← デモステネス

第十八弁論 冠について

§263-271

公職の比較とギリシア全土の過酷な運命

デモステネスは自らとアイスキネスの生涯を対比して自らの優位と公的功績を強調し、近年のギリシア全土の惨禍は個人の責任ではなく全人類共通の苛烈な運命の趨勢によるものだと論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§263

ἀλλὰ γὰρ παρεὶς ὧν τὴν πενίαν αἰτιάσαιτʼ ἄν τις,1 πρὸς αὐτὰ τὰ τοῦ τρόπου σου βαδιοῦμαι κατηγορήματα. τοιαύτην γὰρ εἵλου πολιτείαν, ἐπειδή ποτε καὶ τοῦτʼ ἐπῆλθέ σοι ποιῆσαι, διʼ ἣν εὐτυχούσης μὲν τῆς πατρίδος λαγὼ βίον ἔζης δεδιὼς καὶ τρέμων καὶ ἀεὶ πληγήσεσθαι προσδοκῶν ἐφʼ οἷς σαυτῷ συνῄδεις ἀδικοῦντι, ἐν οἷς δʼ ἠτύχησαν οἱ ἄλλοι, θρασὺς ὢν ὑφʼ ἁπάντων ὦψαι.

だが、貧困のせいにできるような事柄はさておき、お前の性格そのものに対する告発へと進むことにしよう。というのも、いつしかお前にも国政に関与することが思い浮かんだとき、お前は次のような政策を選び取ったからである。すなわちその政策のゆえに、祖国が繁栄しているときには、自らの不正を自覚するがゆえに怯え、震え、いつ打ち据えられるかと絶えず予期しながら野兎の生活を送り、他方、他の人々が不運に見舞われたときには、向こう見ずな男として皆の前に姿を現したのだ。

§264

καίτοι ὅστις χιλίων πολιτῶν ἀποθανόντων ἐθάρρησε, τί οὗτος παθεῖν ὑπὸ τῶν ζώντων δίκαιός ἐστιν; πολλὰ τοίνυν ἕτερʼ εἰπεῖν ἔχων περὶ αὐτοῦ παραλείψω· οὐ γὰρ ὅσʼ ἂν δείξαιμι προσόντʼ αἰσχρὰ τούτῳ καὶ ὀνείδη, πάντʼ οἶμαι δεῖν εὐχερῶς λέγειν, ἀλλʼ ὅσα μηδὲν αἰσχρόν ἐστιν εἰπεῖν ἐμοί.

とはいえ、千人の市民が命を落としたときに元気付いた男は、生き残った者たちからどのような仕打ちを受けるのが正当であろうか。さて、彼については他に語るべきことが多くあるにしても、省略することにしよう。というのも、この男に備わっている恥ずべき点や非難すべき事柄を私がいくらでも指摘できるとしても、そのすべてを手当たり次第に語るべきだとは考えず、むしろ私にとって口にすることがいささかも恥ずかしくない事柄だけを語るべきだと思うからである。

§265

ἐξέτασον τοίνυν παρʼ ἄλληλα τὰ σοὶ κἀμοὶ βεβιωμένα, πράως, μὴ πικρῶς, Αἰσχίνη· εἶτʼ ἐρώτησον τουτουσὶ τὴν ποτέρου τύχην ἂν ἕλοιθʼ ἕκαστος αὐτῶν. ἐδίδασκες γράμματα, ἐγὼ δʼ ἐφοίτων. ἐτέλεις, ἐγὼ δʼ ἐτελούμην. ἐγραμμάτευες, ἐγὼ δʼ ἠκκλησίαζον. ἐτριταγωνίστεις, ἐγὼ δʼ ἐθεώρουν. ἐξέπιπτες, ἐγὼ δʼ ἐσύριττον. ὑπὲρ τῶν ἐχθρῶν πεπολίτευσαι πάντα, ἐγὼ δʼ ὑπὲρ τῆς πατρίδος.

それゆえ、アイスキネースよ、お前が生きてきた道と私が生きてきた道を、険悪にではなく穏やかに並べて吟味してみるがよい。そして、陪席の市民たち一人一人に、どちらの運を選び取るかを尋ねてみるがよい。お前は初歩の文字を教え、私は学校に通った。お前は秘儀を執り行い、私は入信した。お前は書記を務め、私は民会に出席した。お前は第三役者を務め、私は観劇した。お前は舞台から追い落とされ、私は野次を飛ばした。お前は敵のために国政のすべてを行い、私は祖国のために行った。

§266

ἐῶ τἄλλα, ἀλλὰ νυνὶ τήμερον ἐγὼ μὲν ὑπὲρ τοῦ στεφανωθῆναι δοκιμάζομαι, τὸ δὲ μηδʼ ὁτιοῦν ἀδικεῖν ἀνωμολόγημαι, σοὶ δὲ συκοφάντῃ μὲν εἶναι δοκεῖν ὑπάρχει, κινδυνεύεις δʼ εἴτε δεῖ σʼ ἔτι τοῦτο ποιεῖν, εἴτʼ ἤδη πεπαῦσθαι2 μὴ μεταλαβόντα τὸ πέμπτον μέρος τῶν ψήφων. ἀγαθῇ γʼ, οὐχ ὁρᾷς; τύχῃ συμβεβιωκὼς τῆς ἐμῆς κατηγορεῖς.

他のことは措くとしても、まさに今日、私自身は冠を授与されるべきかどうかの資格審査を受けており、何一つ不正を働いていないことは万人の認めることとなっている。それに対し、お前には密告者・讒言者と見なされるという境遇があり、さらに今後もこの稼業を続けるべきか、それとも五分の一の票も得られずに即刻やめさせられるべきかという瀬戸際に立たされている。見よ、実によい運とともに生きてきたお前が、私の運を告発しているではないか。

§267

φέρε δὴ καὶ τὰς τῶν λῃτουργιῶν μαρτυρίας ὧν λελῃτούργηκα ὑμῖν ἀναγνῶ. παρʼ ἃς3 παρανάγνωθι καὶ σύ μοι τὰς ῥήσεις ἃς ἐλυμαίνου, "ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας" καὶ "κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με," καὶ "κακὸν κακῶς σε" μάλιστα μὲν οἱ θεοί, ἔπειθʼ οὗτοι πάντες ἀπολέσειαν, πονηρὸν ὄντα καὶ πολίτην καὶ τριταγωνιστήν. λέγε τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ. ἐν μὲν τοίνυν τοῖς πρὸς τὴν πόλιν τοιοῦτος· ἐν δὲ τοῖς ἰδίοις εἰ μὴ πάντες ἴσθʼ ὅτι κοινὸς καὶ φιλάνθρωπος καὶ τοῖς δεομένοις ἐπαρκῶν, σιωπῶ καὶ οὐδὲν ἂν εἴποιμι οὐδὲ παρασχοίμην περὶ τούτων οὐδεμίαν μαρτυρίαν, οὔτʼ εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτʼ εἴ τισιν θυγατέρας συνεξέδωκα, οὔτε τῶν τοιούτων οὐδέν.

さあ、私が務めてきた公的奉仕の証言をあなた方に朗読させよう。それに並べて、お前も自分が台無しにした台詞を朗読してみるがよい。 「我は死者の深奥と暗黒の門より来れり」また、「よからぬ報せをもたらすことを我の望まざるを知れ」そして、「悪しきお前を無残にも」何よりも神々が、そして次いでここにいる者たち全員が、悪しき市民にして悪しき第三役者たるお前を滅ぼさんことを。証言を読め。 〔証言朗読〕さて、国家に対する私の態度はこのようである。私的な事柄について言えば、もし私が誰にでも分け隔てなく接し、情け深く、困窮している人々を援助する者であることをあなた方全員が知っていないというのなら、私は沈黙し、敵から誰かを身代金を払って救出したことについてであれ、誰かの娘たちの嫁入りに持参金を援助したことについてであれ、その他そうした善行についてであれ、何一つ語らず、いかなる証言も提出しないことにしよう。

§269

καὶ γὰρ οὕτω πως ὑπείληφα. ἐγὼ νομίζω τὸν μὲν εὖ παθόντα δεῖν μεμνῆσθαι πάντα τὸν χρόνον, τὸν δὲ ποιήσαντʼ εὐθὺς ἐπιλελῆσθαι, εἰ δεῖ τὸν μὲν χρηστοῦ, τὸν δὲ μὴ μικροψύχου ποιεῖν ἔργον ἀνθρώπου. τὸ δὲ τὰς ἰδίας εὐεργεσίας ὑπομιμνῄσκειν καὶ λέγειν μικροῦ δεῖν4 ὅμοιόν ἐστι τῷ ὀνειδίζειν. οὐ δὴ ποιήσω τοιοῦτον οὐδέν, οὐδὲ προαχθήσομαι, ἀλλʼ ὅπως ποθʼ ὑπείλημμαι περὶ τούτων, ἀρκεῖ μοι.

というのも、私はおおよそ次のように考えているからである。もし一方の者が有徳な人間の務めを果たし、他方の者が狭量でない人間の務めを果たそうとするならば、善行を受けた者は終生それを記憶しているべきであり、善行を施した者は直ちにそれを忘れているべきだと私は考える。自らの善行を思い起こさせたり語ったりすることは、恩に着せて非難することとほとんど同然である。したがって私は決してそのようなことをしないし、それに駆り立てられることもない。ただ、それらの事柄について私がどう思われているにせよ、私はそれで満足しているのである。

§270

βούλομαι δὲ τῶν ἰδίων ἀπαλλαγεὶς ἔτι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν περὶ τῶν κοινῶν. εἰ μὲν γὰρ ἔχεις, Αἰσχίνη, τῶν ὑπὸ τοῦτον τὸν ἥλιον εἰπεῖν ἀνθρώπων ὅστις ἀθῷος τῆς Φιλίππου πρότερον καὶ νῦν τῆς Ἀλεξάνδρου δυναστείας γέγονεν, ἢ τῶν Ἑλλήνων ἢ τῶν βαρβάρων, ἔστω, συγχωρῶ τὴν ἐμὴν εἴτε τύχην εἴτε δυστυχίαν ὀνομάζειν βούλει πάντων αἰτίαν γεγενῆσθαι.

私は私的な事柄から離れて、公の事柄についてあなた方にさらに少しばかり語りたいと思う。というのも、アイスキネースよ、もしお前が、ギリシア人であれ異民族であれ、この太陽の下にいる人間の中で、以前はフィリッポスの、そして今はアレクサンドロスの権力から無傷でいられた者を一人でも挙げることができるなら、よいだろう、お前の望む通り、私の運であれ不運であれ、それがすべての原因であったと認めることにしよう。

§271

εἰ δὲ καὶ τῶν μηδεπώποτʼ ἰδόντων ἐμὲ μηδὲ φωνὴν ἀκηκοότων ἐμοῦ πολλοὶ πολλὰ καὶ δεινὰ πεπόνθασι, μὴ μόνον κατʼ ἄνδρα, ἀλλὰ καὶ πόλεις ὅλαι καὶ ἔθνη, πόσῳ δικαιότερον καὶ ἀληθέστερον5 τὴν ἁπάντων, ὡς ἔοικεν, ἀνθρώπων τύχην κοινὴν καὶ φοράν τινα πραγμάτων χαλεπὴν καὶ οὐχ οἵαν ἔδει τούτων αἰτίαν ἡγεῖσθαι.

だが、私を一度も見たことがなく、私の声を聞いたこともない人々の多くまでもが、個々の人間としてのみならず、都市全体や民族全体として、多くの恐ろしい災難を被ったのだとすれば、これらすべての原因は、どうやら全人類共通の運、ならびに過酷でかつあるべからざる時勢の推移にこそあると考える方が、どれほど正当であり真実に適っていることだろうか。

構文注5 件
  1. 263ὧν τὴν πενίαν αἰτιάσαιτʼ ἄν τις

    動詞 αἰτιάομαι(原因を帰する、非難する)の目的語構文。関係代名詞 ὧν は先行詞 τούτων(παρείς の目的語)の省略に伴う属格であり、αἰτιάσαιτο ἄν τις τὴν πενίαν τούτων(「それらの原因を人が貧困のせいにしうるような事柄」)という、直接目的語(対格 τὴν πενίαν)と原因・対象の属格をとる構文をなしている。

  2. 266κινδυνεύεις δʼ εἴτε δεῖ σʼ ἔτι τοῦτο ποιεῖν, εἴτʼ ἤδη πεπαῦσθαι

    動詞 κινδυνεύω(〜の危険に瀕している)が通常とる不定詞補文ではなく、間接疑問・選択節 εἴτε... εἴτε... を直接従えている構文。「〜すべきか、それともすでにやめさせられているべきかという(瀬戸際の)危険にある」の意。

  3. 267παρʼ ἃς

    前置詞 παρά + 対格 ἃς(先行詞は μαρτυρίας)。空間的な「〜の傍らに」から転じて、「〜と並べて、対比して」を意味し、続く παρανάγνωθι の接頭辞 παρά- と照応している。

  4. 269μικροῦ δεῖν

    成句的・副詞的に用いられる絶対不定詞で、「ほとんど、もう少しで」の意。ここでは形容詞 ὅμοιον(〜に似ている、等しい)を修飾し、「ほとんど同然である」を表す。

  5. 271πόσῳ δικαιότερον καὶ ἀληθέστερον

    程度・差の与格 πόσῳ を伴う比較表現の骨格。主動詞 ἐστίν が省略されており、真主語は文末の不定詞句 τὴν ... τύχην ... αἰτίαν ἡγεῖσθαι である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:263-271