← デモステネス

第十八弁論 冠について

§155-161

ピリッポス介入の証拠文書と自らの外交方針

デモステネスはアンピクテュオーン評議会の決議や年代記録、ピリッポスの書簡を読み上げさせ、ピリッポスに介入の口実を与えた元凶がアイスキネスであることを糾弾し、自らが両都市の衝突を防ぐためにとった外交政策の説明へと移る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§155

"ἐπὶ ἱερέως Κλειναγόρου, ἐαρινῆς πυλαίας, ἔδοξε τοῖς πυλαγόροις καὶ τοῖς συνέδροις τῶν Ἀμφικτυόνων καὶ τῷ κοινῷ τῶν Ἀμφικτυόνων, ἐπειδὴ οἱ ἐξ Ἀμφίσσης τὴν ἱερὰν χώραν κατανειμάμενοι γεωργοῦσι καὶ βοσκήματα νέμουσι, καὶ κωλυόμενοι τοῦτο ποιεῖν ἐν τοῖς ὅπλοις παραγενόμενοι τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον κεκωλύκασι μετὰ βίας, τινὰς δὲ καὶ τετραυματίκασι, τὸν στρατηγὸν τὸν ᾑρημένον τῶν Ἀμφικτυόνων Κόττυφον τὸν Ἀρκάδα πρεσβεῦσαι πρὸς Φίλιππον τὸν Μακεδόνα, καὶ ἀξιοῦν ἵνα βοηθήσῃ τῷ τε Ἀπόλλωνι καὶ τοῖς Ἀμφικτύοσιν, ὅπως μὴ περιίδῃ ὑπὸ τῶν ἀσεβῶν Ἀμφισσέων τὸν θεὸν πλημμελούμενον· καὶ διότι αὐτὸν στρατηγὸν αὐτοκράτορα αἱροῦνται1 οἱ Ἕλληνες οἱ μετέχοντες τοῦ συνεδρίου τῶν Ἀμφικτυόνων." λέγε δὴ καὶ τοὺς χρόνους ἐν οἷς ταῦτʼ ἐγίγνετο· εἰσὶ γὰρ καθʼ οὓς ἐπυλαγόρησεν οὗτος. λέγε. ΧΡΟΝΟΙ. "Ἄρχων Μνησιθείδης, μηνὸς ἀνθεστηριῶνος ἕκτῃ ἐπὶ δέκα."

「祭司クレイナゴラスの代、春のピュライア集会において、ピュラゴラスたち、アンピクテュオーン評議会代議員たち、およびアンピクテュオーン総会は次の通り決議した。アンピッサの住民たちが神聖な土地を占拠して耕作し、家畜を放牧しているうえ、これを阻止されようとすると武装して現れ、ギリシア人の全同盟評議会を暴力をもって妨害し、何人かを負傷させさえしたため、選出されたアンピクテュオーン評議会の将軍であるアルカディア人コッテュポスがマケドニア人ピリッポスのもとに使節として赴き、アポロン神とアンピクテュオーン評議会を救援するよう要請することとする。これは不敬なるアンピッサ人らによって神が冒涜されるのを〔ピリッポスが〕看過しないようにするためであり、またアンピクテュオーン評議会に加わるギリシア人たちが彼を全権将軍に選出したことを告げるためである。」 さあ、これらの出来事が起きた年代記録も読み上げてくれ。まさにこの男がピュラゴラスを務めていた時期なのだから。読みたまえ。 年代記録 「執政官ムネーシテイデースの代、アンテステーリオーン月十六日。」

§156

δὸς δὴ τὴν ἐπιστολὴν ἥν, ὡς οὐχ ὑπήκουον οἱ Θηβαῖοι, πέμπει πρὸς τοὺς ἐν Πελοποννήσῳ συμμάχους ὁ Φίλιππος, ἵνʼ εἰδῆτε καὶ ἐκ ταύτης σαφῶς ὅτι τὴν μὲν ἀληθῆ πρόφασιν τῶν πραγμάτων, τὸ ταῦτʼ ἐπὶ τὴν Ἑλλάδα καὶ τοὺς Θηβαίους καὶ ὑμᾶς πράττειν, ἀπεκρύπτετο, κοινὰ δὲ καὶ τοῖς Ἀμφικτύοσιν δόξαντα ποιεῖν προσεποιεῖτο· ὁ δὲ τὰς ἀφορμὰς ταύτας καὶ τὰς προφάσεις αὐτῷ παρασχὼν οὗτος ἦν. λέγε. ΕΠΙΣΤΟΛΗ.

では、テーバイ人たちが従わなかった折に、ピリッポスがペロポネソス半島の同盟者たちに送った書簡を出してくれ。事態の真の意図、すなわちギリシア全体とテーバイ人とあなたがたに対してこの行動を起こしているということを、彼がいかに隠蔽し、アンピクテュオーン評議会の決議に基づいた共通の行動をとっているかのように装っていたかを、あなたがたがこの書簡からもはっきりと知るためである。そして、彼にこれらの好機と口実を提供した者こそ、この男であったのだ。読みたまえ。

§157

"Βασιλεὺς Μακεδόνων Φίλιππος Πελοποννησίων τῶν ἐν τῇ συμμαχίᾳ τοῖς δημιουργοῖς καὶ τοῖς συνέδροις καὶ τοῖς ἄλλοις συμμάχοις πᾶσι χαίρειν. ἐπειδὴ Λοκροὶ οἱ καλούμενοι Ὀζόλαι, κατοικοῦντες ἐν Ἀμφίσσῃ, πλημμελοῦσιν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ ἐν Δελφοῖς καὶ τὴν ἱερὰν χώραν ἐρχόμενοι μεθʼ ὅπλων λεηλατοῦσι, βούλομαι τῷ θεῷ μεθʼ ὑμῶν βοηθεῖν καὶ ἀμύνασθαι τοὺς παραβαίνοντάς τι τῶν ἐν ἀνθρώποις εὐσεβῶν· ὥστε συναντᾶτε μετὰ τῶν ὅπλων εἰς τὴν Φωκίδα, ἔχοντες ἐπισιτισμὸν ἡμερῶν τετταράκοντα, τοῦ ἐνεστῶτος μηνὸς λῴου, ὡς ἡμεῖς ἄγομεν, ὡς δὲ Ἀθηναῖοι, βοηδρομιῶνος, ὡς δὲ Κορίνθιοι, πανήμου. τοῖς δὲ μὴ συναντήσασι πανδημεὶ χρησόμεθα τοῖς δὲ συμβούλοις ἡμῖν κειμένοις ἐπιζημίοις. εὐτυχεῖτε."

書簡 「マケドニア王ピリッポス、同盟に加わるペロポネソス人らの政務官たち、評議員たち、および他のすべての同盟者たちへ、挨拶を送る。アンピッサに居住するいわゆるオゾライ・ロクリス人たちがデルポイのアポロンの聖域に対して不敬を働き、神聖な土地に武装して押し入り略奪を行っているため、私はあなたがたと共に神を救援し、人間の間で敬虔とされる掟を踏みにじる者たちを懲罰することを望む。したがって、現行の月、すなわちわれわれの暦のローイオス月、アテナイ人の暦のボエードロミオーン月、コリントス人の暦のパネーモス月において、四十日分の糧食を携え、武装してポーキスへと集結せよ。総動員で集結しない者たちに対しては、われわれの評議において定められている罰金を科すものとする。息災であれ。」

§158

ὁρᾶθʼ ὅτι φεύγει μὲν τὰς ἰδίας προφάσεις, εἰς δὲ τὰς Ἀμφικτυονικὰς καταφεύγει. τίς οὖν ὁ ταῦτα συμπαρασκευάσας αὐτῷ; τίς ὁ τὰς προφάσεις ταύτας ἐνδούς; τίς ὁ τῶν κακῶν τῶν γεγενημένων μάλιστʼ αἴτιος; οὐχ οὗτος; μὴ τοίνυν λέγετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περιιόντες ὡς ὑφʼ ἑνὸς τοιαῦτα πέπονθεν ἡ Ἑλλὰς ἀνθρώπου. οὐχ ὑφʼ ἑνός, ἀλλʼ ὑπὸ πολλῶν καὶ πονηρῶν τῶν παρʼ ἑκάστοις, ὦ γῆ καὶ θεοί·

彼が自分自身の意図を避け、アンピクテュオーン評議会の名分へと逃げ込んでいるのがわかるであろう。では、彼のためにこれらを共にお膳立てしたのは誰か。これらの口実を与えたのは誰か。生じた災禍の最も重い責任を負うべき者は誰か。この男ではないか。それゆえアテナイの人々よ、町を歩き回りながら、ギリシアは一人の人間によってこのような目に遭わされたのだなどと言ってはならない。一人の人間によってではなく、それぞれの国にいた多くの邪悪な者たちによってなのだ、ああ大地よ、神々よ。

§159

ὧν εἷς οὑτοσί, ὅν, εἰ μηδὲν εὐλαβηθέντα τἀληθὲς εἰπεῖν δέοι,2 οὐκ ἂν ὀκνήσαιμʼ ἔγωγε κοινὸν ἀλειτήριον τῶν μετὰ ταῦτʼ ἀπολωλότων ἁπάντων εἰπεῖν, ἀνθρώπων, τόπων, πόλεων· ὁ γὰρ τὸ σπέρμα παρασχών, οὗτος τῶν φύντων αἴτιος. ὃν ὅπως ποτʼ οὐκ εὐθὺς ἰδόντες ἀπεστράφητε θαυμάζω. πλὴν πολύ τι σκότος, ὡς ἔοικεν, ἐστὶν παρʼ ὑμῖν πρὸ τῆς ἀληθείας.

この男はその一人であり、もし何の遠慮もなしに真実を述べるべきであるなら、私はこの男を、その後に滅び去ったすべての人間、土地、都市に対する共通の禍神と呼ぶことを躊躇しないであろう。なぜなら、種を提供した者こそが、生じた結果の原因であるからだ。あなたがたがこの男を一目見るなり忌避しなかったことが、私には不思議でならない。しかしどうやら、あなたがたのもとでは真実の前に濃い闇が垂れ込めているようである。

§160

συμβέβηκε τοίνυν μοι τῶν κατὰ τῆς πατρίδος τούτῳ πεπραγμένων ἁψαμένῳ εἰς ἃ τούτοις ἐναντιούμενος αὐτὸς πεπολίτευμαι ἀφῖχθαι·3 ἃ πολλῶν μὲν εἵνεκʼ ἂν εἰκότως ἀκούσαιτέ μου, μάλιστα δʼ ὅτι αἰσχρόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ἐγὼ μὲν τὰ ἔργα τῶν ὑπὲρ ὑμῶν πόνων ὑπέμεινα, ὑμεῖς δὲ μηδὲ τοὺς λόγους αὐτῶν ἀνέξεσθε.

さて、この男が祖国に対して犯した悪行に触れた私は、これらに対抗して私自身が推進した国政へと論を進めることとなった。あなたがたがそのことに耳を傾けてくれるのは多くの理由からもっともなことであるが、アテナイの人々よ、何よりも、私があなたがたのための労苦を行動において耐え忍んだのに、あなたがたがそれについての言葉を聞くことすら我慢できないとすれば、恥ずべきことだからである。

§161

ὁρῶν γὰρ ἐγὼ Θηβαίους, σχεδὸν δὲ καὶ ὑμᾶς ὑπὸ τῶν τὰ Φιλίππου φρονούντων καὶ διεφθαρμένων παρʼ ἑκατέροις, ὃ μὲν ἦν ἀμφοτέροις φοβερὸν καὶ φυλακῆς πολλῆς δεόμενον, τὸ τὸν Φίλιππον ἐᾶν αὐξάνεσθαι, παρορῶντας καὶ οὐδὲ καθʼ ἓν φυλαττομένους, εἰς ἔχθραν δὲ καὶ τὸ προσκρούειν ἀλλήλοις ἑτοίμως ἔχοντας, ὅπως τοῦτο μὴ γένοιτο παρατηρῶν διετέλουν,4 οὐκ ἀπὸ τῆς ἐμαυτοῦ γνώμης μόνον ταῦτα συμφέρειν ὑπολαμβάνων,

実際、私はテーバイ人が、そしてほぼ同様にあなたがた自身も、双方の国でピリッポスに与し買収された者たちによって、双方にとって恐るべき事態であり厳重な警戒を要する事柄、すなわちピリッポスが増長するのを放置することを見過ごし、何一つ警戒することなく、むしろ互いに対する敵意と衝突へと前のめりになっているのを見ていたので、これが起こらないよう絶えず監視し続けたのである。単に私自身の判断からこれらが有益であると考えていただけでなく、

構文注4 件
  1. 155καὶ διότι αὐτὸν στρατηγὸν αὐτοκράτορα αἱροῦνται

    直前の不定詞 πρεσβεῦσαι ... καὶ ἀξιοῦν に続く補文として機能している。διότι は「なぜなら」という理由節ではなく、「〜ということ」を表す名詞節(ὅτι 相当)を導き、使節に委任された伝達内容(告知事項)を並列させている。

  2. 159εἰ μηδὲν εὐλαβηθέντα τἀληθὲς εἰπεῖν δέοι

    非人称動詞 δέοι の意味上の主語として対格分詞 εὐλαβηθέντα が置かれ、不定詞 εἰπεῖν に係っている。条件節全体の主語が特定の話者自身に限定されず、一般的な人間(「何ら遠慮することなく真実を述べるべきであるならば」)を想定した不定の対格主語構文である。

  3. 160συμβέβηκε τοίνυν μοι τῶν κατὰ τῆς πατρίδος τούτῳ πεπραγμένων ἁψαμένῳ εἰς ἃ τούτοις ἐναντιούμενος αὐτὸς πεπολίτευμαι ἀφῖχθαι

    文の骨格は συμβέβηκε μοι ... ἀφῖχθαι(「私が〜へと至ることとなった」)。与格代名詞 μοι に一致する分詞句 τῶν ... ἁψαμένῳ(「〜に触れた私は」)が挿入され、目的地の前置詞句 εἰς ἃ ... πεπολίτευμαι(「私が国政を執った事柄へ」)に不定詞 ἀφῖχθαι が接続する。

  4. 161ὁρῶν γὰρ ἐγὼ Θηβαίους, σχεδὸν δὲ καὶ ὑμᾶς ... παρορῶντας καὶ οὐδὲ καθʼ ἓν φυλαττομένους, εἰς ἔχθραν δὲ καὶ τὸ προσκρούειν ἀλλήλοις ἑτοίμως ἔχοντας, ὅπως τοῦτο μὴ γένοιτο παρατηρῶν διετέλουν

    長大な複文構造。主文の動詞は παρατηρῶν διετέλουν(「監視し続けた」)。冒頭の分詞 ὁρῶν は Θηβαίους, σχεδὸν δὲ καὶ ὑμᾶς を目的語とし、これに一致する対格分詞 παρορῶντας, φυλαττομένους, ἑτοίμως ἔχοντας が続く。その間に挿入された ὃ μὲν ἦν ... τὸ τὸν Φίλιππον ἐᾶν αὐξάνεσθαι は、パトスを強調する同格的挿入句で、παρορῶντας の目的語を構成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:155-161