- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:264-272
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弟子の解釈と同席者たちの賛同に対し、イソクラテスはその真意の正否には言及せず演説を公表することを受け入れ、続いて病気や九十七歳という高齢の中で執筆を完遂した経緯を明かし、真面目な教育的言論を重んじる聴衆への称賛と軽率な批判者への戒めを述べて演説を締めくくる。
ταῦτʼ εἰπόντος αὐτοῦ καὶ τοὺς παρόντας ἀξιώσαντος ἀποφήνασθαι περὶ ὧν παρεκλήθησαν, οὐκ ἐθορύβησαν, ὃ ποιεῖν εἰώθασιν ἐπὶ τοῖς χαριέντως διειλεγμένοις, ἀλλʼ ἀνεβόησαν ὡς ὑπερβαλλόντως εἰρηκότος,1 καὶ περιστάντες αὐτὸν ἐπῄνουν, ἐζήλουν, ἐμακάριζον, καὶ προσθεῖναι μὲν οὐδὲν εἶχον τοῖς εἰρημένοις οὐδʼ ἀφελεῖν, συναπεφαίνοντο δὲ καὶ συνεβούλευόν μοι ποιεῖν ἅπερ ἐκεῖνος παρῄνεσεν.
彼がこのように語り、同席していた者たちに召集された目的について意見を表明するよう求めたとき、彼らは上品に論じた者に対して普段行うような騒ぎ立てる拍手喝采はせず、彼がずば抜けて見事に語ったとして大声を上げ、彼の周りを取り囲んでは称賛し、羨み、祝福し、語られた事柄に何一つ付け加えることも削り取ることもできず、ともに意見を述べ、彼が助言したとおりのことを実行するよう私に助言したのであった。
οὐ μὴν οὐδʼ ἐγὼ παρεστὼς ἐσιώπων, ἀλλʼ ἐπῄνεσα τήν τε φύσιν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν, περὶ δὲ τῶν ἄλλων οὐδὲν ἐφθεγξάμην ὧν εἶπεν, οὔθʼ ὡς ἔτυχε ταῖς ὑπονοίαις τῆς ἐμῆς διανοίας οὔθʼ ὡς διήμαρτεν,2 ἀλλʼ εἴων αὐτὸν οὕτως ἔχειν ὥσπερ αὐτὸς αὑτὸν διέθηκεν.
もちろん、傍らに立っていた私も黙っていたわけではなく、彼の天賦の才とその熱心さを称賛したものの、彼が語ったその他のことについては、彼が推測によって私の意図を言い当てたとも、的外れであったとも一言も口にせず、彼自身が自らを落ち着かせたその状態のままにしておいた。
περὶ μὲν οὖν ὧν ὑπεθέμην ἱκανῶς εἰρῆσθαι νομίζω· τὸ γὰρ ἀναμιμνήσκειν καθʼ ἕκαστον τῶν εἰρημένων οὐ πρέπει τοῖς3 λόγοις τοῖς τοιούτοις· βούλομαι δὲ διαλεχθῆναι περὶ τῶν ἰδίᾳ μοι περὶ τὸν λόγον συμβεβηκότων. ἐγὼ γὰρ ἐνεστησάμην μὲν αὐτὸν ἔτη γεγονὼς ὅσα περ ἐν ἀρχῇ προεῖπον·
さて、私が主題として提示した事柄については、すでに十分に語られたと考える。語られた事柄を一つ一つ想起することは、このような演説にはふさわしくないからである。むしろ私は、この演説に関して私個人に起こった出来事について語りたいと思う。というのも、私は冒頭ですでに述べた年齢になってこの演説に着手したからである。
ἤδη δὲ τῶν ἡμισέων γεγραμμένων ἐπιγενομένου μοι νοσήματος ῥηθῆναι μὲν οὐκ εὐπρεποῦς, δυναμένου δʼ ἀναιρεῖν οὐ μόνον τοὺς πρεσβυτέρους ἐν τρισὶν ἢ τέτταρσιν ἡμέραις ἀλλὰ καὶ τῶν ἀκμαζόντων πολλούς, τούτῳ διατελῶ τρίʼ ἔτη μαχόμενος, οὕτω φιλοπόνως ἑκάστην τὴν ἡμέραν διάγων, ὥστε τοὺς εἰδότας καὶ τοὺς παρὰ τούτων πυνθανομένους μᾶλλόν με θαυμάζειν διὰ τὴν καρτερίαν ταύτην ἢ διʼ ἃ πρότερον ἐπῃνούμην.
すでに半分が書かれたところで、口にするのも憚られるような病気に襲われたが、これは高齢者を三、四日で死に至らしめるだけでなく、壮年期の多くの者さえ奪い去る力を持つものであり、私はこれと三年間戦い続け、日々をきわめて勤勉に過ごしたため、これを知る者たちや彼らから聞き及んだ者たちは、私が以前称賛されていた事柄によるよりも、この忍耐のゆえに私をよりいっそう感嘆するほどであった。
ἤδη δʼ ἀπειρηκότος καὶ διὰ τὴν νόσον καὶ διὰ τὸ γῆρας, τῶν ἐπισκοπούντων τινές με καὶ πολλάκις ἀνεγνωκότων τὸ μέρος τοῦ λόγου τὸ γεγραμμένον, ἐδέοντό μου καὶ συνεβούλευον μὴ καταλιπεῖν αὐτὸν ἡμιτελῆ μηδʼ ἀδιέργαστον, ἀλλὰ πονῆσαι μικρὸν χρόνον καὶ προσέχειν τοῖς λοιποῖς τὸν νοῦν.
病気のゆえにも老齢のゆえにもはや疲れ果てていたとき、私を見舞いに訪れ、書き上げられた演説の部分を何度も読み返した者たちの幾人かが、これを未完成のまま、あるいは推敲されないまま放置することなく、少しの間骨を折り、残りの部分に意を注ぐよう私に懇願し、助言した。
οὐχ ὁμοίως δὲ διελέγοντο περὶ τούτων τοῖς ἀφοσιουμένοις, ἀλλʼ ὑπερεπαινοῦντες μὲν τὰ γεγραμμένα, τοιαῦτα δὲ λέγοντες, ὧν εἴ τινες ἤκουον μήτε συνήθεις ἡμῖν ὄντες μήτʼ εὔνοιαν μηδεμίαν ἔχοντες, οὐκ ἔστιν ὅπως οὐκ ἂν ὑπέλαβον τοὺς μὲν φενακίζειν, ἐμὲ δὲ διεφθάρθαι καὶ παντάπασιν εἶναι μωρόν, εἰ πείσομαι τοῖς λεγομένοις. οὕτω δʼ ἔχων ἐφʼ οἷς εἰπεῖν ἐτόλμησαν ἐπείσθην ʽτί γὰρ δεῖ μακρολογεῖν;ʼ γενέσθαι πρὸς τῇ τῶν λοιπῶν πραγματείᾳ γεγονὼς μὲν ἔτη τρία μόνον ἀπολείποντα τῶν ἑκατόν, οὕτω δὲ διακείμενος ὡς ἕτερος ἔχων οὐχ ὅπως γράφειν ἂν λόγον ἐπεχείρησεν, ἀλλʼ οὐδʼ ἄλλου δεικνύοντος καὶ πονήσαντος ἠθέλησεν ἀκροατὴς γενέσθαι.
彼らはこのことについて、義務的に形式を済ませる人々のようには語らず、書かれたものを過剰に称賛しつつ、もし私たちの親しい間柄でもなく何の好意も抱いていない者が彼らの言葉を聞いたなら、彼らは欺瞞を弄しており、私はもし言われていることを信じるならば正気を失っておりまったくの愚か者であると判断せずにはいられないようなことを語ったのである。彼らが口にするのを敢えてした言葉に対してこのように感じつつも、(長々と語る必要がどこにあろうか)私は残りの著作活動に取りかかるよう説得されたのであった。このとき私の年齢は百歳にわずか三歳足りないだけであり、他の人であればその状態にあるなら演説を書こうと試みるどころか、他人が示して苦心して作ったものの聴衆になることさえ望まなかったであろうほどの状態にあった。
τίνος οὖν ἕνεκα ταῦτα διῆλθον; οὐ συγγνώμης τυχεῖν ἀξιῶν ὑπὲρ τῶν εἰρημένων, οὐ γὰρ οὕτως οἴομαι διειλέχθαι περὶ αὐτῶν, ἀλλὰ δηλῶσαι βουλόμενος τά τε περὶ ἐμὲ γεγενημένα, καὶ τῶν ἀκροατῶν ἐπαινέσαι μὲν τοὺς τόν τε λόγον ἀποδεχομένους τοῦτον καὶ τῶν ἄλλων σπουδαιοτέρους καὶ φιλοσοφωτέρους εἶναι νομίζοντας τούς τε διδασκαλικοὺς καὶ τεχνικοὺς τῶν πρὸς τὰς ἐπιδείξεις καὶ τοὺς ἀγῶνας γεγραμμένων, καὶ τοὺς τῆς ἀληθείας στοχαζομένους τῶν τὰς δόξας τῶν ἀκροωμένων παρακρούεσθαι ζητούντων, καὶ τοὺς ἐπιπλήττοντας τοῖς ἁμαρτανομένοις καὶ νουθετοῦντας τῶν πρὸς ἡδονὴν καὶ χάριν λεγομένων, συμβουλεῦσαι δὲ τοῖς τἀναντία τούτων γιγνώσκουσι πρῶτον μὲν μὴ πιστεύειν ταῖς αὑτῶν γνώμαις, μηδὲ νομίζειν ἀληθεῖς εἶναι τὰς κρίσεις τὰς ὑπὸ τῶν ῥᾳθυμούντων γιγνομένας, ἔπειτα μὴ προπετῶς ἀποφαίνεσθαι περὶ ὧν οὐκ ἴσασιν, ἀλλὰ περιμένειν ἕως ἂν ὁμονοῆσαι δυνηθῶσι τοῖς τῶν ἐπιδεικνυμένων πολλὴν ἐμπειρίαν ἔχουσιν· τῶν γὰρ οὕτω διοικούντων τὰς ἑαυτῶν διανοίας οὐκ ἔστιν ὅστις ἂν τοὺς τοιούτους ἀνοήτους εἶναι νομίσειεν.
では、いかなる理由から私はこれらのことを詳しく語ったのであろうか。語られた事柄について赦しを得ようと求めているからではない。それらについて弁明を要するほど不完全に論じたとは思っていないからである。そうではなく、私自身に起こった出来事を明らかにしたいと望み、また聴衆のうち、この演説を受け入れ、他のもののなかでも指導的・技術的なものを誇示や競弁のために書かれたものよりも、真理を目指すものを聴衆の臆説を欺こうと求めるものよりも、そして過ちを咎め諌めるものを快楽や歓心のために語られるものよりも真面目で哲学的なものであると考える者たちを称賛したいと望むからである。そしてこれらと反対の考えを抱く者たちには、第一に自分自身の判断を過信せず、怠惰な者たちによって下される判定が真実であると思わないこと、次に自分たちが知らない事柄について軽率に断定を下さず、演説の披露について多くの経験を持つ者たちと意見を一致させることができるようになるまで待つことを助言したいからである。自らの思考をそのように律する人々を、分別を欠いた者であると見なす人など誰もいないはずだからである。
- 264ὡς ὑπερβαλλόντως εἰρηκότος
ὡς に分詞属格(ここでは意味上の主語 αὐτοῦ が省略された絶対属格)が後続する構文。主語である同席者たちが「彼が並外れて見事に語ったと見なして」大声を上げたという主観的判断・理由を表している。
- 265οὐχ ὡς ἔτυχε ταῖς ὑπονοίαις τῆς ἐμῆς διανοίας οὔθʼ ὡς διήμαρτεν
οὐδὲν ἐφθεγξάμην に後続する ὡς 節で、名詞節(直接話法的内容の代行)として機能している。「彼が推測(ταῖς ὑπονοίαις、手段の与格)によって私の意図(τῆς ἐμῆς διανοίας)を言い当てたとも、的外れであったとも」一言も口にしなかったという、イソクラテス特有の曖昧さ(アイロニー)を保持する表現。
- 266τῶν ἀκροατῶν ἐπαινέσαι μὲν τοὺς... συμβουλεῦσαι δὲ τοῖς...
βουλόμενος(271節)に係り、ἐπαινέσαι μὲν... συμβουλεῦσαι δὲ... と並列される不定詞構文。属格 τῶν ἀκροατῶν は部分属格であり、後続する定冠詞+分詞(τοὺς ἀποδεχομένους など「〜な者たち」)および与格(τοῖς τἀναντία τούτων γιγνώσκουσι「これらと反対の考えを抱く者たち」)を包括している。
