- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:211-216
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デモステネスはテーバイへの使節派遣の経緯とピリッポス側使節の要求を振り返り、自らの外交によってテーバイとの同盟を締結させ、両軍の協力とアテナイ軍の規律ある行動が示した勇気・正義・節度を称賛する。
ἀλλὰ γὰρ ἐμπεσὼν εἰς τὰ πεπραγμένα τοῖς προγόνοις ὑμῶν ἔστιν ἃ1 τῶν ψηφισμάτων παρέβην καὶ τῶν πραχθέντων. ἐπανελθεῖν οὖν ὁπόθεν ἐνταῦθʼ ἐξέβην βούλομαι. ὡς γὰρ ἀφικόμεθʼ εἰς τὰς Θήβας, κατελαμβάνομεν Φιλίππου καὶ Θετταλῶν καὶ τῶν ἄλλων συμμάχων παρόντας πρέσβεις, καὶ τοὺς μὲν ἡμετέρους φίλους ἐν φόβῳ, τοὺς δʼ ἐκείνου θρασεῖς. ὅτι δʼ οὐ νῦν ταῦτα λέγω τοῦ συμφέροντος εἵνεκʼ ἐμαυτῷ, λέγε μοι τὴν ἐπιστολὴν ἣν τότʼ ἐπέμψαμεν εὐθὺς οἱ πρέσβεις.
しかしながら、私はあなた方の祖先の事績へと話が入り込んでしまったために、決議録や実際の行動のうちのあるものを飛ばしてしまった。そこで、ここへと話が逸れた元の地点へと戻りたい。 というのも、私たちがテーバイに到着したとき、そこにはピリッポスとテッサリア人たち、そしてその他の同盟者たちの使節団がすでに先着しており、私たちの味方は恐怖に怯え、あちらの味方は気勢を上げていたからである。そして、私が自分の利益のために今これらのことを語っているのではないことを示すために、当時私たち使節団が直ちに送った書簡を読んでくれ。
καίτοι τοσαύτῃ γʼ ὑπερβολῇ συκοφαντίας οὗτος κέχρηται ὥστε, εἰ μέν τι τῶν δεόντων ἐπράχθη, τὸν καιρόν, οὐκ ἐμέ φησιν αἴτιον γεγενῆσθαι, τῶν δʼ ὡς ἑτέρως συμβάντων2 ἁπάντων ἐμὲ καὶ τὴν ἐμὴν τύχην αἰτίαν εἶναι· καί, ὡς ἔοικεν, ὁ σύμβουλος καὶ ῥήτωρ ἐγὼ τῶν μὲν ἐκ λόγου καὶ τοῦ βουλεύσασθαι πραχθέντων οὐδὲν αὐτῷ συναίτιος εἶναι δοκῶ, τῶν δʼ ἐν τοῖς ὅπλοις καὶ κατὰ τὴν στρατηγίαν ἀτυχηθέντων μόνος αἴτιος εἶναι. πῶς ἂν ὠμότερος συκοφάντης γένοιτʼ ἢ καταρατότερος; λέγε τὴν ἐπιστολήν. ΕΠΙΣΤΟΛΗ. ἐπειδὴ τοίνυν ἐποιήσαντο τὴν ἐκκλησίαν, προσῆγον ἐκείνους προτέρους διὰ τὸ τὴν τῶν συμμάχων τάξιν ἐκείνους ἔχειν. καὶ παρελθόντες ἐδημηγόρουν πολλὰ μὲν Φίλιππον ἐγκωμιάζοντες, πολλὰ δʼ ὑμῶν κατηγοροῦντες, πάνθʼ ὅσα πώποτʼ ἐναντίʼ ἐπράξατε Θηβαίοις ἀναμιμνῄσκοντες. τὸ δʼ οὖν κεφάλαιον, ἠξίουν ὧν μὲν εὖ ʼπεπόνθεσαν ὑπὸ Φιλίππου χάριν αὐτοὺς ἀποδοῦναι, ὧν δʼ ὑφʼ ὑμῶν ἠδίκηντο δίκην λαβεῖν, ὁποτέρως βούλονται, ἢ διέντας αὐτοὺς ἐφʼ ὑμᾶς ἢ συνεμβαλόντας εἰς τὴν Ἀττικήν· καὶ ἐδείκνυσαν, ὡς ᾤοντο, ἐκ μὲν ὧν αὐτοὶ συνεβούλευον τἀκ τῆς Ἀττικῆς βοσκήματα καὶ ἀνδράποδα καὶ τἄλλʼ ἀγάθʼ εἰς τὴν Βοιωτίαν ἥξοντα, ἐκ δʼ ὧν ἡμᾶς ἐρεῖν ἔφασαν τἀν τῇ Βοιωτίᾳ διαρπασθησόμενʼ ὑπὸ τοῦ πολέμου. καὶ ἄλλα πολλὰ πρὸς τούτοις, εἰς ταὐτὰ δὲ πάντα συντείνοντʼ ἔλεγον.
それにしても、この男はあまりにも法外な中傷に耽っているため、もし何か為すべきことが為されたとすれば、それは時機がもたらしたものであって私が原因となったのではないと言い、他方、思わしくない結果に終わったすべての事柄については私とその運命こそが原因であると主張するのである。そしてどうやら、助言者であり弁論家である私は、言論と熟慮から生じた事績については彼にとって何の貢献者でもないかのように見なされる一方、武力と将軍職のもとで被った不運については唯一の原因であるとされるようである。これ以上に冷酷あるいは呪わしい中傷者など、いかにしてあり得ようか。書簡を読め。 〔書簡〕さて、〔テーバイ人が〕民会を開いた際、あちらの者たちが同盟者の立場を保っていたために、あちらの者たちを先に登壇させた。そして彼らは進み出て、ピリッポスを大いに称賛する一方であなた方を散々に非難し、これまでにあなた方がテーバイ人に対して敵対したあらゆる事柄を想起させながら演説を行ったのである。そして要するに彼らが要求したのは、テーバイ人がピリッポスから受けた恩恵に対しては報恩をなし、あなた方から被った不正に対しては報復を行うことであり、〔テーバイ人の〕望むどちらかの方法、すなわち彼らをあなた方に向かって通過させるか、あるいはアッティカへと共に侵入することであった。そして彼らは自分たちのつもりでは、自分たちが勧告する方針からはアッティカの家畜や奴隷やその他の富がボイオティアへと入ってくるのに対し、私たちが述べるであろうと彼らが決めつけた方針からはボイオティアの財産が戦争によって略奪されることになると論証したのである。これらに加えてさらに多くのことを、しかしすべて同じ目的に向かって彼らは述べ立てた。
ἃ δʼ ἡμεῖς πρὸς ταῦτα, τὰ μὲν καθʼ ἕκαστʼ ἐγὼ μὲν ἀντὶ παντὸς ἂν τιμησαίμην εἰπεῖν τοῦ βίου, ὑμᾶς δὲ δέδοικα, μὴ παρεληλυθότων τῶν καιρῶν, ὥσπερ ἂν εἰ καὶ κατακλυσμὸν γεγενῆσθαι τῶν πραγμάτων ἡγούμενοι,3 μάταιον ὄχλον τοὺς περὶ τούτων λόγους νομίσητε· ὅ τι δʼ οὖν ἐπείσαμεν ἡμεῖς καὶ ἡμῖν ἀπεκρίναντο, ἀκούσατε. λέγε ταυτὶ λαβών. ΑΠΟΚΡΙΣΙΣ ΘΗΒΑΙΩΝ. μετὰ ταῦτα τοίνυν ἐκάλουν ὑμᾶς καὶ μετεπέμποντο. ἐξῇτε, ἐβοηθεῖτε, ἵνα τἀν μέσῳ παραλείπω, οὕτως οἰκείως ὑμᾶς ἐδέχοντο ὥστʼ ἔξω τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων ὄντων εἰς τὰς οἰκίας καὶ τὸ ἄστυ δέχεσθαι τὴν στρατιὰν ἐπὶ παῖδας καὶ γυναῖκας4 καὶ τὰ τιμιώτατα. καίτοι τρίʼ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πᾶσιν ἀνθρώποις ἔδειξαν ἐγκώμια Θηβαῖοι καθʼ ὑμῶν5 τὰ κάλλιστα, ἓν μὲν ἀνδρείας, ἕτερον δὲ δικαιοσύνης, τρίτον δὲ σωφροσύνης. καὶ γὰρ τὸν ἀγῶνα μεθʼ ὑμῶν μᾶλλον ἢ πρὸς ὑμᾶς ἑλόμενοι ποιήσασθαι καὶ ἀμείνους εἶναι καὶ δικαιότερʼ ἀξιοῦν ὑμᾶς ἔκριναν Φιλίππου· καὶ τὰ παρʼ αὐτοῖς καὶ παρὰ πᾶσι δʼ ἐν πλείστῃ φυλακῇ, παῖδας καὶ γυναῖκας, ἐφʼ ὑμῖν ποιήσαντες σωφροσύνης πίστιν περὶ ὑμῶν ἔχοντες ἔδειξαν.
これに対して私たちが述べたことについては、その個々の詳細を、私としては我が全生涯と引き換えにしてでも語りたいところであるが、時機がすでに過ぎ去ってしまった今、あたかも万事に大洪水が生じたかのようにみなしているあなた方が、これらに関する言論を無益な煩わしさと考えるのではないかと恐れるのである。いずれにせよ私たちが何を説得し、彼らが私たちに何と答えたかを聞くがよい。これを受け取って読め。 〔テーバイ人の返答〕この後、彼らはあなた方を招き、使者を送ってきたのである。あなた方は出征し、救援に向かった。そしてその間の出来事は省くとして、彼らはあなた方をきわめて親密に迎え入れたので、重装歩兵や騎兵が市壁の外にとどまる中で、子供たちや妻たち、最も尊いものたちがいる家屋や都市の中へと軍勢を迎え入れたほどであった。まことにテーバイ人はその日、全人類の前であなた方に関するこの上なく美しい三つの賛辞を示したのである。第一には勇気、第二には正義、第三には節度である。なぜなら彼らは、あなた方と敵対するよりはむしろあなた方と共に戦うことを選ぶことによって、あなた方がピリッポスよりも優れており、要求することもより正当であると判断したからであり、また自らにとっても万人にとっても最も厳重な保護下にある子供たちや妻たちをあなた方に委ねることによって、あなた方の節度に対する信頼を抱いていることを示したからである。
ἐν οἷς πᾶσιν, ἄνδρες Ἀθηναῖοι, κατά γʼ ὑμᾶς ὀρθῶς ἐφάνησαν ἐγνωκότες. οὔτε γὰρ εἰς τὴν πόλιν εἰσελθόντος τοῦ στρατοπέδου οὐδεὶς οὐδὲν οὐδʼ ἀδίκως ὑμῖν ἐνεκάλεσεν· οὕτω σώφρονας παρέσχεθʼ ὑμᾶς αὐτούς· δίς τε συμπαραταξάμενοι τὰς πρώτας μάχας, τήν τʼ ἐπὶ τοῦ ποταμοῦ καὶ τὴν χειμερινήν, οὐκ ἀμέμπτους μόνον ὑμᾶς αὐτοὺς ἀλλὰ καὶ θαυμαστοὺς ἐδείξατε τῷ κόσμῳ, ταῖς παρασκευαῖς, τῇ προθυμίᾳ. ἐφʼ οἷς παρὰ μὲν τῶν ἄλλων ὑμῖν ἐγίγνοντʼ ἔπαινοι, παρὰ δʼ ὑμῶν θυσίαι καὶ πομπαὶ τοῖς θεοῖς.
これらすべての点において、アテナイ人の方々、彼らはあなた方に関して正しく判断していたことが示された。なぜなら、軍勢が都市に入ったのちにも、あなた方に対して不正にであれ誰一人として何の非難も申し立てなかったからである。それほどまでにあなた方は自らを節度ある者として示したのだ。また、川のほとりでの戦いと冬の戦いという最初の二度の戦闘において共に陣を敷いて戦った際、あなた方はその規律と備えと熱意によって、非の打ち所がないばかりか驚嘆すべき姿を自ら示したのである。これらのことに対して、他国の人々からはあなた方に称賛が送られ、あなた方自身からは神々への犠牲と行進が捧げられたのであった。
- 211ἔστιν ἃ
ἔστιν ἅ は慣用的な関係代名詞表現(ἔστιν οἵ 型)で、「あるもの、いくつか(の事柄)」を意味する不定代名詞相当の対格句として機能し、後続の属格 τῶν ψηφισμάτων と τῶν πραχθέντων を部分属格として従えている(「決議や実行された事柄のうちの幾つかを」)。
- 212τῶν δʼ ὡς ἑτέρως συμβάντων
ὡς ἑτέρως(「別のあり方で」)は、直前の τῶν δεόντων(「為されるべき善きこと」)に対する婉曲的対照表現であり、「逆の結果になったこと」「思わしくない・不幸な結果となったこと」を意味する。中性複数アオリスト分詞 συμβάντων と結合して属格句をなし、αἰτίαν の目的格的属格となっている。
- 214ὥσπερ ἂν εἰ καὶ κατακλυσμὸν γεγενῆσθαι τῶν πραγμάτων ἡγούμενοι
ὥσπερ ἂν εἰ(「あたかも〜であるかのように」)が分詞 ἡγούμενοι にかかり、比況・反実の様態を表す。不定詞句 κατακλυσμὸν γεγενῆσθαι は ἡγούμενοι の目的語で、「情勢の大洪水(破滅的激変)が生じたとみなして」という意味の比喩的表現。
- 215ἐπὶ παῖδας καὶ γυναῖκας
前置詞 ἐπί+対格は、ここでは方向や侵入ではなく「〜のもとへ、〜がいる場所へ」を意味し、他国の軍隊が最も私秘的な空間である「妻子らのもとへ(家庭の内奥へ)」信頼して招き入れられたことを強調する表現である。
- 215καθʼ ὑμῶν
前置詞 κατά+属格は通常「〜に反対して、〜に敵対して」という敵対的意味を持つが、ここでは ἐγκώμια(称賛、賛辞)とともに用いられ、「あなた方に関する」「あなた方に向けられた」という対象・関連を表している。
