← イソクラテス

パンアテナイア祭演説

§232-239

演説破棄の逡巡と弟子による二重弁論の指摘

著者はスパルタへの過度な批判を後悔して原稿破棄を悩んだ末、弟子たちを集めて朗読し諮問するが、スパルタ支持者の論客は著者の自責を疑い、真の意図は弟子たちの見識の試行と巧みな二重弁論にあると看破する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§232

ἐπὶ δὲ τοῖς περὶ Λακεδαιμονίων ἐλυπήθην καὶ βαρέως ἔφερον· οὐ γὰρ μετρίως ἐδόκουν μοι διειλέχθαι περὶ αὐτῶν οὐδʼ ὁμοίως τοῖς ἄλλοις, ἀλλʼ ὀλιγώρως καὶ λίαν πικρῶς καὶ παντάπασιν ἀνοήτως· ὥστε πολλάκις ὁρμήσας ἐξαλείφειν αὐτὸν ἢ κατακάειν μετεγίγνωσκον, ἐλεῶν τὸ γῆρας τοὐμαυτοῦ καὶ τὸν πόνον τὸν περὶ τὸν λόγον γεγενημένον.

しかし、ラケダエモン人(スパルタ人)に関する事柄については、私は悲嘆に暮れ、重苦しく耐え難く思っていた。というのも、彼らに関して節度をもって論じたとは思えず、他の話題のようにではなく、軽率かつあまりにも痛烈に、そして全くもって無分別に論じてしまったように思われたからである。そのため、しばしば原稿を抹消するか焼き捨てようと駆り立てられながらも、自らの老年と、この言論に費やされた労苦を憐れんで思いとどまった。

§233

ἐν τοιαύτῃ δὲ μοι ταραχῇ καθεστηκότι καὶ μεταβολὰς ποιουμένῳ πολλὰς ἔδοξε κράτιστον εἶναι παρακαλέσαντι τῶν πεπλησιακότων τοὺς ἐπιδημοῦντας βουλεύσασθαι μετʼ αὐτῶν, πότεροι1 ἀφανιστέος παντάπασίν ἐστιν ἢ διαδοτέος τοῖς βουλομένοις λαμβάνειν, ὁπότερα δʼ ἂν ἐκείνοις δόξῃ, ταῦτα ποιεῖν. τούτων γνωσθέντων οὐδεμίαν διατριβὴν ἐποιησάμην, ἀλλʼ εὐθὺς παρεκέκληντο μὲν οὓς εἶπον, προειρηκὼς δʼ ἦν αὐτοῖς ἐφʼ ἃ συνεληλυθότες ἦσαν, ἀνέγνωστο δʼ ὁ λόγος, ἐπῃνημένος δʼ ἦν καὶ τεθορυβημένος καὶ τετυχηκὼς ὧνπερ οἱ κατορθοῦντες ἐν ταῖς ἐπιδείξεσιν.

私がそのような動揺に陥り、何度も決心を変えていた折、門弟たちのうち市内に滞在している者たちを呼び集め、この言論を完全に破棄すべきか、それとも手にしたいと望む者たちに配布すべきかを彼らと合議し、彼らがよしとする決定に従うのが最善であるように思われた。そう決まると、私は少しの遅滞も置かず、すぐさま先ほど述べた者たちを招集した。そして、彼らが何のために集まったのかをあらかじめ伝えたのち、言論は朗読された。すると、それは称賛を浴び、喝采を受け、公開演説で成功を収めた者たちが受けるにふさわしいあらゆる賞賛を受けたのである。

§234

ἁπάντων δὲ τούτων ἐπιτετελεσμένων οἱ μὲν ἄλλοι διελέγοντο πρὸς σφᾶς αὐτούς, δῆλον ὅτι περὶ τῶν ἀναγνωσθέντων· ὃν δʼ ἐξ ἀρχῆς μετεπεμψάμεθα σύμβουλον, τὸν Λακεδαιμονίων ἐπαινέτην, πρὸς ὃν πλείω διελέχθην τοῦ δέοντος, σιωπὴν ποιησάμενος καὶ πρὸς ἐμὲ βλέψας ἀπορεῖν ἔφασκεν ὅ τι χρήσηται τοῖς παροῦσιν· οὔτε γὰρ ἀπιστεῖν βούλεσθαι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, οὔτε πιστεύειν δύνασθαι παντάπασιν αὐτοῖς.

これらすべてのことが終わると、他の者たちは互いに語り合っていたが、言うまでもなく朗読された内容についてであった。しかし、私たちが当初から相談役として招いており、スパルタの称賛者であり、私が度を越して多く議論を交わした相手である例の男は、口を閉ざしたのち私の方を見つめ、現在の状況にどう対処すべきか途方に暮れていると言った。というのも、私の語る事柄を信じないわけにもいかず、かといってそれらを全面的に信じることもできないからだという。

§235

“θαυμάζω γὰρ εἴθʼ οὕτως ἐλυπήθης καὶ βαρέως ἔσχες, ὥσπερ φῄς, ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐδὲν γὰρ ἐν αὐτοῖς ὁρῶ τοιοῦτον γεγραμμένον, εἴτε συμβούλοις περὶ τοῦ λόγου χρήσασθαι βουλόμενος ἡμᾶς συνήγαγες,2 οὓς οἶσθʼ ἀκριβῶς ἅπαν ὅ τι ἂν σὺ λέγῃς ἢ πράττῃς ἐπαινοῦντας. εἰθισμένοι δʼ εἰσὶν οἱ νοῦν ἔχοντες ἀνακοινοῦσθαι, περὶ ὧν ἂν σπουδάζωσι, μάλιστα μὲν τοῖς ἄμεινον αὑτῶν φρονοῦσιν, εἰ δὲ μή, τοῖς μέλλουσιν ἀποφαίνεσθαι τὴν αὑτῶν γνώμην· ὧν τἀναντία σὺ πεποίηκας.

「なぜなら、あなたが語られるように、スパルタ人に関して述べられた事柄について本当にそれほど悲嘆に暮れ重苦しく思われたのか——私にはそこにそのような記述は何も見当たらないのですが——、それとも、あなたが語りあるいは行うすべてのことを賞賛すると熟知している私たちを、この言論についての相談役にしようと望んで集められたのか、どちらにせよ私は不可解に思っているからです。分別ある者たちは、自らが真剣に取り組んでいる事柄について相談するにあたり、最も望ましいのは自分たちより思慮深い者たちに、そうでなくとも、自らの忌憚のない見解を表明してくれる者たちに相談するのが常です。ところが、あなたはこれらと正反対のことをなさったのです。

§236

τούτων μὲν οὖν οὐδέτερον ἀποδέχομαι τῶν λόγων, δοκεῖς δέ μοι ποιήσασθαι τήν τε παράκλησιν τὴν ἡμετέραν καὶ τὸν ἔπαινον τὸν τῆς πόλεως οὐχ ἁπλῶς, οὐδʼ ὡς διείλεξαι πρὸς ἡμᾶς, ἀλλʼ ἡμῶν μὲν πεῖραν λαβεῖν βουλόμενος, εἰ φιλοσοφοῦμεν καὶ μεμνήμεθα τῶν ἐν ταῖς διατριβαῖς λεγομένων καὶ συνιδεῖν δυνηθεῖμεν ἂν ὃν τρόπον ὁ λόγος τυγχάνει γεγραμμένος, τὴν δὲ πόλιν ἐπαινεῖν προελέσθαι τὴν σαυτοῦ σωφρονῶν, ἵνα τῷ τε πλήθει τῷ τῶν πολιτῶν χαρίσῃ καὶ παρὰ τοῖς εὐνοϊκῶς πρὸς ὑμᾶς διακειμένοις εὐδοκιμήσῃς. ταῦτα δὲ γνοὺς ὑπέλαβες ὡς εἰ μὲν περὶ μόνης αὐτῆς ποιήσει τοὺς λόγους καὶ τὰ μυθώδη περὶ αὐτῆς ἐρεῖς ἃ πάντες θρυλοῦσιν, ὅμοια φανεῖται τὰ λεγόμενα τοῖς ὑπὸ τῶν ἄλλων γεγραμμένοις, ἐφʼ ᾧ σὺ μάλιστʼ ἂν αἰσχυνθείης καὶ λυπηθείης·3

したがって、私はこれらの言い分のどちらも受け入れません。むしろ私には、あなたが私たちを招集されたことも、ポリスへの称賛を行われたことも、単なる額面通りのことでも、私たちに語られたような意図によるものでもなく、私たちが知恵を愛し求めているか、講義で語られた事柄を記憶しているか、そしてこの言論がどのような手法で書かれているかを把握できるかどうか、私たちの力を試そうと望まれたのだと思われます。また、ご自身のポリスを称賛することを選ばれたのも、賢明にも市民大衆の歓心を買うとともに、あなたがたに好意を寄せる人々からの信望を得るためであったと思われます。そしてこのことを踏まえ、あなたが推し量られたのは、もしそのポリスだけについて論じ、誰もが口にする神話的な伝承を語るならば、その言論は他の人々によって書かれたものと似通ったものとなり、そのことこそあなたが最も恥じ、かつ苦痛に感じる事態であろうということです。

§238

ἐὰν δʼ ἐάσας ἐκεῖνα λέγῃς τὰς πράξεις τὰς ὁμολογουμένας καὶ πολλῶν ἀγαθῶν αἰτίας τοῖς Ἕλλησι γεγενημένας, καὶ παραβάλλῃς αὐτὰς πρὸς τὰς Λακεδαιμονίων, καὶ τὰς μὲν τῶν προγόνων ἐπαινῇς, τῶν δʼ ἐκείνοις πεπραγμένων κατηγορῇς, ὅ τε λόγος ἐναργέστερος εἶναι δόξει τοῖς ἀκούουσι καὶ σὺ μενεῖς ἐν τοῖς αὐτοῖς, ὃ μᾶλλον ἄν τινες θαυμάσειαν τῶν τοῖς ἄλλοις γεγραμμένων.

しかし、そうした伝承を措いて、万人が認めギリシア人たちに多くの善き結果をもたらした実際の功績を語り、それらをラケダエモン人たちの功績と比較し、先祖たちの行いを称賛する一方でスパルタ人たちの所業を告発するならば、この言論は聴衆にとっていっそう明瞭なものに思われ、あなたご自身も自らの信念を堅持することになり、そのことこそ人々が他の書き手たちの作品よりもいっそう感嘆する点となるでしょう。

§239

ἐν ἀρχῇ μὲν οὖν οὕτω μοι φαίνει τάξαι καὶ βουλεύσασθαι περὶ αὐτῶν, εἰδὼς δὲ σαυτὸν ἐπῃνεκότα τὴν Σπαρτιατῶν διοίκησιν ὡς οὐδεὶς ἄλλος, φοβεῖσθαι τοὺς ἀκηκοότας, μὴ δόξῃς ὅμοιος εἶναι τοῖς λέγουσιν ὅ τι ἂν τύχωσι καὶ τούτους νῦν ψέγειν οὓς πρότερον ἐπῄνεις μᾶλλον τῶν ἄλλων· ταῦτʼ ἐνθυμηθεὶς σκοπεῖσθαι ποίους τινὰς ἂν ἑκατέρους εἶναι φήσας ἀληθῆ τε λέγειν δόξειας περὶ ἀμφοτέρων, ἔχοις τʼ ἂν τοὺς μὲν προγόνους ἐπαινεῖν, οὕσπερ βούλει, Σπαρτιατῶν δὲ δοκεῖν μὲν κατηγορεῖν τοῖς ἀηδῶς πρὸς αὐτοὺς διακειμένοις, μηδὲν δὲ ποιεῖν τοιοῦτον ἀλλὰ λανθάνειν ἐπαινῶν αὐτούς·4

それゆえ、当初あなたはこれらの事柄についてそのように配置し構想されたのだと私には思われます。しかし、ご自身がスパルタの国制を他の誰にも増して称賛してきたことを自覚していたため、〔それを〕聞いたことのある者たちが、あなたが思いつきで何でも口にする者たちと同類であり、以前には誰よりも称賛していた相手を今になって非難していると見なすのではないかと恐れられたのです。そこでこれらのことを思案し、双方をどのような者たちとして語れば、両者について真実を述べているように見え、かつあなたが望むまさにその先祖たちを称賛することができ、さらにスパルタ人に対して反感を抱く者たちには彼らを告発しているように見せかけながら、実際にはそのようなことは一切せず、人知れず彼らを称賛することができるか、と工夫を巡らされたのでしょう」

構文注4 件
  1. 233πότεροι

    写本伝承に見られる異読ないし誤記であり、文脈上不定詞 βουλεύσασθαι に導かれる間接疑問節を導く πότερον(中性単数対格副詞的用法:「〜かそれとも…か」)として解される。述語には動形容詞 ἀφανιστέος および διαδοτέος が並置され、「この言論(ὁ λόγος)を破棄すべきか、それとも配布すべきか」という二者択一を表す。

  2. 235θαυμάζω γὰρ εἴθʼ οὕτως ἐλυπήθης καὶ βαρέως ἔσχες, ὥσπερ φῄς, ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐδὲν γὰρ ἐν αὐτοῖς ὁρῶ τοιοῦτον γεγραμμένον, εἴτε συμβούλοις περὶ τοῦ λόγου χρήσασθαι βουλόμενος ἡμᾶς συνήγαγες

    θαυμάζω の目的語節として εἴτε... εἴτε... が用いられ、疑念や当惑を伴う二者択一の間接疑問節を形成している。通常の条件節「もし〜なら」ではなく、「〜なのか、それとも…なのか(どちらにせよ私には不可解だ)」という意味を表す。話者は著者の前述の弁明(心から悔やんでいる)と行動(自分を無条件に賛美する者だけを助言者として呼んだ)の双方に疑問を投げかけている。

  3. 237ἐφʼ ᾧ σὺ μάλιστʼ ἂν αἰσχυνθείης καὶ λυπηθείης

    前置詞 ἐπί に関係代名詞中性単数与格 ᾧ が結びつき、直前の内容(「語られる内容が他人の著作と似通ってしまうこと」)を先行詞として受け、その感情の原因・理由(「そのことに対して/そのことゆえに」)を示す関係節。この節の希求法+ἄν は潜在(「最も恥じ、かつ苦痛を感じるであろうこと」)を表す。

  4. 239λανθάνειν ἐπαινῶν αὐτούς

    動詞 λανθάνω に分詞 ἐπαινῶν が組み合わさる典型的な補足分詞構文で、「気づかれずに〜する」「人知れず〜する」を意味する。ここでは、表面的にはスパルタ人を弾劾しているように見せかけながら、意図を覆い隠して実質的には彼らを賛美している、という修辞的戦略の企図を指している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:232-239