟者たちのところで使節たちによって女たちが凌辱されているとしても、そのことでギリシアのために涙を流すこともしなかったのである。
ἀλλʼ ὑπὲρ αὑτοῦ κλαήσει τοῦ τὰ τοιαῦτα πεπρεσβευκότος, καὶ τὰ παιδίʼ ἴσως παράξει κἀναβιβᾶται. ὑμεῖς δʼ ἐνθυμεῖσθʼ, ὦ ἄνδρες δικασταί, πρὸς μὲν τὰ τούτου παιδία, ὅτι πολλῶν συμμάχων ὑμετέρων καὶ φίλων παῖδες ἀλῶνται καὶ πτωχοὶ περιέρχονται δεινὰ πεπονθότες διὰ τοῦτον, οὓς ἐλεεῖν πολλῷ μᾶλλον ὑμῖν ἄξιον ἢ τοὺς τοῦ ἠδικηκότος καὶ προδότου πατρός, καὶ ὅτι τοὺς ὑμετέρους παῖδας οὗτοι, καὶ τοῖς ἐκγόνοις προσγράψαντες εἰς τὴν εἰρήνην,3 καὶ τῶν ἐλπίδων ἀπεστερήκασι· πρὸς δὲ τὰ αὐτοῦ τούτου δάκρυα, ὅτι νῦν ἔχετʼ ἄνθρωπον, ὃς εἰς Ἀρκαδίαν ἐκέλευεν ἐπὶ τοὺς ὑπὲρ Φιλίππου πράττοντας πέμπειν τοὺς κατηγορήσοντας.
むしろ彼は、そのような使節職務を果たした張本人たる自分自身のために泣き言を言い、おそらく子供たちを連れ出して演壇に登らせるであろう。しかし裁判員諸君、この男の子供たちに対しては、この男のせいで過酷な目に遭い、諸君の多くの同盟者や友人たちの子供たちが流浪し、乞食となって彷徨っていること――諸君にとって同情に値するのは、不正を犯した裏切り者の父親の子供たちなどよりも、彼ら同盟者の子供たちの方であること――、そしてこの男たちが諸君の子供たちから、平和条約に「子孫たちにも」と書き加えることによって、その希望さえも奪い去ったのだということを心に留めよ。また、この男自身の涙に対しては、フィリッポスのために働く者たちを告発する人々をアルカディアへ派遣せよと命じていた男を、諸君は今こそ捕らえているのだということを心に留めよ。
νῦν τοίνυν ὑμᾶς οὐκ εἰς Πελοπόννησον δεῖ πρεσβείαν πέμπειν, οὐδʼ ὁδὸν μακρὰν βαδίσαι, οὐδʼ ἐφόδιʼ ἀναλίσκειν, ἀλλʼ ἄχρι τοῦ βήματος ἐνταυθὶ προσελθόνθʼ ἕκαστον ὑμῶν τὴν ὁσίαν καὶ δικαίαν ψῆφον ὑπὲρ τῆς πατρίδος θέσθαι κατʼ ἀνδρός, ὅς, ὦ γῆ καὶ θεοί, ἐκεῖνʼ ἃ διεξῆλθον ἐν ἀρχῇ δεδημηγορηκώς, τὸν Μαραθῶνα, τὴν Σαλαμῖνα, τὰς μάχας, τὰ τρόπαια, ἐξαίφνης ὡς ἐπέβη Μακεδονίας, πάντα τἀναντία τούτοις, μὴ προγόνων μεμνῆσθαι, μὴ τρόπαια λέγειν, μὴ βοηθεῖν μηδενί, μὴ κοινῇ μετὰ τῶν Ἑλλήνων βουλεύεσθαι, μόνον οὐ καθελεῖν τὰ τείχη.
したがって今や諸君は、ペロポネソスへ使節団を派遣する必要も、長旅を歩む必要も、旅費を費やす必要もなく、諸君の各自がここの演壇に進み出て、あの男――おお大地と神々よ、初めに私が詳述したように、マラトン、サラミス、数々の戦い、戦勝記念碑をかつて民衆の前で熱弁しておきながら、突如マケドニアに足を踏み入れるや、これらと正反対のことばかりを述べ、先祖の記憶を思い起こしてはならず、戦勝記念碑について語ってはならず、誰をも救援してはならず、ギリシア人たちと共同で協議してはならず、ほとんど城壁を取り壊せと言わんばかりであった男――に反対して、祖国のために敬虔かつ正義の投票を行うだけでよいのである。
καίτοι τούτων αἰσχίους λόγοι οὐδένες πώποτʼ ἐν τῷ παντὶ χρόνῳ γεγόνασι παρʼ ὑμῖν. τίς γάρ ἐστιν Ἑλλήνων ἢ βαρβάρων οὕτω σκαιὸς ἢ ἀνήκοος ἢ σφόδρα μισῶν τὴν πόλιν τὴν ἡμετέραν, ὅστις, εἴ τις ἔροιτο, εἰπέ μοι, τῆς νῦν οὔσης Ἑλλάδος ταυτησὶ καὶ οἰκουμένης ἔσθʼ ὅ τι ταύτην ἂν τὴν προσηγορίαν εἶχεν ἢ ᾠκεῖθʼ ὑπὸ τῶν νῦν ἐχόντων Ἑλλήνων, εἰ μὴ τὰς ἀρετὰς ὑπὲρ αὐτῶν ἐκείνας οἱ Μαραθῶνι κἀν Σαλαμῖνι παρέσχοντο, οἱ ἡμέτεροι πρόγονοι; οὐδʼ ἂν εἷς εὖ οἶδʼ ὅτι φήσειεν, ἀλλὰ πάντα ταῦθʼ ὑπὸ τῶν βαρβάρων ἂν ἑαλωκέναι.
もっとも、これらよりも恥ずべき言論は、諸君のもとで全時代を通じて決してなされたことがない。なぜなら、ギリシア人であれ異民族であれ、もし誰かが、「教えてくれ、今現に存在し人々が住まうこのギリシアの地のうちどこか一部でも、マラトンやサラミスで我らの先祖たちが彼らのためにあのような武勇を発揮しなかったとしたら、この名称を保っていたり、現在所有しているギリシア人たちによって住まわれ続けたりしただろうか」と尋ねたとして、これに対して愚かであるか、無知であるか、あるいは我らの都市を甚だしく憎悪するあまり、〔「そうだ」と答える〕者がいるだろうか。誰もが決してそうは言わず、これらすべては異民族によって奪われていたであろうと言うに違いないと私は確信している。
εἶθʼ οὓς μηδὲ τῶν ἐχθρῶν μηδεὶς ἂν τούτων τῶν ἐγκωμίων καὶ τῶν ἐπαίνων ἀποστερήσειε, τούτων Αἰσχίνης ὑμᾶς οὐκ ἐᾷ μεμνῆσθαι, τοὺς ἐξ ἐκείνων,4 ἵνʼ αὐτὸς ἀργύριον λάβῃ; καὶ μὴν τῶν μὲν ἄλλων ἀγαθῶν οὐ μέτεστι τοῖς τεθνεῶσιν, οἱ δʼ ἐπὶ τοῖς καλῶς πραχθεῖσιν ἔπαινοι τῶν οὕτω τετελευτηκότων ἴδιον κτῆμʼ εἰσίν· οὐδὲ γὰρ ὁ φθόνος αὐτοῖς ἔτι τηνικαῦτʼ ἐναντιοῦται. ὧν ἀποστερῶν ἐκείνους οὗτος, αὐτὸς ἂν τῆς ἐπιτιμίας δικαίως νῦν στερηθείη, καὶ ταύτην ὑπὲρ τῶν προγόνων ὑμεῖς δίκην λάβοιτε παρʼ αὐτοῦ. τοιούτοις μέντοι λόγοις, ὦ κακὴ κεφαλή, σὺ τὰ τῶν προγόνων ἔργα συλήσας καὶ διασύρας, τῷ λόγῳ πάντα τὰ πράγματʼ ἀπώλεσας.
それならば、敵たちの誰一人として彼ら先祖からこれらの賛辞や賞賛を奪い去ることができないというのに、アイスキネスは自らが金銭を受け取るために、その子孫である諸君に対し、彼らのことを思い起こすことを禁じるというのか。確かに、その他の善きものには死者はあずかることができないが、立派になされた行為に対する賞賛は、そのように生涯を終えた者たちの固有の財産なのである。なぜなら、嫉妬すらその時にはもはや彼らに敵対しないからである。この男は彼らからそれを奪い去っているのだから、今や自身が正当にも市民権を剥奪されるべきであり、諸君は先祖のためにこの処罰を彼から取り立てるべきである。それにしても、忌まわしい男よ、お前はこのような言論によって先祖たちの事績を略奪し誹謗することで、言葉によってあらゆる国事を破滅させたのだ。
- 308ἔστιν οὖν ὅπως ταῦτʼ ἄν, ἐκεῖνα προειρηκώς, ὁ αὐτὸς ἀνὴρ μὴ διαφθαρεὶς ἐτόλμησεν εἰπεῖν;
μὴ διαφθαρεὶς は否定辞 μή を伴う条件的分詞(εἰ μὴ διεφθάρη に相当)として機能し、ἄν+直説法過去 ἐτόλμησεν と呼応して反実仮想の帰結節を形成している。「もし買収されていなかったならば、口にする勇気があっただろうか(いや、買収されていなければあり得ない)」という意味を表す。
- 309ἀλλὰ τοσοῦτον εἰπόντος μόνον
意味上の主語(話者 ἐμοῦ)が文脈から自明であるため省略された絶対属格構文。「私がこれだけ(一言)述べただけで」の意。後続の対格不定詞構文(πάντας ὑμᾶς εἰδέναι)の時間・条件を表す副詞句として機能している。
- 310καὶ τοῖς ἐκγόνοις προσγράψαντες εἰς τὴν εἰρήνην
平和条約(フィロクラテスの和約)の文言に「その子孫たちにも」という文言を追加(προσγράφω)した歴史的事実を指す。与格 τοῖς ἐκγόνοις は追加条項の対象・受益者を示し、これがアテナイの将来の選択肢を縛った罪状として告発されている。
- 313εἶθʼ οὓς μηδὲ τῶν ἐχθρῶν μηδεὶς ἂν τούτων τῶν ἐγκωμίων καὶ τῶν ἐπαίνων ἀποστερήσειε, τούτων Αἰσχίνης ὑμᾶς οὐκ ἐᾷ μεμνῆσθαι, τοὺς ἐξ ἐκείνων
関係代名詞節 οὓς... ἀποστερήσειε(対格+分離の属格:人から事柄を奪う)が先行し、主節の指示代名詞属格 τούτων(動詞 μεμνῆσθαι が要求する記憶の属格)がこれを受けている。さらに、主節の対格 ὑμᾶς に同格句 τοὺς ἐξ ἐκείνων(「彼らの子孫である諸君を」)が後続して対比を際立たせている。
