- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:211-218
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デモステネスは、かつてアイスキネスが自らの責任追及を免れるために自身の会計報告の法廷喚問を妨害した事実を証拠とともに暴露し、本件と無関係な誹謗や大声の弁舌に惑わされず、明白な事実に基づいて裁くよう陪審員に求める。
ὃ τοίνυν μέγιστον ἁπάντων,1 καὶ οὐ λόγος ἀλλʼ ἔργον· βουλομένου γὰρ ἐμοῦ τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίς, οὕτω καὶ λόγον ὑμῖν δοῦναι δίς, προσελθὼν Αἰσχίνης οὑτοσὶ τοῖς λογισταῖς ἔχων μάρτυρας πολλοὺς ἀπηγόρευε μὴ καλεῖν2 ἔμʼ εἰς τὸ δικαστήριον ὡς δεδωκότʼ εὐθύνας καὶ οὐκ ὄνθʼ ὑπεύθυνον· καὶ τὸ πρᾶγμʼ ἦν ὑπεργέλοιον. τί οὖν ἦν τοῦτο; τῆς προτέρας ἐκείνης πρεσβείας, ἧς οὐδεὶς κατηγόρει, δοὺς λόγον οὐκέτʼ ἐβούλετʼ αὖθις εἰσιέναι περὶ ταύτης ἧς νῦν εἰσέρχεται, ἐν ᾗ πάντα τἀδικήματʼ ἐνῆν·
さて、あらゆることの中で最も重大な点であり、単なる言葉ではなく実際の行為である事柄があります。すなわち、私が二度使節を務めたのと同様に、諸君に対して二度監査を受けることを正当なこととして望んだのに対し、このアイスキネスは多くの証人を伴って会計検査官たちのもとへ赴き、私はすでに会計報告を終えており責任を負う立場にないとして、私を法廷に喚問しないよう禁止したのです。そして、この事態は極めて滑稽なものでした。では、これはどういうことだったのでしょうか。非難する者の誰もいなかった前回のあの使節任務についての報告を済ませた彼は、今や〔彼が〕法廷に入っているところの、あらゆる不正行為が含まれていた今回の使節任務については、もはや再び法廷に入りたくなかったのです。
ἐκ δὲ τοῦ δὶς ἔμʼ εἰσελθεῖν ἀνάγκη περιίστατο καὶ τούτῳ πάλιν εἰσιέναι· διὰ ταῦτʼ οὐκ εἴα καλεῖν. καίτοι τοῦτο τὸ ἔργον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀμφότερʼ ὑμῖν ἐπιδείκνυσι σαφῶς, καὶ κατεγνωκόθʼ ἑαυτοῦ τοῦτον ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ,3 καὶ μηδὲν ἀληθὲς ἐροῦντα περὶ ἐμοῦ· εἰ γὰρ εἶχε, τότʼ ἂν καὶ λέγων καὶ κατηγορῶν ἐξητάζετο, οὐ μὰ Δίʼ οὐκ ἀπηγόρευε καλεῖν.
しかし、私が二度法廷に入ることから、彼自身も再び法廷に入らねばならないという必然が生じました。それゆえ彼は喚問を許さなかったのです。しかしアテナイの男たちよ、この行為は二つのことを諸君に明瞭に示しています。すなわち、彼が自らの有罪を認めていること、したがって今や諸君のだれ一人として敬虔の念を保ちながら彼を無罪放免することはできないということ、そして彼が私についていかなる真実も語らないであろうということです。もし真実を持っていたなら、当時発言もし告発もしているのが見いだされたはずであり、ゼウスにかけて誓いますが、喚問を禁止したりはしなかったはずだからです。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. ἀλλὰ μὴν ἄν γέ τι ἔξω τῆς πρεσβείας βλασφημῇ περὶ ἐμοῦ, κατὰ πόλλʼ οὐκ ἂν εἰκότως ἀκούοιτʼ αὐτοῦ. οὐ γὰρ ἐγὼ κρίνομαι τήμερον, οὐδʼ ἐγχεῖ μετὰ ταῦθʼ ὕδωρ οὐδεὶς ἐμοί.4 τί οὖν ἐστι ταῦτα πλὴν δικαίων λόγων ἀπορία; τίς γὰρ ἂν κατηγορεῖν ἕλοιτο κρινόμενος, ἔχων ὅ τι ἀπολογήσεται;
さて、私がこれらのことを真実として語っていることの証人を、私のために喚問してください。 [証言]ところで、もし彼が使節任務の外のことについて私を誹謗するとしても、諸君は多くの理由から彼に耳を傾けるのが妥当ではないでしょう。なぜなら、今日裁かれているのは私ではなく、この後に私のために水時計の水を注ぐ者もいないからです。では、そうした悪口は、正当な弁論の欠如以外の何でありえましょうか。裁かれている身でありながら、自らを弁明する言葉を持ち合わせている者が、どうして他人を告発することを選ぶでしょうか。
ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτʼ, ἄνδρες δικασταί. εἰ ἐκρινόμην μὲν ἐγώ, κατηγόρει δʼ Αἰσχίνης οὑτοσί, Φίλιππος δʼ ἦν ὁ κρίνων, εἶτʼ ἐγὼ μηδὲν ἔχων εἰπεῖν ὡς οὐκ ἀδικῶ κακῶς ἔλεγον τουτονὶ καὶ προπηλακίζειν ἐπεχείρουν, οὐκ ἂν οἴεσθε καὶ κατʼ αὐτὸ τοῦτʼ ἀγανακτῆσαι τὸν Φίλιππον, εἰ παρʼ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας κακῶς λέγει; μὴ τοίνυν ὑμεῖς χείρους γένησθε Φιλίππου, ἀλλʼ ὑπὲρ ὧν ἀγωνίζεται, περὶ τούτων ἀναγκάζετʼ ἀπολογεῖσθαι. λέγε τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.
さらに裁判員の方々、あのことも考察してください。もし私が裁かれており、このアイスキネスが告発し、ピリッポスが裁く者であったとして、その後私が不正をしていないことを述べる言葉を何も持たず、この男の悪口を言い、侮辱しようとしたなら、ピリッポスの前で誰かがピリッポスの恩人を悪く言ったとして、ピリッポスがまさにそのこと自体に対しても憤慨するとは思いませんか。したがって諸君もピリッポスより劣る者とならず、彼が争っている事柄、まさにこれらについて弁明するよう強制してください。証言を読み上げてください。
οὐκοῦν ἐγὼ μέν, ἐκ τοῦ μηδὲν ἐμαυτῷ συνειδέναι, καὶ λόγον διδόναι καὶ πάντα τἀκ τῶν νόμων ὑπέχειν ᾤμην δεῖν, οὗτος δὲ τἀναντία. πῶς οὖν ταὔτʼ ἐμοὶ καὶ τούτῳ πέπρακται; ἢ πῶς ἔνεστι τούτῳ ταῦτα πρὸς ὑμᾶς λέγειν, ἃ μηδʼ ᾐτίαται πρότερον πώποτε; οὐδαμῶς δήπου. ἀλλʼ ὅμως ἐρεῖ, καὶ νὴ Δίʼ εἰκότως γε. ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι ἀφʼ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίγνονται, οὐδεὶς πώποθʼ ὁμολογῶν ἀδικεῖν ἑάλω, ἀλλʼ ἀναισχυντοῦσιν, ἀρνοῦνται, ψεύδονται, προφάσεις πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην.
[証言]このように、私は自らに何らやましいところがないことから、会計報告を行い、法に基づくあらゆる手続きに服すべきだと考えたのに対し、彼は正反対のことを考えたのです。では、私と彼とがどうして同じことを行ったと言えましょうか。あるいは、かつて一度も咎め立てしたことのないような事柄を、彼が諸君の前で口にすることなどどうしてできましょうか。決してありえません。しかしそれでも彼は語るでしょうし、ゼウスにかけて、それも無理からぬことです。諸君はよくご存じのはずです。人類が存在し裁判が行われるようになって以来、自らの不正を認めながら有罪判決を受けた者など一人もおらず、むしろ恥知らずに振る舞い、否定し、嘘をつき、口実を捏造し、刑罰を逃れるためにあらゆる手を尽くすのだということを。
ὧν οὐδενὶ δεῖ παρακρουσθῆναι τήμερον ὑμᾶς, ἀλλʼ ἀφʼ ὧν ἴστʼ αὐτοὶ τὰ πράγματα κρῖναι, μὴ τοῖς ἐμοῖς λόγοις μηδὲ τοῖς τούτου προσέχειν, μηδέ γε τοῖς μάρτυσιν, οὓς οὗτος ἑτοίμους ἕξει μαρτυρεῖν ὁτιοῦν, Φιλίππῳ χορηγῷ χρώμενος· ὄψεσθε δʼ ὡς ἑτοίμως αὐτῷ μαρτυρήσουσιν· μηδέ γʼ εἰ καλὸν καὶ μέγʼ οὗτος φθέγξεται, μηδʼ εἰ φαῦλον ἐγώ.
諸君は今日、それらの口実のいずれによっても欺かれてはならず、諸君自身が知っている事柄から事態を判断すべきであり、私の言葉にも彼の言葉にも囚われてはならず、ましてや彼がピリッポスを出資者として持ち、何でも証言する用意を整えている証人たちにも耳を傾けてはなりません――彼らがどれほど容易に彼のために証言するか諸君は目の当たりにするでしょう――、また彼が美しく大声で語ろうと、私が粗末に語ろうと、惑わされてはなりません。
οὐδὲ γὰρ ῥητόρων οὐδὲ λόγων κρίσιν ὑμᾶς τήμερον, εἴπερ εὖ φρονεῖτε, προσήκει ποιεῖν, ἀλλʼ ὑπὲρ πραγμάτων αἰσχρῶς καὶ δεινῶς ἀπολωλότων τὴν ὑπάρχουσαν αἰσχύνην εἰς τοὺς αἰτίους ἀπώσασθε, τὰ πεπραγμένα, ἃ πάντες ἐπίστασθε, ἐξετάσαντες. τί οὖν ἐστι ταῦθʼ ἃ ὑμεῖς ἴστε καὶ οὐ παρʼ ἡμῶν ὑμᾶς ἀκοῦσαι δεῖ;
なぜなら諸君は、もし分別があるならば、今日弁論家たちや言葉の優劣を裁くべきではなく、恥ずべき恐るべき仕方で失われた国事のために、すべての人が知っている事実を吟味した上で、現に存在する恥辱を責任者たちへと押し返すのがふさわしいからです。では、諸君が自ら知っており、我々から聞く必要のない事柄とは何でしょうか。
εἰ μὲν ἅπανθʼ ὅσʼ ὑπέσχονθʼ ὑμῖν ἐκ τῆς εἰρήνης γέγονε, καὶ τοσαύτης ἀνανδρίας καὶ κακίας ὑμεῖς ὁμολογεῖτʼ εἶναι μεστοί, ὥστε μήτʼ ἐν τῇ χώρᾳ τῶν πολεμίων ὄντων μήτʼ ἐκ θαλάττης πολιορκούμενοι μήτʼ ἐν ἄλλῳ μηδενὶ δεινῷ τῆς πόλεως οὔσης, ἀλλὰ καὶ σῖτον εὔωνον ὠνούμενοι καὶ τἄλλʼ οὐδὲν χεῖρον πράττοντες ἢ νῦν,
もし和平によって諸君に約束された事柄がすべて実現しており、また諸君が自らこれほどまでの臆病と悪徳に満ちていると認め、その結果、敵が領土内にいるわけでもなく、海上から封鎖されているわけでもなく、国家が他のいかなる危機にあるわけでもなく、それどころか穀物を安価に買い入れ、他の点でも現在より悪くない暮らしをしていながら――
- 211ὃ τοίνυν μέγιστον ἁπάντων
文頭の中性関係代名詞 ὃ は、後続の文全体(あるいは文内容)を先取りして受ける独立的な関係節で、「すべてのうちで最も重大なことには」という副詞的・同格的機能を果たす。先行詞を内部に含み、主格または対格の絶対的用法として主節の骨格の外に置かれている。
- 211ἀπηγόρευε μὴ καλεῖν
禁止や妨害を表す動詞(ἀπαγορεύω)の後に続く不定詞には、否定の小辞 μή が余剰的に付加される(余剰否定/重畳否定)。意味上は「喚問することを禁じる」であり、二重否定による肯定化ではない。
- 212ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ
ὥστε に導かれる結果節。εὐσεβῶς ἔχειν は非人称的構文で「〜することが敬虔(義務)にかなっている」を意味し、与格 μηδενὶ ὑμῶν と不定詞 ἀποψηφίσασθαι(属格補語 αὐτοῦ を伴う)を従える。
- 213οὐδʼ ἐγχεῖ μετὰ ταῦθʼ ὕδωρ οὐδεὶς ἐμοί
法廷の水時計(クレプシュドラ)に水を注ぐ制度的慣行を踏まえた表現。デモステネスは被告ではなく告発者であるため、この演説の後に弁論のための時間が割り当てられることはないという事実を指し、自らが今日裁かれている立場にない根拠として述べている。
