- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:50-58
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デモステネスはアイスキネスをアレクサンドロスの賓客ではなく単なる雇われ人にすぎないと弾劾し、聴衆に同意を求める。続いて朗読された起訴状の記載順に従い、自身の政治的功績と法的手続きの正当性を順を追って弁明する方針を提示する。
καὶ περὶ μὲν τῶν τότε πραχθέντων ἔχων ἔτι πολλὰ λέγειν, καὶ ταῦθʼ ἡγοῦμαι πλείω τῶν ἱκανῶν εἰρῆσθαι. αἴτιος δʼ οὗτος, ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς ἑαυτοῦ καὶ τῶν ἀδικημάτων κατασκεδάσας, ἣν ἀναγκαῖον ἦν πρὸς τοὺς νεωτέρους τῶν πεπραγμένων1 ἀπολύσασθαι. παρηνώχλησθε δʼ ἴσως οἱ καὶ πρὶν ἔμʼ εἰπεῖν ὁτιοῦν εἰδότες τὴν τούτου τότε μισθαρνίαν.
当時の出来事については、語るべきことがまだ多くあるものの、これらだけでもすでに十分以上に語られたと考えております。その原因はこの男であり、自身の邪悪さと不正行為のいわば古い酒の滓を私に浴びせかけたため、当時の出来事を知らない若い世代に対してそれを洗い落とすことが不可避だったのです。しかし、私が何かを申し上げる前から、この男の当時の報酬稼ぎを知っていた方々には、おそらく煩わしいことであったでしょう。
καίτοι φιλίαν γε καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων ὁ τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοί ἐγώ σοι ξενίαν Ἀλεξάνδρου; πόθεν λαβόντι ἢ πῶς ἀξιωθέντι; οὔτε Φιλίππου ξένον οὔτʼ Ἀλεξάνδρου φίλον εἴποιμʼ ἂν ἐγώ σε, οὐχ οὕτω μαίνομαι, εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς ἄλλο τι μισθοῦ πράττοντας φίλους καὶ ξένους δεῖ καλεῖν τῶν μισθωσαμένων.
にもかかわらず、この男はそれを友情や客友関係と呼び、先ほども演説のどこかでこう言いました。 「アレクサンドロスとの客友関係を私に非難する者」私があなたにアレクサンドロスとの客友関係を非難したというのか。お前がどこからそれを得て、どのようにそれに値すると認められたというのか。私はお前をピリッポスの客友とも、アレクサンドロスの友とも決して呼びません。私はそこまで狂ってはいません。刈り手たちや、報酬のために何らかの労働をする者たちまでも雇い主の友や客友と呼ぶべきでない限りは。
ἀλλὰ μισθωτὸν ἐγώ σε Φιλίππου πρότερον καὶ νῦν Ἀλεξάνδρου καλῶ, καὶ οὗτοι πάντες. εἰ δʼ ἀπιστεῖς, ἐρώτησον αὐτούς, μᾶλλον δʼ ἐγὼ τοῦθʼ ὑπὲρ σοῦ ποιήσω. πότερον ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μισθωτὸς Αἰσχίνης ἢ ξένος εἶναι Ἀλεξάνδρου; ἀκούεις ἃ λέγουσιν.
そうではなく、私はお前を以前はピリッポスの、今はアレクサンドロスの雇われ人と呼ぶのであり、ここにいる全員もそうなのです。もし信じられないなら彼らに尋ねてみるがよい、いやむしろ私があなたに代わってそれを尋ねてみましょう。アテナイの男たちよ、あなたがたにはアイスキネスがアレクサンドロスの雇われ人に見えますか、それとも客友に見えますか。――彼らが何と言っているか聞こえるか。
βούλομαι τοίνυν ἤδη καὶ περὶ τῆς γραφῆς αὐτῆς ἀπολογήσασθαι καὶ διεξελθεῖν τὰ πεπραγμένʼ ἐμαυτῷ, ἵνα καίπερ εἰδὼς Αἰσχίνης ὅμως ἀκούσῃ διʼ ἅ φημι καὶ τούτων τῶν προβεβουλευμένων καὶ πολλῷ μειζόνων ἔτι τούτων δωρειῶν δίκαιος εἶναι τυγχάνειν. καί μοι λέγε τὴν γραφὴν αὐτὴν λαβών. ΓΡΑΦΗ. "ἐπὶ Χαιρώνδου ἄρχοντος, ἐλαφηβολιῶνος ἕκτῃ ἱσταμένου, Αἰσχίνης Ἀτρομήτου Κοθωκίδης ἀπήνεγκε πρὸς τὸν ἄρχοντα παρανόμων κατὰ Κτησιφῶντος τοῦ Λεωσθένους Ἀναφλυστίου, ὅτι ἔγραψε παράνομον ψήφισμα, ὡς ἄρα δεῖ στεφανῶσαι Δημοσθένην Δημοσθένους Παιανιέα χρυσῷ στεφάνῳ, καὶ ἀναγορεῦσαι ἐν τῷ θεάτρῳ Διονυσίοις τοῖς μεγάλοις, τραγῳδοῖς καινοῖς, ὅτι στεφανοῖ ὁ δῆμος Δημοσθένην Δημοσθένους Παιανιέα χρυσῷ στεφάνῳ ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἧς ἔχων διατελεῖ εἴς τε τοὺς Ἕλληνας ἅπαντας καὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἀνδραγαθίας, καὶ διότι διατελεῖ πράττων καὶ λέγων τὰ βέλτιστα τῷ δήμῳ καὶ πρόθυμός ἐστι ποιεῖν ὅ τι ἂν δύνηται ἀγαθόν," "πάντα ταῦτα ψευδῆ γράψας καὶ παράνομα, τῶν νόμων οὐκ ἐώντων πρῶτον μὲν ψευδεῖς γραφὰς εἰς τὰ δημόσια γράμματα καταβάλλεσθαι, εἶτα τὸν ὑπεύθυνον στεφανοῦν (ἔστι δὲ Δημοσθένης τειχοποιὸς καὶ ἐπὶ τῷ θεωρικῷ τεταγμένος), ἔτι δὲ μὴ ἀναγορεύειν τὸν στέφανον ἐν τῷ θεάτρῳ Διονυσίοις τραγῳδῶν τῇ καινῇ, ἀλλʼ ἐὰν μὲν ἡ βουλὴ στεφανοῖ, ἐν τῷ βουλευτηρίῳ ἀνειπεῖν, ἐὰν δὲ ἡ πόλις, ἐν πυκνὶ τῇ ἐκκλησίᾳ. τίμημα τάλαντα πεντήκοντα. κλήτορες Κηφισοφῶν Κηφισοφῶντος Ῥαμνούσιος, Κλέων Κλέωνος Κοθωκίδης."
さて、私は今や起訴状そのものについても弁明し、私自身の行ってきた事柄を順を追って説明したいと考えます。それは、アイスキネスが重々知っていながらも、なぜ私が評議会の事前議決された褒賞のみならず、それらよりもはるかに大きな褒賞を受けるに値すると主張するのかを耳にするためです。さあ、起訴状そのものを取って読み上げてください。 起訴状「カイロンダスがアルコンの年、エラペボリオン月六日、コトキダイ区のアトロメトスの子アイスキネスは、アナプリュストス区のレオステネスの子クテシフォンに対し、違法な決議案を起草したとして、アルコンに不法提案の公訴を提出した。すなわち、パイアニア区のデモステネスの子デモステネスに黄金の冠を授与すべきであり、大ディオニュシア祭の劇場の新しい悲劇の上演時に、『民衆は、パイアニア区のデモステネスの子デモステネスに対し、全ギリシア人およびアテナイの民衆に示し続けている徳と好意ならびに武勇のゆえに、また民衆のために最善のことを行い語り続け、なしうるいかなる善事をも進んで行っているがゆえに、黄金の冠を授与する』と布告すべきであるとしたこと、」「これらすべてを虚偽かつ違法に起草したこと、法令が第一に虚偽の記述を公文書に登録することを禁じ、次に会計検査を受けていない者に冠を授与することを禁じているにもかかわらず(デモステネスは城壁建設委員であり、祝祭資金管理委員に任ぜられている)、さらに大ディオニュシア祭の新しい悲劇の上演時に劇場で冠の授与を布告してはならず、もし評議会が冠を授与するならば評議会場で、もし都市が授与するならばプニュクスの民会で布告すべきであると定めているにもかかわらずである。求刑額は五十タラントン。召喚証人、ラムヌス区のケピソポンの子ケピソポン、コトキダイ区のクレオンの子クレオン。」
ἃ μὲν διώκει τοῦ ψηφίσματος, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτʼ ἐστίν. ἐγὼ δʼ ἀπʼ αὐτῶν τούτων πρῶτον οἶμαι δῆλον ὑμῖν ποιήσειν ὅτι πάντα δικαίως ἀπολογήσομαι· τὴν γὰρ αὐτὴν τούτῳ ποιησάμενος τῶν γεγραμμένων τάξιν περὶ πάντων ἐρῶ καθʼ ἕκαστον ἐφεξῆς καὶ οὐδὲν ἑκὼν παραλείψω.
アテナイの男たちよ、この男が決議案のうちで追及しているのはこれらの点です。しかし私は、まさにこれらの点から第一に、私がすべてにおいて正当に弁解することをお見せできると考えております。なぜなら、この男が書き記したのと同じ順序を守り、すべての事柄について順を追って一つひとつ語り、何一つ故意に見落とすことはしないからです。
τοῦ μὲν οὖν γράψαι2 πράττοντα καὶ λέγοντα τὰ βέλτιστά με τῷ δήμῳ διατελεῖν καὶ πρόθυμον εἶναι ποιεῖν ὅ τι ἂν δύνωμαι ἀγαθόν, καὶ ἐπαινεῖν ἐπὶ τούτοις, ἐν τοῖς πεπολιτευμένοις τὴν κρίσιν εἶναι νομίζω· ἀπὸ γὰρ τούτων ἐξεταζομένων εὑρεθήσεται εἴτʼ ἀληθῆ περὶ ἐμοῦ γέγραφε Κτησιφῶν ταῦτα καὶ προσήκοντα εἴτε καὶ ψευδῆ·
そこで、私が民衆にとって最善のことを行い語り続け、なしうるいかなる善事をも進んで行っていると記し、これらに基づいて私を称賛したことに関しては、その判断は私の政治的行動の中にあると考えます。というのも、それらを吟味することから、クテシフォンが私についてこれらを真実かつふさわしく記したのか、それとも虚偽を記したのかが見出されるからです。
τὸ δὲ μὴ προσγράψαντα3 ἐπειδὰν τὰς εὐθύνας δῶ στεφανοῦν, καὶ ἀνειπεῖν ἐν τῷ θεάτρῳ τὸν στέφανον κελεῦσαι, κοινωνεῖν μὲν ἡγοῦμαι καὶ τοῦτο τοῖς πεπολιτευμένοις, εἴτʼ ἄξιός εἰμι τοῦ στεφάνου καὶ τῆς ἀναρρήσεως τῆς ἐν τούτοις εἴτε καὶ μή· ἔτι μέντοι καὶ τοὺς νόμους δεικτέον εἶναί μοι δοκεῖ, καθʼ οὓς ταῦτα γράφειν ἐξῆν τούτῳ. οὑτωσὶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, δικαίως καὶ ἁπλῶς τὴν ἀπολογίαν ἔγνωκα ποιεῖσθαι, βαδιοῦμαι δʼ ἐπʼ αὔθʼ ἃ πέπρακταί μοι.
他方、「会計検査を報告したときに」という文言を書き添えずに冠を授与すること、そして劇場で冠の布告を命じたことについては、この点もまた私の政治的行動と関わるものであり、私が冠とこの人々の前での布告に値するのか否かに関わるものと考えます。しかしさらに、彼がこれらを起草することを可能にした諸法令をも提示しなければならないと私には思われます。アテナイの男たちよ、このように私は正当かつ率直に弁明を行う決心を固めました。それでは、私が行った事柄そのものへと進みましょう。
- 50νεωτέρους τῶν πεπραγμένων
τῶν πεπραγμένων は比較級 νεωτέρους が支配する比較の属格。「起きた事柄よりも若い人々」、すなわち「事件当時には若すぎて実情を自ら体験していない後代の人々」を意味する表現。
- 57τοῦ μὲν οὖν γράψαι
定冠詞 τοῦ を伴う不定詞句が文頭に置かれた関心の属格(「〜と起草したことに関しては」)。後続の対格不定詞構文(ἐν τοῖς πεπολιτευμένοις τὴν κρίσιν εἶναι νομίζω)に対する論題の提示・枠組み付けを行っている。
- 58τὸ δὲ μὴ προσγράψαντα
定冠詞 τό は後続の不定詞 στεφανοῦν を名詞化して話題を提示する対格。分詞 προσγράψαντα が対格なのは、不定詞 στεφανοῦν の意味上の主語であるクテシフォンに対格不定詞構文的に一致しているため。
