← デモステネス

第十九弁論 使節職務不履行について

§195-201

宴席での蛮行の対比とアイスキネスの出自

デモステネスは、サテュロスが敵の遺児である捕虜の娘たちを救った美談と、アイスキネスらがマケドニアの宴席でオリンュトスの自由民女性を虐待した蛮行とを対比し、続いてアイスキネスの卑しい素性と経歴を暴いて弾劾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§195

ταύτας, αἰτῶ σε καὶ δέομαι, δός μοι. βούλομαι δέ σʼ ἀκοῦσαι καὶ μαθεῖν οἵαν μοι δώσεις δωρειάν, ἂν ἄρα δῷς· ἀφʼ ἧς ἐγὼ κερδανῶ μὲν οὐδέν, ἂν λάβω, προῖκα δὲ προσθεὶς ἐκδώσω, καὶ οὐ περιόψομαι παθούσας οὐδὲν ἀνάξιον οὔθʼ ἡμῶν οὔτε τοῦ πατρός. ὡς δʼ ἀκοῦσαι τοὺς παρόντας ἐν τῷ συμποσίῳ, τοσοῦτον κρότον καὶ θόρυβον καὶ ἔπαινον παρὰ πάντων γενέσθαι ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι.1 καίτοι τῶν ἀποκτεινάντων ἦν τὸν Ἀλέξανδρον τὸν ἀδελφὸν τὸν Φιλίππου οὗτος ὁ Ἀπολλοφάνης.

「これら娘たちを、私はあなたに求め、懇願いたします、私にお与えください。そして、もしあなたが与えてくださるなら、私にどのような贈り物をくださることになるのかを、あなたに聞き知っていただきたいのです。この贈り物から、私は受け取ったとしても何の利得も得ず、自ら持参金を添えて嫁がせるつもりであり、彼女たちが我々にもその父親にもふさわしくないような目に遭うのを看過するつもりはありません」。 宴席に同席していた者たちがこれを聞くや、全員から非常に大きな拍手とどよめきと称賛が沸き起こり、ピリッポスも心を動かされてこれを与えたと伝えられている。しかも、このアポロパネスはピリッポスの兄アレクサンドロスを殺害した者たちの一人であったのだ。

§196

ἐξετάσωμεν δὴ πρὸς τὸ τοῦ Σατύρου τοῦτο συμπόσιον τὸ τούτων ἐν Μακεδονίᾳ γενόμενον, καὶ θεάσασθʼ ὡς παραπλήσιον τούτῳ καὶ ὅμοιον. κληθέντες γὰρ οὗτοι πρὸς Ξενόφρονα τὸν υἱὸν τὸν Φαιδίμου, τοῦ τῶν τριάκοντα, ᾤχοντο· ἐγὼ δʼ οὐκ ἐπορεύθην. ἐπειδὴ δʼ ἧκον εἰς τὸ πίνειν, εἰσάγει τινʼ Ὀλυνθίαν γυναῖκα, εὐπρεπῆ μέν, ἐλευθέραν δὲ καὶ σώφρονα, ὡς τὸ ἔργον ἐδήλωσεν.

さて、サテュロスのこの宴会と、マケドニアで生じたこやつらの宴会とを比較検討してみよう。そして、これがそれとどれほど似通い、同種のものであるかをご照覧あれ。というのも、こやつらは三十人政権の一員であったパイディモスの息子ゼノプロンのもとに招かれて赴いたのであるが、私自身は行かなかった。そして酒を飲む段階に至ったとき、主人が一人のオリュントス人の女を連れ込んできた。容姿端麗であるが、実際の行動が示したように、自由身分の慎み深い女であった。

§197

ταύτην τὸ μὲν πρῶτον οὑτωσὶ πίνειν ἡσυχῇ καὶ τρώγειν ἠνάγκαζον οὗτοί μοι δοκεῖ, ὡς διηγεῖτʼ Ἰατροκλῆς ἐμοὶ τῇ ὑστεραίᾳ· ὡς δὲ προῄει τὸ πρᾶγμα καὶ διεθερμαίνοντο, κατακλίνεσθαι καί τι καὶ ᾁδειν ἐκέλευον. ἀδημονούσης δὲ τῆς ἀνθρώπου καὶ οὔτʼ ἐθελούσης οὔτʼ ἐπισταμένης, ὕβριν τὸ πρᾶγμʼ ἔφασαν οὑτοσὶ καὶ ὁ Φρύνων καὶ οὐκ ἀνεκτὸν εἶναι, τῶν θεοῖς ἐχθρῶν, τῶν ἀλειτηρίων Ὀλυνθίων αἰχμάλωτον οὖσαν τρυφᾶν· καὶ κάλει παῖδα, καὶ ἱμᾶντά τις φερέτω. ἧκεν οἰκέτης ἔχων ῥυτῆρα, καὶ πεπωκότων, οἶμαι, καὶ μικρῶν ὄντων τῶν παροξυνόντων, εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης περιρρήξας τὸν χιτωνίσκον ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς.2

こやつらは最初、この女にこのように静かに酒を飲ませ、つまみを食べるよう強いていたと私には思われる、翌日にヤトロクレスが私に語ったところによれば。しかし宴が進み、酒の熱が回ってくると、横たわって何か歌を歌うように命じた。女が困惑し、歌うことを望みもせず、心得てもいなかったため、この男とプリュノンは、神々に憎まれた罰当たりなオリュントス人の捕虜の身でありながら思い上がっているとは侮辱であり、耐え難いことだと言った。そして、「奴隷を呼べ」「誰か革鞭を持ってこい」と言った。 召使いが馬の引き綱を手にしてやって来た。思うに彼らは泥酔しており、刺激する口実は些細なもので十分であったため、かの女が何かを言い涙を流すと、召使いは肌着を引き裂いてその背中に何発も鞭を打ち据えたのである。

§198

ἔξω δʼ αὑτῆς οὖσʼ ὑπὸ τοῦ κακοῦ καὶ τοῦ πράγματος ἡ γυνή, ἀναπηδήσασα προσπίπτει πρὸς τὰ γόνατα τῷ Ἰατροκλεῖ, καὶ τὴν τράπεζαν ἀνατρέπει. καὶ εἰ μὴ ʼκεῖνος ἀφείλετο, ἀπώλετʼ ἂν παροινουμένη· καὶ γὰρ ἡ παροινία τοῦ καθάρματος τουτουὶ δεινή. καὶ περὶ ταύτης τῆς ἀνθρώπου καὶ ἐν Ἀρκαδίᾳ λόγος ἦν ἐν τοῖς μυρίοις, καὶ Διόφαντος ἐν ὑμῖν ἀπήγγελλεν ἃ νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάσω, καὶ κατὰ Θετταλίαν πολὺς λόγος καὶ πανταχοῦ.

その苦痛と仕打ちのゆえに我を忘れた女は、飛び起きてヤトロクレスの膝にすがりつき、食卓をひっくり返した。そしてもし彼が奪い返して救わなかったなら、女は酒の上の乱暴によって命を落としていたであろう。というのも、この人間の屑の酒乱は恐るべきものだからだ。そしてこの女の件については、アルカディアの万人議会でも噂となり、ディオパントスも諸君の前で報告した(私は今から彼に証言を命じる)。またテッサリア全域でも、いたるところで大きな噂となった。

§199

καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα ὁ ἀκάθαρτος οὗτος τολμήσει βλέπειν εἰς ὑμᾶς, καὶ τὸν βεβιωμένον αὑτῷ βίον3 αὐτίκα δὴ μάλʼ ἐρεῖ λαμπρᾷ τῇ φωνῇ· ἐφʼ οἷς ἔγωγʼ ἀποπνίγομαι. οὐκ ἴσασιν οὗτοι τὸ μὲν ἐξ ἀρχῆς τὰς βίβλους ἀναγιγνώσκοντά σε τῇ μητρὶ τελούσῃ, καὶ παῖδʼ ὄντʼ ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλινδούμενον;

そして自らこのような悪事を働いたことを自覚していながら、この穢らわしい男は諸君の顔を直視することをあえてなし、自らが送ってきた人生について、まさに今すぐにでも朗々たる声で語るであろう。これには私なども息が詰まる思いである。この〔裁判人〕たちは知らないとでもいうのか、最初は母親が秘儀を行う際に汝が書物を読み聞かせ、子供の身でありながら講中や泥酔した者たちの間で転げ回っていたことを。

§200

μετὰ ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν ἢ τριῶν δραχμῶν πονηρὸν ὄντα; τὰ τελευταῖα δʼ ἔναγχος ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφόμενον; ποῖον οὖν ἐρεῖς βίον; ὃν ποῦ βεβίωκας; ἐπεὶ ὅ γε βεβιωμένος σοι τοιοῦτος φαίνεται. ἀλλὰ δὴ τὰ τῆς ἐξουσίας· οὗτος ἄλλον ἔκρινε παρʼ ὑμῖν ἐπὶ πορνείᾳ. ἀλλὰ μήπω ταῦτα, ἀλλὰ τὰς μαρτυρίας μοι λέγε πρῶτον ταυτασί. ΜΑΡΤΥΡΙΑΙ. τοσούτων τοίνυν καὶ τοιούτων ὄντων, ὦ ἄνδρες δικασταί, ὧν ἀδικῶν ὑμᾶς ἐξελήλεγκται, ἐν οἷς τί κακὸν οὐκ ἔνι; δωροδόκος, κόλαξ, ταῖς ἀραῖς ἔνοχος, ψεύστης, τῶν φίλων προδότης, πάντʼ ἔνεστι τὰ δεινότατα· πρὸς ἓν οὐδʼ ὁτιοῦν τούτων ἀπολογήσεται, οὐδʼ ἕξει δικαίαν οὐδʼ ἁπλῆν εἰπεῖν ἀπολογίαν οὐδεμίαν. ἃ δʼ ἐγὼ πέπυσμαι μέλλειν αὐτὸν λέγειν, ἔστι μὲν ἐγγυτάτω μανίας, οὐ μὴν ἀλλʼ ἴσως τῷ μηδὲν ἔχοντι δίκαιον ἄλλʼ εἰπεῖν ἀνάγκη πάντα μηχανᾶσθαι.

その後は諸官職の下級書記を務め、二、三ドラクマのために悪事に手を染めていたことを。そして近頃では、他人の劇団で第三役者を務めるためにわずかな施しを受けて養われていたことを。いったい汝はどのような人生を語るというのか。どこでそれを送ってきたというのか。汝によって送られた人生は、まさにこのようなものに見えるというのに。いや、それどころか権力の誇示に及んでは、この男は諸君の前で他人を男娼の罪で裁判にかけたのだ。だが、これらの話はまだ後にしよう。まずはこれらの証言を私に読み上げてくれ。 〔証言朗読〕さて、裁判人諸君、彼が諸君に対して不正を働いたとして論破された数々の罪状は、これほど多く、これほど甚だしいものであり、その中にいかなる悪徳が含まれていないであろうか。賄賂の受託者、へつらい者、呪詛の対象となる者、嘘つき、友人の裏切り者、あらゆる最悪のものが含まれている。これらの中の一つに対しても、彼は何ら抗弁することができず、正当な弁解も単純な弁解も何一つ口にすることはできないであろう。そして私が彼が語ろうとしていると耳にした事柄は、狂気の沙汰に最も近いものであるが、とはいえ、口にすべき正当な根拠を何一つ持たない者にとっては、おそらくあらゆる策謀を巡らすことが不可避なのであろう。

構文注3 件
  1. 195ὡς δʼ ἀκοῦσαι τοὺς παρόντας ἐν τῷ συμποσίῳ, τοσοῦτον κρότον καὶ θόρυβον καὶ ἔπαινον παρὰ πάντων γενέσθαι ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι.

    伝聞構文(前節末の εἰπεῖν φασιν)の継続に伴い、時間従属節 ὡς ... ἀκοῦσαι の動詞が直説法ではなく不定法(不定詞)をとっている。主節の τοσοῦτον ... γενέσθαι も同様に伝聞文脈の対格不定詞構文(AcI)である。

  2. 197ξαίνει κατὰ τοῦ νώτου πολλάς

    女性対格複数形容詞 πολλάς は、体刑の文脈における慣用表現として名詞 πληγάς(打撃、鞭打ち)が省略された形。「背中に何発もの打撃を浴びせかける(何度も鞭打つ)」という意味になる。

  3. 199τὸν βεβιωμένον αὑτῷ βίον

    完了受動分詞 βεβιωμένον に伴う与格 αὑτῷ は、完了受動構文における動作主の与格(dativus auctoris)。「彼自身によって生きられてきた人生」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:195-201