← イソクラテス

パンアテナイア祭演説

§64-72

同盟者統治と都市破壊におけるスパルタの残虐性

著者はアテナイの過誤を認めつつも、同盟者の裁判、貢租、都市の破壊に関してスパルタの残虐性の方がはるかに甚だしいと反論し、トロイア遠征の英雄たちを輩出したペロポネソスの大都市を破壊したスパルタの不義を指弾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§64

ἐγὼ δὲ πρὸς ἅπαντα μὲν τὰ δικαίως ἂν ῥηθέντα κατὰ τῆς πόλεως οὔτʼ ἂν δυναίμην ἀντειπεῖν οὔτʼ ἂν ἐπιχειρήσαιμι τοῦτο ποιεῖν· καὶ γὰρ ἂν αἰσχυνοίμην, ὅπερ εἶπον ἤδη καὶ πρότερον, εἰ τῶν ἄλλων μηδὲ τοὺς θεοὺς ἀναμαρτήτους εἶναι νομιζόντων ἐγὼ γλιχοίμην καὶ πειρῴμην πείθειν ὡς περὶ οὐδὲν πώποτε τὸ κοινὸν ἡμῶν πεπλημμέληκεν·

私は、我がポリスに対して正当に述べられうるすべての非難に対しては、反論することもできなければ、そうすることを試みようとも思いません。というのも、以前にもすでに述べたように、世の人々が神々でさえ過ちを犯さないとは考えていないときに、我が国家共同体がいかなる過ちも一度たりとも犯したことがないと熱心に主張し、人々を説得しようと試みるならば、恥じ入るほかないからです。

§65

οὐ μὴν ἀλλʼ ἐκεῖνό γʼ οἴομαι ποιήσειν, τήν τε πόλιν τὴν Σπαρτιατῶν ἐπιδείξειν περὶ τὰς πράξεις τὰς προειρημένας πολὺ πικροτέραν καὶ χαλεπωτέραν τῆς ἡμετέρας γεγενημένην, τούς θʼ ὑπὲρ ἐκείνων βλασφημοῦντας καθʼ ἡμῶν ὡς δυνατὸν ἀφρονέστατα διακειμένους καὶ τοῦ κακῶς ἀκούειν ὑφʼ ἡμῶν τοὺς φίλους αὐτῶν αἰτίους ὄντας·

しかしながら、私は次のことは成し遂げられると考えています。すなわち、前述の諸行為においてスパルタ人のポリスが我がポリスよりもはるかに冷酷で苛烈であったこと、そしてスパルタ人に味方して我らを中傷する者たちが極めて無分別な状態にあり、自分たちの友人が我らから悪し様に言われる原因を作っていることを明らかにすることです。

§66

ἐπειδὰν γὰρ τὰ τοιαῦτα κατηγορῶσιν, οἷς ἔνοχοι Λακεδαιμόνιοι μᾶλλον τυγχάνουσιν ὄντες, οὐκ ἀποροῦμεν τοῦ περὶ ἡμῶν ῥηθέντος μεῖζον ἁμάρτημα κατʼ ἐκείνων εἰπεῖν. οἷον καὶ νῦν, ἢν μνησθῶσι τῶν ἀγώνων τῶν τοῖς συμμάχοις ἐνθάδε γιγνομένων, τίς ἐστιν οὕτως ἀφυής, ὅστις οὐχ εὑρήσει πρὸς τοῦτʼ ἀντειπεῖν ὅτι πλείους Λακεδαιμόνιοι τῶν Ἑλλήνων ἀκρίτους ἀπεκτόνασι τῶν παρʼ ἡμῖν, ἐξ οὗ τὴν πόλιν οἰκοῦμεν, εἰς ἀγῶνα καὶ κρίσιν καταστάντων;1

というのも、彼らがラケダイモン人の方こそより深く咎を負っているような事柄で我らを告発するならば、私たちは自分たちについて言われたことよりも重大な過ちを彼らに対して指摘することに窮しないからです。 たとえば今の場合も、もし彼らが同盟者に対して当地で行われた裁判を引き合いに出すならば、ラケダイモン人は、私たちがポリスに住まうようになって以来、我らのもとで訴訟や裁判に付された者たちの数よりも多くのギリシア人を裁判なしに処刑してきたのだと反論するのを思いつけないほど愚鈍な者がいるでしょうか。

§67

τοιαῦτα δὲ καὶ περὶ τῆς εἰσπράξεως τῶν φόρων ἤν τι λέγωσιν, ἕξομεν εἰπεῖν· πολὺ γὰρ ἐπιδείξομεν συμφορώτερα πράξαντας τοὺς ἡμετέρους ἢ Λακεδαιμονίους ταῖς πόλεσι ταῖς τὸν φόρον ἐνεγκούσαις. πρῶτον μὲν γὰρ οὐ προσταχθὲν ὑφʼ ἡμῶν τοῦτʼ ἐποίουν,2 ἀλλʼ αὐτοὶ γνόντες, ὅτε περ τὴν ἡγεμονίαν ἡμῖν τὴν κατὰ θάλατταν ἔδοσαν·

また、貢租の徴収について何か言うとしても、私たちは次のように言い返すことができるでしょう。すなわち、我がポリスの人々は貢租を納めたポリスに対して、ラケダイモン人よりもはるかに有益に振る舞ったのだと論証するのです。第一に、彼らは我らに命じられたからこれを行っていたのではなく、海上での覇権を我らに委ねた際、自らの判断によってそうしたのです。

§68

ἔπειτʼ οὐχ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας ἔφερον, ἀλλʼ ὑπὲρ τῆς δημοκρατίας καὶ τῆς ἐλευθερίας τῆς αὑτῶν καὶ τοῦ μὴ περιπεσεῖν ὀλιγαρχίας γενομένης τηλικούτοις κακοῖς τὸ μέγεθος, ἡλίκοις ἐπὶ τῶν δεκαδαρχιῶν καὶ τῆς δυναστείας τῆς Λακεδαιμονίων. ἔτι δʼ οὐκ ἐκ τούτων ἔφερον ἐξ ὧν αὐτοὶ διέσωσαν, ἀλλʼ ἀφʼ ὧν διʼ ἡμᾶς εἶχον· ὑπὲρ ὧν, εἰ καὶ μικρὸς λογισμὸς ἐνῆν αὐτοῖς, δικαίως ἂν χάριν εἶχον ἡμῖν. παραλαβόντες γὰρ τὰς πόλεις αὐτῶν τὰς μὲν παντάπασιν ἀναστάτους γεγενημένας ὑπὸ τῶν βαρβάρων, τὰς δὲ πεπορθημένας, εἰς τοῦτο προηγάγομεν, ὥστε μικρὸν μέρος τῶν γιγνομένων ἡμῖν διδόντας μηδὲν ἐλάττους ἔχειν τοὺς οἴκους Πελοποννησίων τῶν οὐδένα φόρον ὑποτελούντων.

第二に、彼らは我らの安全のために貢租を納めていたのではなく、自らの民主政と自由のため、そして寡頭政が生じた際にラケダイモン人の十人支配と権力支配のもとで生じたような甚大な災禍に陥らないために納めていたのです。さらに彼らは、自力で守り抜いた財産から納めていたのではなく、我らのおかげで保有していた財産から納めていたのです。それらに対して彼らは、もし少しでも分別があったならば、当然我が国に感謝していたはずなのです。なぜなら、彼らのポリスのうち、異民族によって完全に荒廃させられていたものや略奪されていたものを引き取って、我らはそれらを、生じた利益のわずかな部分を我らに差し出すだけで、いかなる貢租も納めていないペロポネソス人たちの家産に決して劣らない財産を持てるまでに導いたからです。

§70

περὶ τοίνυν τῶν ἀναστάτων γεγενημένων ὑφʼ ἑκατέρας τῶν πόλεων, ὃ μόνοις τινὲς ἡμῖν ὀνειδίζουσιν, ἐπιδείξομεν πολὺ δεινότερα πεποιηκότας οὓς ἐπαινοῦντες διατελοῦσιν. ἡμῖν μὲν γὰρ συνέπεσε περὶ νησύδρια τοιαῦτα καὶ τηλικαῦτα τὸ μέγεθος ἐξαμαρτεῖν, ἃ πολλοὶ τῶν Ἑλλήνων οὐδʼ ἴσασιν, ἐκεῖνοι δὲ τὰς μεγίστας πόλεις τῶν ἐν Πελοποννήσῳ καὶ τὰς πανταχῇ προεχούσας τῶν ἄλλων ἀναστάτους ποιήσαντες αὐτοὶ τἀκείνων ἔχουσιν, ἃς ἄξιον ἦν, εἰ καὶ μηδὲν αὐταῖς πρότερον ὑπῆρχεν ἀγαθόν, τῆς μεγίστης δωρεᾶς παρὰ τῶν Ἑλλήνων τυχεῖν3 διὰ τὴν στρατείαν τὴν ἐπὶ Τροίαν, ἐν ᾗ σφᾶς τε αὐτὰς παρέσχον πρωτευούσας καὶ τοὺς ἡγεμόνας ἀρετὰς ἔχοντας οὐ μόνον τὰς τοιαύτας ὧν πολλοὶ καὶ τῶν φαύλων κοινωνοῦσιν, ἀλλὰ κἀκείνας ὧν οὐδεὶς ἂν πονηρὸς ὢν δυνηθείη μετασχεῖν.

それゆえ、双方のポリスによって荒廃させられた都市について、ある人々が我らだけを非難している事柄に関しても、彼らが称賛し続けている者たちの方がはるかに恐ろしいことを行ってきたのだと論証できるでしょう。我が国にとっては、多くのギリシア人がその存在さえ知らないような小島に関して過ちを犯したという不幸な出来事でしたが、あちらの者たちはペロポネソスにおいて最も偉大で、あらゆる点において他を凌駕していた諸ポリスを荒廃させ、自らそれらの領地を領有しているのです。それらの都市は、たとえそれ以前に何ら善き功績がなかったとしても、トロイアへの遠征ゆえにギリシア人たちから最大の恩賞を受けるに値していました。その遠征においてそれらの都市は自らが先頭に立ち、卑劣な者のうちでさえ多くの者があずかっているような徳だけでなく、悪しき者であれば誰も分かち合うことのできないような徳をも備えた指導者たちを提供したのです。

§72

Μεσσήνη μὲν γὰρ Νέστορα παρέσχε τὸν φρονιμώτατον ἁπάντων τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων, Λακεδαίμων δὲ Μενέλαον τὸν διὰ σωφροσύνην καὶ δικαιοσύνην μόνον ἀξιωθέντα Διὸς γενέσθαι κηδεστήν, ἡ δʼ Ἀργείων πόλις Ἀγαμέμνονα τὸν οὐ μίαν οὐδὲ δύο σχόντα μόνον ἀρετάς, ἀλλὰ πάσας ὅσας ἂν ἔχοι τις εἰπεῖν,

というのも、メッセネは当時の人々の中で最も聡明なネストルを提供し、ラケダイモンは節制と正義のゆえにただ一人ゼウスの姻族となることを許されたメネラオスを提供し、アルゴス人のポリスは、一つや二つの徳だけでなく、人が口にしうる限りのあらゆる徳を備えたアガメムノンを提供したのですから。

構文注3 件
  1. 66πλείους Λακεδαιμόνιοι τῶν Ἑλλήνων ἀκρίτους ἀπεκτόνασι τῶν παρʼ ἡμῖν, ἐξ οὗ τὴν πόλιν οἰκοῦμεν, εἰς ἀγῶνα καὶ κρίσιν καταστάντων

    比較級 πλείους に対する比較の属格として τῶν ... καταστάντων(裁判に付された者たちよりも)が取られている。名詞 τῶν Ἑλλήνων は πλείους にかかる部分属格(「より多くのギリシア人を」)で、ἀκρίτους(裁判なしに)は ἀπεκτόνασι に対する述語的対格であり、全体の骨格は「ラケダイモン人が裁判なしに処刑したギリシア人の数は、我が国で裁判に付された者たちの数よりも多い」という対比構造である。

  2. 67οὐ προσταχθὲν ὑφʼ ἡμῶν τοῦτʼ ἐποίουν

    分詞 προσταχθέν は非人称受動分詞の絶対対格(accusative absolute)として機能し、「我らによって命じられたからではなく(命令されたわけではなく)」という状況・根拠を述べている。主節の主語である同盟者たち(ἐποίουν の主語)とは一致せず、独立した副詞節的役割を果たしている。

  3. 71ἃς ἄξιον ἦν, εἰ καὶ μηδὲν αὐταῖς πρότερον ὑπῆρχεν ἀγαθόν, τῆς μεγίστης δωρεᾶς παρὰ τῶν Ἑλλήνων τυχεῖν

    ἄξιον ἦν は義務・適格を表す形容詞と未完了過去 ἦν の結合で、ἄν を伴わずに反実仮想的ニュアンス(「受けるのが正当であった[が実際には受けられず破壊された]」)を表す慣用構文。関係代名詞 ἃς は前文の被修飾語であるペロポネソスの諸都市(メッセネ、スパルタ、アルゴス等)を指す対格で、不定詞 τυχεῖν の意味上の主語となっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:64-72