← デモステネス

第十八弁論 冠について

§120-126

劇場での布告の適法性と相手の誹謗への反論

デモステネスは劇場の内での冠の布告が適法かつ公益に資するものであることを法文を挙げて示し、アイスキネスの訴追が法的な告発ではなく嫉妬と誹謗中傷にすぎないことを論難して、彼の素性と人柄の暴露へと論駁を進める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§120

καὶ μὴν περὶ τοῦ γʼ ἐν τῷ θεάτρῳ κηρύττεσθαι, τὸ μὲν μυριάκις μυρίους κεκηρῦχθαι παραλείπω καὶ τὸ πολλάκις αὐτὸς πρότερον. ἀλλὰ πρὸς θεῶν οὕτω σκαιὸς εἶ καὶ ἀναίσθητος, Αἰσχίνη, ὥστʼ οὐ δύνασαι λογίσασθαι ὅτι τῷ μὲν στεφανουμένῳ τὸν αὐτὸν ἔχει ζῆλον ὁ στέφανος, ὅπου ἂν ἀναρρηθῇ, τοῦ δὲ τῶν στεφανούντων εἵνεκα συμφέροντος ἐν τῷ θεάτρῳ γίγνεται τὸ κήρυγμα; οἱ γὰρ ἀκούσαντες ἅπαντες εἰς τὸ ποιεῖν εὖ τὴν πόλιν προτρέπονται, καὶ τοὺς ἀποδιδόντας τὴν χάριν μᾶλλον ἐπαινοῦσι τοῦ στεφανουμένου· διόπερ τὸν νόμον τοῦτον ἡ πόλις γέγραφεν. λέγε δʼ αὐτόν μοι τὸν νόμον λαβών. ΝΟΜΟΣ. "Ὅσους στεφανοῦσί τινες τῶν δήμων, τὰς ἀναγορεύσεις τῶν στεφάνων ποιεῖσθαι ἐν αὐτοῖς ἑκάστους τοῖς ἰδίοις δήμοις, ἐὰν μή τινας ὁ δῆμος ὁ τῶν Ἀθηναίων ἢ ἡ βουλὴ στεφανοῖ· τούτους δʼ ἐξεῖναι ἐν τῷ θεάτρῳ Διονυσίοις "

さらに劇場の内で布告されることに関しても、無数の人々について幾万度も布告されてきたこと、また私自身もしばしば以前に布告されたことは措いておこう。だが神々にかけて、アイスキネスよ、そなたはこれほどまでに愚かで鈍感であり、冠を授けられる者にとってはどこで布告されようと同じ名誉であるが、布告が劇場の内で行われるのは冠を授ける者たちの利益のためであるということを思量できないのか。というのも、それを耳にしたすべての者が都市に善をなすよう促され、恩義を報いる者たちを、冠を授けられる者以上に称賛するからである。まさにそれゆえに都市はこの法律を制定したのだ。その法律を取って私に読み上げてくれ。 法律 「いずれかの区がある人々に冠を授ける場合、冠の布告はそれぞれ自分たちの区の内部で行うものとする。ただしアテナイ人の民衆あるいは評議会が誰かに冠を授ける場合はその限りではない。これらについてはディオニュシア祭において劇場の内で布告することを許す」

§121

ἀκούεις, Αἰσχίνη, τοῦ νόμου λέγοντος σαφῶς, πλὴν ἐάν τινας ὁ δῆμος ἢ ἡ βουλὴ ψηφίσηται· τούτους δʼ ἀναγορευέτω τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις; ἀλλʼ οὐδʼ αἰσχύνει φθόνου δίκην εἰσάγων, οὐκ ἀδικήματος οὐδενός, καὶ νόμους μεταποιῶν, τῶν δʼ ἀφαιρῶν μέρη, οὓς ὅλους δίκαιον ἦν ἀναγιγνώσκεσθαι τοῖς γʼ ὀμωμοκόσιν κατὰ τοὺς νόμους ψηφιεῖσθαι;

アイスキネスよ、そなたには法律が明瞭に告げているのが聞こえるか。 「ただし民衆または評議会が誰かに議決した場合はこの限りではない。これらについては布告せしめよ」それなら惨めな男よ、なぜ誣告するのか。なぜ作り話をでっち上げるのか。なぜこれらのことに対して自身にヘレボロスを処方しないのか。それどころか、いかなる不正行為に対してもではなく嫉妬の訴訟を起こし、法律を改竄し、その一部を削り取りながら恥じ入りもしないのか。法に従って投票すると誓った者たちに対しては、法を全体として朗読するのが正当であったというのに。

§122

ἔπειτα τοιαῦτα ποιῶν λέγεις πόσα δεῖ προσεῖναι τῷ δημοτικῷ, ὥσπερ ἀνδριάντʼ ἐκδεδωκὼς κατὰ συγγραφήν, εἶτʼ οὐκ ἔχονθʼ ἃ προσῆκεν ἐκ τῆς συγγραφῆς κομιζόμενος, ἢ λόγῳ τοὺς δημοτικούς, ἀλλʼ οὐ τοῖς πράγμασι καὶ τοῖς πολιτεύμασιν γιγνωσκομένους. καὶ βοᾷς ῥητὰ καὶ ἄρρητʼ ὀνομάζων, ὥσπερ ἐξ ἁμάξης,1 ἃ σοὶ καὶ τῷ σῷ γένει πρόσεστιν, οὐκ ἐμοί. καίτοι καὶ τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι·

そのうえ、このようなことを行いながら、民衆派の人物にどれほどの資質が具わっているべきかを述べるのか。まるで契約書に従って彫像を発注し、次いで契約書からしてあるべきものを具えていない像を受け取っているかのように、あるいは民衆派の人物が実際の行動や施策によってではなく言葉によって識別されるかのように。そして荷車の上からするように、自分と自分の家系にこそ属し、私には属さない事柄を、口にすべきことも口にすべからざることも名指して叫び立てる。だがアテナイの男たちよ、このことについても述べよう。

§123

ἐγὼ λοιδορίαν κατηγορίας τούτῳ διαφέρειν ἡγοῦμαι, τῷ τὴν μὲν κατηγορίαν ἀδικήματʼ ἔχειν, ὧν ἐν τοῖς νόμοις εἰσὶν αἱ τιμωρίαι, τὴν δὲ λοιδορίαν βλασφημίας, ἃς κατὰ τὴν αὑτῶν φύσιν τοῖς ἐχθροῖς περὶ ἀλλήλων συμβαίνει λέγειν. οἰκοδομῆσαι δὲ τοὺς προγόνους ταυτὶ τὰ δικαστήριʼ ὑπείληφα, οὐχ ἵνα συλλέξαντες ὑμᾶς εἰς ταῦτα ἀπὸ τῶν ἰδίων κακῶς τἀπόρρητα λέγωμεν ἀλλήλους, ἀλλʼ ἵνʼ ἐξελέγχωμεν ἐάν τις ἠδικηκώς τι τυγχάνῃ τὴν πόλιν.

私は悪口と告発は次の点で異なると考えている。すなわち、告発は法律の中に罰則がある不正行為を対象とするのに対し、悪口は敵同士が自分たちの性質に従って互いについて語るのが常である誹謗中傷を対象とするという点においてである。そして先祖たちがこれらの法廷を建設したのは、われわれがあなたがたを私生活から法廷へと集めて互いに秘密の醜聞を口汚く言い合うためではなく、誰かが都市に対して何らかの不正を行っている場合にこれを論駁するためであると理解している。

§124

ταῦτα τοίνυν εἰδὼς Αἰσχίνης οὐδὲν ἧττον ἐμοῦ πομπεύειν2 ἀντὶ τοῦ κατηγορεῖν εἵλετο. οὐ μὴν οὐδʼ ἐνταῦθʼ ἔλαττον ἔχων δίκαιός ἐστιν ἀπελθεῖν. ἤδη δʼ ἐπὶ ταῦτα πορεύσομαι, τοσοῦτον αὐτὸν ἐρωτήσας. πότερόν σέ τις, Αἰσχίνη, τῆς πόλεως ἐχθρὸν ἢ ἐμὸν εἶναι φῇ; ἐμὸν δῆλον ὅτι. εἶθʼ οὗ μὲν ἦν παρʼ ἐμοῦ δίκην κατὰ τοὺς νόμους ὑπὲρ τούτων λαβεῖν, εἴπερ ἠδίκουν, ἐξέλειπες, ἐν ταῖς εὐθύναις, ἐν ταῖς γραφαῖς, ἐν ταῖς ἄλλαις κρίσεσιν·

それゆえアイスキネスはこれらのことを私に劣らず知っていながら、告発する代わりに罵詈雑言を浴びせることを選んだ。もっとも、この点においても彼がより少ない〔応酬〕しか得ずに立ち去るのが正当であるわけではない。だが彼にこれだけのことを問いかけたうえで、私はただちにこれらの事柄へと進もう。アイスキネスよ、人はそなたを都市の敵と言うべきか、それとも私の敵と言うべきか。明らかに私の敵であろう。それなら、もし私が不正を行っていたなら、法に従ってこれらのことについて私に処罰を受けさせることができた場面、すなわち監査において、公訴において、その他の裁判において、そなたは告発の機会を放棄していたではないか。

§125

οὗ δʼ ἐγὼ μὲν ἀθῷος ἅπασι, τοῖς νόμοις, τῷ χρόνῳ, τῇ προθεσμίᾳ, τῷ κεκρίσθαι περὶ πάντων πολλάκις πρότερον, τῷ μηδεπώποτʼ ἐξελεγχθῆναι μηδὲν ὑμᾶς ἀδικῶν, τῇ πόλει δʼ ἢ πλέον ἢ ἔλαττον ἀνάγκη τῶν γε δημοσίᾳ πεπραγμένων μετεῖναι τῆς δόξης, ἐνταῦθʼ ἀπήντηκας; ὅρα μὴ τούτων μὲν ἐχθρὸς ᾖς, ἐμοὶ δὲ προσποιῇ.3

ところが、私がすべてによって、すなわち法律によって、時間によって、出訴期限によって、以前にすべての事象についてしばしば裁判を受けてきたことによって、あなたがたに何らかの不正を働いたと一度も立証されなかったことによって無罪であり、他方、都市にとっては公に行われた行為の評判を良くも悪くも共有することが必然であるようなこの場面において、そなたは待ち構えていたのか。この人々の敵でありながら、私の敵であると装っているのではないか警戒するがよい。

§126

ἐπειδὴ τοίνυν ἡ μὲν εὐσεβὴς καὶ δικαία ψῆφος ἅπασι δέδεικται, δεῖ δέ μʼ, ὡς ἔοικε, καίπερ οὐ φιλολοίδορον ὄντα, διὰ τὰς ὑπὸ τούτου βλασφημίας εἰρημένας ἀντὶ πολλῶν καὶ ψευδῶν αὐτὰ τἀναγκαιότατʼ εἰπεῖν περὶ αὐτοῦ, καὶ δεῖξαι τίς ὢν κἀκ τίνων ῥᾳδίως οὕτως ἄρχει τοῦ κακῶς λέγειν, καὶ λόγους τινὰς διασύρει, αὐτὸς εἰρηκὼς ἃ τίς οὐκ ἂν ὤκνησεν τῶν μετρίων ἀνθρώπων φθέγξασθαι;

さて、信心深く正当な票はすべての人に示されたのであるから、私としても、悪口を好む者ではないとはいえ、この者によって発せられた誹謗中傷のゆえに、数多くの虚偽の言葉に代えて彼自身についてまさに最も必要な事柄を語り、どのような素性の者であり誰の血筋を引いてこれほど容易に悪態をつき始め、またある言葉を嘲笑するのかを明らかにしなければならないようだ。彼自身が、分別ある人間の誰が口にすることを躊躇わなかったであろうような事柄を言い放っておきながら。

構文注3 件
  1. 122ὥσπερ ἐξ ἁμάξης

    直訳すると「荷車の上からのように」。ディオニュシア祭やエレウシスの秘儀の行列において、荷車に乗った人々が道行く人や観衆に向けて下品な野次や罵詈雑言を投げかける風習(τὰ ἐξ ἁμαξῶν)を踏まえた成句的表現であり、「下品かつあからさまに罵り散らす」さまを指す。

  2. 124οὐδὲν ἧττον ἐμοῦ πομπεύειν

    πομπεύειν は本来「行列に加わる」だが、転じて「(祭礼の行列のように)罵詈雑言を浴びせる」を意味する。οὐδὲν ἧττον ἐμοῦ(直訳「私より少しも劣らず」)は直前の分詞 εἰδώς に係り、比較の属格 ἐμοῦ とともに「(これらのことを)私に劣らず知っていながら」を意味する。

  3. 125ὅρα μὴ τούτων μὲν ἐχθρὸς ᾖς, ἐμοὶ δὲ προσποιῇ

    ὅρα μή +接続法(ᾖς)は「〜ではないかと警戒せよ/〜であるかもしれない」という懸念・警告の構文。後半の προσποιῇ は接続法中動態2人称単数(προσποιέομαι)で、文脈上「私の敵であると装う/自任する」(ἐμοὶ [ἐχθρὸς εἶναι] προσποιῇ)を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:120-126