← デモステネス

第十九弁論 使節職務不履行について

§247-252

アンティゴネーの台詞とソロン像の欺瞞

デモステネスは、アイスキネスがかつて悲劇俳優として演じたソポクレス『アンティゴネー』の愛国的な台詞を裏切って祖国を危機に陥れたと糾弾し、さらに彼がソロンの彫像を引き合いに出して節制を説いた欺瞞を年代の矛盾とともに暴く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§247

ἴστε γὰρ δήπου τοῦθʼ ὅτι ἐν ἅπασι τοῖς δράμασι τοῖς τραγικοῖς ἐξαίρετόν ἐστιν ὥσπερ γέρας τοῖς τριταγωνισταῖς τὸ τοὺς τυράννους καὶ τοὺς τὰ σκῆπτρʼ ἔχοντας εἰσιέναι.1 ταῦτα τοίνυν ἐν τῷ δράματι τούτῳ σκέψασθʼ ὁ Κρέων Αἰσχίνης οἷα λέγων πεποίηται τῷ ποιητῇ, ἃ οὔτε πρὸς αὑτὸν οὗτος ὑπὲρ τῆς πρεσβείας διελέχθη οὔτε πρὸς τοὺς δικαστὰς εἶπεν. λέγε. ΙΑΜΒΕΙΑ ΣΟΦΟΚΛΕΟΥΣ ΕΞ ΑΝΤΙΓΟΝΗΣ. "ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων, ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλείσας ἔχει, κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μείζονʼ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί, οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι ἥδʼ ἐστὶν ἡ σῴζουσα, καὶ ταύτης ἔπι πλέοντες ὀρθῆς2 τοὺς φίλους ποιούμεθα." τούτων οὐδὲν Αἰσχίνης εἶπε πρὸς αὑτὸν ἐν τῇ πρεσβείᾳ, ἀλλʼ ἀντὶ μὲν τῆς πόλεως τὴν Φιλίππου ξενίαν καὶ φιλίαν πολλῷ μείζονʼ ἡγήσαθʼ αὑτῷ καὶ λυσιτελεστέραν, ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ, τὴν δʼ ἄτην ὁρῶν στείχουσαν ὁμοῦ, τὴν ἐπὶ Φωκέας στρατείαν, οὐ προεῖπεν οὐδὲ προεξήγγειλεν, ἀλλὰ τοὐναντίον συνέκρυψε καὶ συνέπραξε καὶ τοὺς βουλομένους εἰπεῖν διεκώλυσεν, οὐκ ἀναμνησθεὶς ὅτι ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι τελοῦσα μὲν ἡ μήτηρ αὐτοῦ καὶ καθαίρουσα καὶ καρπουμένη τὰς τῶν χρωμένων οὐσίας ἐξέθρεψε τοσούτους τουτουσί, διδάσκων δʼ ὁ πατὴρ γράμματα, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, πρὸς τῷ τοῦ ἥρω τοῦ ἰατροῦ, ὅπως ἠδύνατο, ἀλλʼ οὖν ἐν ταύτῃ γʼ ἔζη, ὑπογραμματεύοντες δʼ αὐτοὶ καὶ ὑπηρετοῦντες ἁπάσαις ταῖς ἀρχαῖς ἀργύριον εἰλήφεσαν, καὶ τὸ τελευταῖον ὑφʼ ὑμῶν γραμματεῖς χειροτονηθέντες δύʼ ἔτη διετράφησαν ἐν τῇ θόλῳ, πρεσβεύων δʼ ἀπέσταλτο νῦν οὗτος ἐκ ταύτης.

というのも諸君はおそらくご存じでしょう、すべての悲劇において、僭主や笏を持つ者たちの役として登場することは、いわば三番手俳優の特権であることを。そこで、この劇においてクレオン役のアイスキネスが詩人によってどのようなことを語るものとして作られているか、彼が使節職務に関して自分自身にも語りかけず、裁判員たちに対しても口にしなかったこれらの言葉を検討してみてください。朗読せよ。 ソポクレスの『アンティゴネー』からのイアンボス詩句 「いかなる男であれ、その心、 志、思慮を完全に知り抜くことは不可能である、 支配の座と法規において鍛えられた姿を現すまでは。 なぜなら私にとっては、国家全体を舵取りしながら 最善の策に取り組むことをせず、 何らかの恐れから舌を閉ざしている者は、 今も昔も最悪の男と思われるからだ。 そして自らの祖国に代えて友を重んじる者は、 そんな者を私はどこにも数え上げない。 なぜなら私は、万物を常に見そなわすゼウスにかけて、 救いに代わって市民たちに降りかかる破滅が 歩み来るのを見ながら沈黙することはないし、 祖国に敵意を抱く男を決して自分の友と することはあるまい、このことを知っているからだ、 国こそが我らを救う船であり、これが正しく航行する船上にあってこそ、我らは友を得るのだと」これらの言葉を、アイスキネスは使節職務において何ひとつ自らに語り聞かせず、都市の代わりにピリッポスの歓待と友好関係を自分にとって遥かに重大で有益なものとみなし、賢人ソポクレスに長々と別れを告げ、破滅が、すなわちポキスに対する軍事遠征が迫るのを見ながら、前もって警告することも予告することもせず、それどころか隠蔽し、加担し、口を開こうと望む者たちを妨害したのです。国こそが我らを救う船であり、その船上にあってこそ、彼の母は秘儀を執り行い、祓い清めを行い、顧客たちの財産から上前を撥ねてこれら大勢の息子たちを育て上げ、父は学校で読み書きを教えながら――年長者たちから私が聞くところでは――医者の英雄の小神殿の傍らで、できるかぎりの生活をしながらもとにかくこの国の中で生き、息子たち自身は書記補としてすべての政庁に仕えて金銭を受け取り、ついには諸君によって書記に選出されて二年間トロスで養われ、そして今、この男はこの国から使節として派遣されたのだということを、彼は思い起こしもせずに。

§250

τούτων οὐδὲν ἐσκέψατο, οὐδʼ ὅπως ὀρθὴ πλεύσεται προείδετο, ἀλλʼ ἀνέτρεψε καὶ κατέδυσε καὶ τὸ καθʼ αὑτὸν ὅπως ἐπὶ τοῖς ἐχθροῖς ἔσται παρεσκεύασεν. εἶτʼ οὐ σὺ σοφιστής; καὶ πονηρός γε. οὐ σὺ λογογράφος; καὶ θεοῖς ἐχθρός γε· ὃς ἃ μὲν πολλάκις ἠγωνίσω καὶ ἀκριβῶς ἐξηπίστασο, ὑπερέβης, ἃ δʼ οὐδεπώποτʼ ἐν τῷ βίῳ ὑπεκρίνω, ταῦτα ζητήσας ἐπὶ τῷ τῶν πολιτῶν βλάψαι τινʼ εἰς μέσον ἤνεγκας.

彼はこれらのことを何ひとつ考慮せず、国が真っ直ぐ航行するようあらかじめ配慮することもせず、むしろ国を転覆させ沈没させ、自分に関する限り、国が敵の掌中に落ちるよう計らったのです。それなのにあなたはソフィストではないというのですか。それも悪質なソフィストです。演説作者ではないというのですか。それも神々に憎まれた演説作者です。自分自身がしばしば演じ正確に熟知していたものは見過ごし、生涯で一度も演じたことのないものを探し出してきて、市民の誰かを傷つけるために法廷に持ち出したのですから。

§251

φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ὃν εἶπε λόγον σκέψασθε. ἔφη τὸν Σόλωνʼ ἀνακεῖσθαι τῆς τῶν τότε δημηγορούντων σωφροσύνης παράδειγμα, εἴσω τὴν χεῖρʼ ἔχοντʼ ἀναβεβλημένον, ἐπιπλήττων τι καὶ λοιδορούμενος τῇ τοῦ Τιμάρχου προπετείᾳ. καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντʼ ἔτη φάσʼ ἀνακεῖσθαι Σαλαμίνιοι, ἀπὸ Σόλωνος δʼ ὁμοῦ διακόσιʼ ἐστὶν ἔτη καὶ τετταράκοντʼ εἰς τὸν νυνὶ παρόντα χρόνον, ὥσθʼ ὁ δημιουργὸς ὁ τοῦτο πλάσας τὸ σχῆμα οὐ μόνον οὐκ αὐτὸς ἦν κατʼ ἐκεῖνον, ἀλλʼ οὐδʼ ὁ πάππος αὐτοῦ.

さあ、彼がソロンについて語った言葉についても検討してみてください。彼は、ソロンが衣の中に手を収めて立つ像として奉納されているのは当時の民会弁士たちの慎み深さの模範であると述べ、ティマルコスの軽率さを咎め罵倒しました。けれども、サラミス人たちが語るには、この彫像が奉納されてからまだ五十年も経っておらず、ソロンの時代から現代のこの時までおよそ二百四十年になりますから、この姿勢を造形した工芸家は、ソロンと同時代人でないばかりか、その祖父ですら同時代人ではなかったことになります。

§252

τοῦτο μὲν τοίνυν εἶπε τοῖς δικασταῖς καὶ ἐμιμήσατο· ὃ δὲ τοῦ σχήματος ἦν τούτου πολλῷ τῇ πόλει λυσιτελέστερον, τὸ τὴν ψυχὴν τὴν Σόλωνος ἰδεῖν καὶ τὴν διάνοιαν, ταύτην οὐκ ἐμιμήσατο,3 ἀλλὰ πᾶν τοὐναντίον. ἐκεῖνος μέν γʼ ἀφεστηκυίας Σαλαμῖνος Ἀθηναίων καὶ θάνατον ζημίαν ψηφισαμένων, ἄν τις εἴπῃ κομίζεσθαι, τὸν ἴδιον κίνδυνον ὑποθεὶς ἐλεγεῖα ποιήσας ᾖδε, καὶ τὴν μὲν χώραν ἀνέσωσε τῇ πόλει, τὴν δʼ ὑπάρχουσαν αἰσχύνην ἀπήλλαξεν·

さて、彼はこのことを裁判員たちに語り、その姿勢を真似て見せました。しかし、この姿勢よりも国家にとって遥かに有益であったこと、すなわちソロンの魂と思慮を見つめること、この点については彼は真似るどころか、まったく正反対のことをしたのです。というのもソロンは、サラミスがアテナイから離反し、これを取り戻そうと口にする者には死刑を科すと市民が決議していた時に、自らの身の危険を顧みずエレゲイア詩を作って歌い、国家のために領土を奪還し、降りかかっていた恥辱を拭い去ったからです。

構文注3 件
  1. 247τὸ τοὺς τυράννους καὶ τοὺς τὰ σκῆπτρʼ ἔχοντας εἰσιέναι

    冠詞付き不定詞句(演じる役柄を表す対格 τοὺς τυράννους... を伴う)であり、前出の ἐξαίρετόν ἐστιν の実質的な主語として機能している。ὥσπερ γέρας(一種の特権として)は述語 ἐξαίρετον に同格的・副詞的に添えられている。

  2. 247ταύτης ἔπι πλέοντες ὀρθῆς

    ἔπι は後置された前置詞 ἐπί であり、属格 ταύτης(船に喩えられた国家を指す)を支配する。ὀρθῆς は述語的(「直立した状態で、傾かずに」)に船の状態を修飾する。デモステネスは引用後の散文において、この ταύτης ἔπι を受けてアイスキネスの家族が国家という船の上で生活の糧を得ていた事実へと論を展開している。

  3. 252ὃ δὲ τοῦ σχήματος ἦν τούτου πολλῷ τῇ πόλει λυσιτελέστερον, τὸ τὴν ψυχὴν τὴν Σόλωνος ἰδεῖν καὶ τὴν διάνοιαν, ταύτην οὐκ ἐμιμήσατο

    主節に先立つ関係代名詞節(ὃ ... λυσιτελέστερον)とその内容を具体化する冠詞付き不定詞(τὸ ... ἰδεῖν)が先行し、主文の動詞 οὐκ ἐμιμήσατο の目的語として女性単数指示代名詞 ταύτην が置かれている。指示代名詞が中性 ὃ/τὸ ではなく女性 ταύτην となっているのは、不定詞の意味上の目的語である τὴν ψυχὴν ... καὶ τὴν διάνοιαν に牽引(attraction)されたためである。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:247-252