- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:248-256
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
話者は、言論の真意を隠すよりも公にする方がスパルタの賢明な読者たちに正しく理解されて名声に繋がると主張し、彼らがドーリス人の征服と覇権確立を讃えた記述を喜んで吟味するはずだと論じる。
ἐγὼ δʼ ὁμολογῶ μὲν ἀπολελεῖφθαι τὴν ἐμὴν φρόνησιν τῆς σῆς ὡς δυνατὸν πλεῖστον, οὐ μὴν ἀλλʼ ὥσπερ τοῦτʼ οἶδα, κἀκεῖνο τυγχάνω γιγνώσκων, ὅτι τῆς πόλεως τῆς ὑμετέρας βουλευομένης περὶ τῶν μεγίστων οἱ μὲν ἄριστα φρονεῖν δοκοῦντες ἐνίοτε διαμαρτάνουσι τοῦ συμφέροντος, τῶν δὲ φαύλων νομιζομένων εἶναι καὶ καταφρονουμένων ἔστιν ὅτε κατώρθωσεν ὁ τυχὼν καὶ βέλτιστα λέγειν ἔδοξεν·1
しかし私は、私の思慮があなたの思慮にできる限り甚だしく及ばないことを認めるものの、とはいえ、このことを知っているのと同様に、まさにあのことも心得ております。すなわち、貴殿らの都市が最重要の事柄について審議する際にも、最善の知恵を有すると見なされる者たちが時として国益を見誤る一方、取るに足らぬ者と見なされ見下されている者たちの中から、並の人間が時に成功を収め、最善の意見を述べたと見なされることがあるということです。
ὥστʼ οὐδὲν θαυμαστὸν εἰ καὶ περὶ τοῦ νῦν ἐνεστῶτος τοιοῦτόν τι συμβέβηκεν, ὅπου σὺ μὲν οἴει μάλιστʼ εὐδοκιμήσειν, ἢν ὡς πλεῖστον χρόνον διαλάθῃς ἣν ἔχων γνώμην τὰ περὶ τὸν λόγον ἐπραγματεύθης, ἐγὼ δʼ ἡγοῦμαι βέλτιστά σε πράξειν, ἢν δυνηθῇς τὴν διάνοιαν, ᾗ χρώμενος αὐτὸν συνέθηκας, ὡς τάχιστα φανερὰν ποιῆσαι τοῖς τʼ ἄλλοις ἅπασι καὶ Λακεδαιμονίοις, περὶ ὧν πεποίησαι πολλοὺς λόγους, τοὺς μὲν δικαίους καὶ σεμνούς, τοὺς δʼ ἀσελγεῖς καὶ λίαν φιλαπεχθήμονας.
したがって、目下の事態に関してもそのようなことが生じたとしても、何ら不思議ではありません。そこでは、あなたは、いかなる意図を持ってこの言論を仕上げたのかをできる限り長い間隠し通すならば自らが最も名声を博すだろうと考えておられますが、私は、あなたがそれを構成するにあたって用いた意図を、他のすべての人々、とりわけあなたが多くの言論を費やした相手であるラケダイモン人たち(〔それらの言論のうち〕あるものは正当で厳粛であり、またあるものは放縦で甚だ敵意に満ちたものですが)に対して、できるだけ速やかに明らかにするならば、あなたにとって最善の結果になるだろうと考えているのです。
οὓς εἴ τις ἐπέδειξεν αὐτοῖς πρὶν ἐμὲ διαλεχθῆναι περὶ αὐτῶν, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἐμίσησαν2 καὶ δυσκόλως πρὸς σὲ διετέθησαν ὡς κατηγορίαν γεγραφότα καθʼ αὑτῶν. νῦν δʼ οἴομαι τοὺς μὲν πλείστους Σπαρτιατῶν ἐμμενεῖν τοῖς ἤθεσιν οἷσπερ καὶ τὸν ἄλλον χρόνον, τοῖς δὲ λόγοις τοῖς ἐνθάδε γραφομένοις οὐδὲν μᾶλλον προσέξειν τὸν νοῦν ἢ τοῖς ἔξω τῶν Ἡρακλέους στηλῶν λεγομένοις, τοὺς δὲ φρονιμωτάτους αὐτῶν καὶ τῶν λόγων τινὰς ἔχοντας τῶν σῶν καὶ θαυμάζοντας, τούτους, ἢν λάβωσι τὸν ἀναγνωσόμενον καὶ χρόνον ὥστε συνδιατρῖψαι σφίσιν αὐτοῖς, οὐδὲν ἀγνοήσειν τῶν μετʼ ἀποδείξεως εἰρημένων περὶ τῆς πόλεως τῆς ἑαυτῶν, καὶ τῶν λοιδοριῶν καταφρονήσειν τῶν εἰκῇ μὲν τοῖς πράγμασι λεγομένων πικρῶς δὲ τοῖς ὀνόμασι κεχρημένων, καὶ νομιεῖν τὰς μὲν βλασφημίας τὰς ἐνούσας ἐν τῷ βιβλίῳ τὸν φθόνον ὑποβαλεῖν, τὰς δὲ πράξεις καὶ τὰς μάχας, ἐφʼ αἷς αὐτοί τε μέγα φρονοῦσι καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμοῦσι, σὲ γεγραφέναι καὶ μνημονεύεσθαι πεποιηκέναι, συναγαγόντα πάσας αὐτὰς καὶ θέντα παρʼ ἀλλήλας, αἴτιον δʼ εἶναι καὶ τοῦ πολλοὺς ποθεῖν ἀναγνῶναι καὶ διελθεῖν αὐτάς, οὐ τὰς ἐκείνων ἐπιθυμοῦντας ἀκοῦσαι πράξεις, ἀλλὰ πῶς σὺ διείλεξαι περὶ αὐτῶν μαθεῖν βουλομένους. ταῦτʼ ἐνθυμουμένους καὶ διεξιόντας οὐδὲ τῶν παλαιῶν ἔργων ἀμνημονήσειν, διʼ ὧν ἐγκεκωμίακας τοὺς προγόνους αὐτῶν, ἀλλὰ καὶ πολλάκις διαλέξεσθαι πρὸς σφᾶς αὐτούς, πρῶτον μὲν ὅτι Δωριεῖς ὄντες, ἐπειδὴ κατεῖδον τὰς πόλεις τὰς ἑαυτῶν ἀδόξους καὶ μικρὰς καὶ πολλῶν ἐνδεεῖς οὔσας, ὑπεριδόντες ταύτας ἐστράτευσαν ἐπὶ τὰς ἐν Πελοποννήσῳ πρωτευούσας, ἐπʼ Ἄργος καὶ Λακεδαίμονα καὶ Μεσσήνην, μάχῃ δὲ νικήσαντες τοὺς μὲν ἡττηθέντας ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας ἐξέβαλον, αὐτοὶ δὲ τὰς κτήσεις ἁπάσας τὰς ἐκείνων τότε κατασχόντες ἔτι καὶ νῦν ἔχουσιν, οὗ μεῖζον ἔργον καὶ θαυμαστότερον οὐδεὶς ἐπιδείξει κατʼ ἐκεῖνον τὸν χρόνον γενόμενον, οὐδὲ πρᾶξιν εὐτυχεστέραν καὶ θεοφιλεστέραν τῆς τοὺς χρησαμένους τῆς μὲν οἰκείας ἀπορίας ἀπαλλαξάσης, τῆς δʼ ἀλλοτρίας εὐδαιμονίας κυρίους ποιησάσης.3 καὶ ταῦτα μὲν μετὰ πάντων συστρατευσαμένων ἔπραξαν· ἐπειδὴ δὲ πρὸς Ἀργείους καὶ Μεσσηνίους τὴν χώραν διείλοντο καὶ καθʼ αὑτοὺς ἐν Σπάρτῃ κατῴκησαν, ἐν τούτοις τοῖς καιροῖς τοσοῦτον φρονῆσαι φῂς αὐτούς,4 ὥστε ὄντας οὐ πλείους τότε δισχιλίων οὐχ ἡγήσασθαι σφᾶς αὐτοὺς ἀξίους εἶναι ζῆν, εἰ μὴ δεσπόται πασῶν τῶν ἐν Πελοποννήσῳ πόλεων γενέσθαι δυνηθεῖεν, ταῦτα δὲ διανοηθέντας καὶ πολεμεῖν ἐπιχειρήσαντας οὐκ ἀπειπεῖν, ἐν πολλοῖς κακοῖς καὶ κινδύνοις γιγνομένους, πρὶν ἁπάσας ταύτας ὑφʼ αὑτοῖς ἐποιήσαντο πλὴν τῆς Ἀργείων πόλεως, ἔχοντας δʼ ἤδη καὶ χώραν πλείστην καὶ δύναμιν μεγίστην καὶ δόξαν τοσαύτην ὅσην προσήκει τοὺς τηλικαῦτα διαπεπραγμένους οὐχ ἧττον διακεῖσθαι φιλοτίμως, ὅτι λόγος ὑπῆρχεν αὐτοῖς ἴδιος καὶ καλὸς μόνοις τῶν Ἑλλήνων·
それらの言論を、私がこれらについて論じる前に誰かが彼らに示したなら、彼らはあなたを自分たちに対する告発状を書いた者とみなして、憎み、あなたに対して悪感情を抱いたに違いないでしょう。しかし今となっては、スパルタ人の大半は従前と同じ習俗に留まり続け、当地で書かれた言論には、ヘラクレスの柱の外側で語られる言論に対する以上の注意を向けることは決してないだろうと私は考えます。しかし、彼らのうちで最も分別があり、あなたの言論の幾つかを手に持ち賞賛している者たち、彼らはといえば、もし読んで聞かせてくれる者と、自分たち同士で共に過ごす時間を得たならば、自らのポリスについて論証を伴って語られた事柄を何一つ見落とすことはなく、また事実に即しては根拠薄弱に語られながら言葉遣いにおいては辛辣に用いられている罵倒の数々を軽視し、その書物の中に含まれる誹謗中傷は嫉視が言わせたものと見なすでしょう。そして、自分たち自身誇りとし、他者からも評価されている数々の功績や戦闘を、あなたがそれらすべてを集めて並置し、記録して記憶にとどめられるようにしたのだと、また多くの者がそれらを通読することを渇望する原因となったのだと見なすでしょう。それは、彼らの功績を聞きたいと欲しているからではなく、むしろあなたがそれらについていかに論じたかを知りたいと望むからにほかなりません。そうしたことに思いを致し精査する中で、彼らはあなたが彼らの先祖たちを称賛した古の偉業をも決して忘れることなく、自らの間でしばしば語り合うことでしょう。第一には、ドーリス人であった彼らは、自らの諸都市が無名で小さく多くのものを欠いているのを見て取るや、それらを見捨ててペロポネソスで第一位を占めていた諸都市、すなわちアルゴス、ラケダイモン、メッセネへと進軍したこと、そして戦闘で打ち破り、敗者たちを都市からも国土からも追い出し、彼ら自身は相手のすべての領有物をその時に手中に収めて今なお保持していること、それ以上に偉大で驚嘆すべき業績が当時の時代になされたことを証明できる者は誰もおらず、またそれを成し遂げた者たちを自身の困窮から解放し、他者の繁栄の主人としたこの行為よりも幸運で神に愛された行為を挙げられる者は誰もいないということ、そしてこれらのことは共に出征した全員と共に彼らが行ったのでした。しかし、アルゴス人やメッセニア人と土地を分割し、自分たちだけでスパルタに入植したのち、その時期に彼らはあまりにも大きな気概を抱いたとあなたはおっしゃっています。すなわち、当時は二千人を超えない人数であったにもかかわらず、ペロポネソスにあるすべての都市の支配者になることができなければ、自分たちは生きるに値しないと考えたほどであったと。そしてこのように決意して戦争を企てた彼らは、多くの災厄と危険に遭いながらも、アルゴス人の都市を除いてこれらすべての都市を自らの配下に置くまで決して屈服せず、すでに最大の領土と最大の力、そしてかくも偉大なことを成し遂げた者たちに相応しい名声を手にしていながらも、全ギリシア人の中で彼らだけに固有の美しい言説が備わっていたがゆえに、劣らず誇りを抱いていたと……
- 248κατώρθωσεν ὁ τυχὼν καὶ βέλτιστα λέγειν ἔδοξεν
直説法アオリスト κατώρθωσεν および ἔδοξεν は、過去の一回的出来事ではなく、一般的な事実や通則を述べる「格言的アオリスト(gnomic aorist)」として機能している。前半の現在形 διαμαρτάνουσι(誤る)と意味的に並列し、「(普段見下されている者の中から)並の人間が時に成功を収め、最善の意見を述べたと見なされることがある」という一般的真理・反復的事態を表す。
- 250οὐκ ἔστιν ὅπως οὐκ ἂν ἐμίσησαν
οὐκ ἔστιν ὅπως(〜ということはあり得ない)に否定辞 οὐκ が重なり、「〜しなかったはずがない/絶対に〜したに違いない」という強い肯定的確信を表す二重否定構文である。条件節 εἰ ... ἐπέδειξεν(直説法過去)を受け、主節の帰結として ἄν+直説法アオリスト(反実仮想過去)の形をとっている。
- 254οὐδὲ πρᾶξιν εὐτυχεστέραν καὶ θεοφιλεστέραν τῆς τοὺς χρησαμένους τῆς μὲν οἰκείας ἀπορίας ἀπαλλαξάσης, τῆς δʼ ἀλλοτρίας εὐδαιμονίας κυρίους ποιησάσης
τῆς は先行する名詞 πρᾶξιν を受ける定冠詞の単数属格であり、比較級 εὐτυχεστέραν καὶ θεοφιλεστέραν に伴う「比較の属格」を導いている。続く分詞 ἀπαλλαξάσης および ποιησάσης はこの冠詞 τῆς に限定修飾として一致しており、「(行為を成し遂げた者をみずからの困窮から解放し、他人の繁栄の主人とした)あの行為よりも」という構造を成す。
- 255ἐν τούτοις τοῖς καιροῖς τοσοῦτον φρονῆσαι φῂς αὐτούς
動詞 φῂς(あなたはおっしゃる)が挿入され、言論(イソクラテス自身)の記述内容を引用・言及する間接話法となっている。主動詞 φῂς に対して αὐτούς が対格主語、φρονῆσαι が不定詞述語であり、それに続く結果節 ὥστε ... οὐχ ἡγήσασθαι(条件節 εἰ μὴ ... δυνηθεῖεν を伴う)を導いている。
