← イソクラテス

パンアテナイア祭演説

§97-105

両国の覇権の比較とスパルタの背信

著者はアテナイとスパルタの覇権を比較し、内紛や専制の教唆、さらには対ペルシア外交における背信と専横の責任がスパルタにあることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§97

πλεῖστοι μὲν οὖν κατηγοροῦσιν ἀμφοῖν τοῖν πολέοιν, ὅτι προσποιούμεναι κινδυνεῦσαι πρὸς τοὺς βαρβάρους ὑπὲρ τῶν Ἑλλήνων οὐκ εἴασαν τὰς πόλεις αὐτονόμους εἶναι καὶ διοικῆσαι τὰ σφέτερʼ αὐτῶν ὅπως ἑκάστῃ συνέφερεν, ἀλλʼ ὥσπερ αἰχμαλώτους εἰληφυῖαι διελόμεναι κατεδουλώσαντο πάσας αὐτάς, καὶ παραπλήσιον ἐποίησαν τοῖς παρὰ μὲν τῶν ἄλλων τοὺς οἰκέτας εἰς ἐλευθερίαν ἀφαιρουμένοις,1 σφίσι δʼ αὐτοῖς δουλεύειν ἀναγκάζουσιν.

さて、極めて多くの人々が双方のポリスを告発して言うには、両ポリスはギリシア人のために蛮族に立ち向かって危険を冒したと装いながら、諸都市が自律を保ち、それぞれにとって都合のよいように自らの内政を行うのを許さず、捕虜として手に入れたかのように分け合ってそれらすべてを隷属させ、他者から召使いを自由の身へと解放しておきながら自分たちの奴隷となるよう強制する者たちと似たようなことをした、というのです。

§98

τοῦ δὲ λέγεσθαι ταῦτα καὶ πολὺ πλείω καὶ πικρότερα τούτων οὐχ ἡμεῖς αἴτιοι γεγόναμεν, ἀλλʼ οἱ νῦν μὲν ἐν τοῖς λεγομένοις ἡμῖν ἀντιτεταγμένοι, τὸν δʼ ἄλλον χρόνον ἐν τοῖς πραττομένοις ἅπασιν. τοὺς μὲν γὰρ ἡμετέρους προγόνους οὐδεὶς ἂν ἐπιδείξειεν ἐν τοῖς ἐπέκεινα χρόνοις τοῖς ἀναριθμήτοις οὐδεμιᾶς πόλεως οὔτε μείζονος οὔτʼ ἐλάττονος ἄρχειν ἐπιχειρήσαντας· Λακεδαιμονίους δὲ πάντες ἴσασιν, ἀφʼ οὗ περ εἰς Πελοπόννησον εἰσῆλθον, οὐδὲν ἄλλο πράττοντας οὐδὲ βουλευομένους πλὴν ὅπως μάλιστα μὲν ἁπάντων ἄρξουσιν, εἰ δὲ μή, Πελοποννησίων.

しかし、このようなこと、またこれらよりもはるかに多くの、より辛辣な非難が浴びせられる原因となったのは私たちではなく、今や言論の上で私たちと対立し、それ以外の時代にはあらゆる行動において敵対してきた者たちなのです。というのも、数限りないはるかな過去の時代において、わが先祖たちが大都市であれ小都市であれ、いかなる都市をも支配しようと企てたことを証明できる者など誰もいないのに対し、スパルタ人については、彼らがペロポネソス半島に入って以来、できれば全ギリシア人を、そうでなくともペロポネソス人を何としても支配することを目指す以外、他の何事をも行動にも計画にも移してこなかったことを誰もが知っているからです。

§99

ἀλλὰ μὴν καὶ τὰς στάσεις καὶ τὰς σφαγὰς καὶ τὰς τῶν πολιτειῶν μεταβολάς, ἃς ἀμφοτέροις τινὲς ἡμῖν ἐπιφέρουσιν, ἐκεῖνοι μὲν ἂν φανεῖεν ἁπάσας τὰς πόλεις πλὴν ὀλίγων μεστὰς πεποιηκότες τῶν τοιούτων συμφορῶν καὶ νοσημάτων, τὴν δʼ ἡμετέραν πόλιν οὐδεὶς ἂν οὐδʼ εἰπεῖν τολμήσειε πρὸ τῆς ἀτυχίας τῆς ἐν Ἑλλησπόντῳ γενομένης ὡς τοιοῦτον ἐν τοῖς συμμάχοις τι διαπραξαμένην.2

さらに言えば、ある人々が私たちの双方に帰している内紛や虐殺や政体変革についても、彼ら〔スパルタ人〕こそが少数を除くすべての都市をそのような災難や病弊で満たしたことが明らかになるでしょうし、わがポリスについては、ヘレスポントスでの不運の以前に同盟者たちの間でそのようなことを行ったとあえて言える者は一人もいないはずです。

§100

ἄλλʼ ἐπειδὴ Λακεδαιμόνιοι κύριοι καταστάντες τῶν Ἑλλήνων πάλιν ἐξέπιπτον ἐκ τῶν πραγμάτων, ἐν τούτοις τοῖς καιροῖς στασιαζουσῶν τῶν ἄλλων, πόλεων δύʼ ἢ τρεῖς τῶν στρατηγῶν τῶν ἡμετέρων, οὐ γὰρ ἀποκρύψομαι τἀληθές, ἐξήμαρτον περί τινας αὐτῶν ἐλπίζοντες, ἢν μιμήσωνται τὰς Σπαρτιατῶν πράξεις, μᾶλλον αὐτὰς δυνήσεσθαι κατασχεῖν.

しかし、スパルタ人がギリシアの覇者となってから再びその権力の座から転落しかけた時、他の諸都市が内紛に陥っていたそうした時期に、わが将軍のうちの二、三の者が――真実を隠すつもりはありませんが――彼ら[スパルタ人]のやり方を模倣すれば諸都市をより強固に掌握できると期待して、いくつかの都市に対して過ちを犯しました。

§101

ὥστε δικαίως ἂν ἐκείνοις μὲν ἅπαντες ἐγκαλέσειαν ὡς ἀρχηγοῖς γεγενημένοις καὶ διδασκάλοις τῶν τοιούτων ἔργων, τοῖς δʼ ἡμετέροις, ὥσπερ τῶν μαθητῶν τοῖς ὑπὸ τῶν ὑπισχνουμένων ἐξηπατημένοις καὶ διημαρτηκόσι τῶν ἐλπίδων, εἰκότως ἂν συγγνώμην ἔχοιεν.

したがって、誰しも彼らをこのような行為の首謀者かつ教唆者として当然に非難する一方で、甘言を弄する者たちに欺かれ期待を裏切られた弟子のような立場にあるわが方の者たちに対しては、寛恕の念を抱くのがもっともでしょう。

§102

τὸ τοίνυν τελευταῖον, ὃ μόνοι καὶ καθʼ αὑτοὺς ἔπραξαν, τίς οὐκ οἶδεν ὅτι κοινῆς ἡμῖν τῆς ἔχθρας ὑπαρχούσης, τῆς πρὸς τοὺς βαρβάρους καὶ τοὺς βασιλέας αὐτῶν, ἡμεῖς μὲν ἐν πολέμοις πολλοῖς γιγνόμενοι καὶ μεγάλαις συμφοραῖς ἐνίοτε περιπίπτοντες καὶ τῆς χώρας ἡμῶν θαμὰ πορθουμένης καὶ τεμνομένης οὐδεπώποτʼ ἐβλέψαμεν πρὸς τὴν ἐκείνων φιλίαν καὶ συμμαχίαν, ἀλλʼ ὑπὲρ ὧν τοῖς Ἕλλησιν ἐπεβούλευσαν μισοῦντες αὐτοὺς διετελέσαμεν μᾶλλον ἢ τοὺς ἐν τῷ παρόντι κακῶς ἡμᾶς ποιοῦντας·

さて最後に、彼らが単独で自分たちだけで行った事柄についてですが、蛮族およびその王たちに対する敵意が私たち〔双方〕に共通してありながら、私たちが多くの戦争の渦中に置かれ、時に大きな災難に見舞われ、国土がしばしば略奪され荒廃させられても、決して彼らの好意と同盟に目を向けようとはせず、ギリシア人に対して謀略を巡らせたことのゆえに、目下私たちに危害を加えている者たち以上に彼ら[蛮族]を憎み続けたことを、誰が知らないでしょうか。

§103

Λακεδαιμόνιοι δʼ οὔτε πάσχοντες κακὸν οὐδὲν οὔτε μέλλοντες οὔτε δεδιότες εἰς τοῦτʼ ἀπληστίας ἦλθον, ὥστʼ οὐκ ἐξήρκεσεν αὐτοῖς ἔχειν τὴν κατὰ γῆν ἀρχήν, ἀλλὰ καὶ τὴν κατὰ θάλατταν δύναμιν οὕτως ἐπεθύμησαν λαβεῖν, ὥστε κατὰ τοὺς αὐτοὺς χρόνους τούς τε συμμάχους τοὺς ἡμετέρους ἀφίστασαν, ἐλευθερώσειν αὐτοὺς ὑπισχνούμενοι, καὶ βασιλεῖ περὶ φιλίας διελέγοντο καὶ συμμαχίας, παραδώσειν αὐτῷ φάσκοντες ἅπαντας τοὺς ἐπὶ τῆς Ἀσίας κατοικοῦντας, πίστεις δὲ δόντες τούτοις ἀμφοτέροις καὶ καταπολεμήσαντες ἡμᾶς, οὓς μὲν ἐλευθερώσειν ὤμοσαν, κατεδουλώσαντο μᾶλλον ἢ τοὺς Εἵλωτας, βασιλεῖ δὲ τοιαύτην χάριν ἀπέδοσαν ὥστʼ ἔπεισαν τὸν ἀδελφὸν αὐτοῦ Κῦρον ὄντα νεώτερον ἀμφισβητεῖν τῆς βασιλείας, καὶ στρατόπεδον αὐτῷ συναγαγόντες καὶ στρατηγὸν Κλέαρχον ἐπιστήσαντες ἀνέπεμψαν ἐπʼ ἐκεῖνον·

これに対してスパルタ人は、何ら被害を受けてもおらず、受ける見込みも恐れもなかったのに、底知れぬ強欲に駆られ、陸上の支配権を握るだけでは飽き足らず、海上の制覇をも獲得しようと激しく欲するあまり、まさにその同じ時期に、わが同盟者たちには解放してやると約束して離反させる一方で、王とは親善と同盟について協議し、アジアに居住するすべての者を王に引き渡すと公言したのです。そしてこの双方に誓約を与えて私たちを攻め滅ぼすと、解放すると誓った者たちをヘイロータイ以上に隷属させ、王に対しては、その兄弟で年下であるキュロスを説得して王位を奪おうと争わせ、彼のために軍勢を集めクレアルコスを将軍に任命して王のもとへと進軍させるという恩義の返し方をしたのです。

§105

ἀτυχήσαντες δʼ ἐν τούτοις καὶ γνωσθέντες ὧν ἐπεθύμουν,3 καὶ μισηθέντες ὑπὸ πάντων, εἰς πόλεμον καὶ ταραχὰς τοσαύτας κατέστησαν ὅσας εἰκὸς τοὺς καὶ περὶ τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους ἐξημαρτηκότας. περὶ ὧν οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγοντα διατρίβειν, πλὴν ὅτι καταναυμαχηθέντες ὑπό τε τῆς βασιλέως δυνάμεως καὶ τῆς Κόνωνος στρατηγίας τοιαύτην ἐποιήσαντο τὴν εἰρήνην,

しかしこれらに失敗し、彼らの欲望が見透かされ、すべての人々から憎まれるようになると、ギリシア人に対しても蛮族に対しても罪を犯した者たちにふさわしいほどの戦争と混乱に陥ることになりました。これらについては、長々と語って時間を費やす必要が何処にあるか私には分かりませんが、ただ彼らは王の軍事力とコノンの采配によって海戦で敗れ去り、あのような和約を結ぶに至ったのです。

構文注3 件
  1. 97εἰς ἐλευθερίαν ἀφαιρουμένοις

    ἀφαιρεῖσθαί τινα εἰς ἐλευθερίαν は法廷・法律用語に由来する慣用表現で、「(奴隷と主張されている人物を)自由人であると主張・確認して引き渡させる(解放する)」の意。ここでは形式的に他者から解放しておきながら実質的に自己の奴隷とする欺瞞を指す。

  2. 99ὡς τοιοῦτον ἐν τοῖς συμμάχοις τι διαπραξαμένην

    先行する οὐδεὶς ἂν οὐδʼ εἰπεῖν τολμήσειε に対する補足構造。対格 τὴν δʼ ἡμετέραν πόλιν を意味上の主語とし、ὡς + 分詞(アオリスト中動態 διαπραξαμένην)で間接言明(主張内容)を表す構文(prolepsis的結合)。

  3. 105γνωσθέντες ὧν ἐπεθύμουν

    受動態分詞 γνωσθέντες(判明させられた、正体を暴かれた)に、欲求の対象を表す関係代名詞 ὧν(ἐπεθύμουν が支配する属格で、先行詞は省略)が係っている。文脈上「彼らの欲望の正体が露見して」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:97-105