- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:139-146
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アテナイの民衆は堕落した弁論家を排除して有徳な者を公職に選び、簡潔で首尾一貫した法を整備するとともに、官職を私利ではなく重責を伴う名誉ある奉仕として位置づけた。
ἃ μαθὼν ὁ δῆμος οὐκ ἐπελάθετο διὰ τὴν μεταβολήν, ἀλλὰ μᾶλλον τούτῳ προσεῖχεν ἢ τοῖς ἄλλοις, ὅπως λήψεται τοὺς ἡγεμόνας δημοκρατίας μὲν ἐπιθυμοῦντας, τὸ δʼ ἦθος τοιοῦτον ἔχοντας οἷόν περ οἱ πρότερον ἐπιστατοῦντες αὐτῶν, καὶ μὴ λήσουσι σφᾶς αὐτοὺς κυρίους ἁπάντων τῶν κοινῶν καταστήσαντες1 οἷς οὐδεὶς ἂν οὐδὲν τῶν ἰδίων ἐπιτρέψειεν, μηδὲ περιόψονται πρὸς τὰ τῆς πόλεως προσιόντας τοὺς ὁμολογουμένως ὄντας πονηρούς, μηδʼ ἀνέξονται τὴν φωνὴν τῶν τὰ μὲν σώματα τὰ σφέτερʼ αὐτῶν ἐπονειδίστως διατιθεμένων, συμβουλεύειν δὲ τοῖς ἄλλοις ἀξιούντων ὃν τρόπον τὴν πόλιν διοικοῦντες σωφρονοῖεν ἂν καὶ βέλτιον πράττοιεν, μηδὲ τῶν ἃ μὲν παρὰ τῶν πατέρων παρέλαβον εἰς αἰσχρὰς ἡδονὰς ἀνηλωκότων, ἐκ δὲ τῶν κοινῶν ταῖς ἰδίαις ἀπορίαις βοηθεῖν ζητούντων, μηδὲ τῶν πρὸς χάριν μὲν ἀεὶ λέγειν γλιχομένων, εἰς πολλὰς δʼ ἀηδίας καὶ λύπας τοὺς πειθομένους ἐμβαλλόντων, ἀλλὰ τούς τε τοιούτους ἅπαντας ἀπείργειν ἀπὸ τοῦ συμβουλεύειν ἕκαστος οἰήσεται δεῖν, καὶ πρὸς τούτοις ἐκείνους, τοὺς τὰ μὲν τῶν ἄλλων κτήματα τῆς πόλεως εἶναι φάσκοντας, τὰ δὲ ταύτης ἴδια κλέπτειν καὶ διαρπάζειν τολμῶντας, καὶ φιλεῖν μὲν τὸν δῆμον προσποιουμένους, ὑπὸ δὲ τῶν ἄλλων ἁπάντων αὐτὸν μισεῖσθαι ποιοῦντας, καὶ λόγῳ μὲν δεδιότας ὑπὲρ τῶν Ἑλλήνων, ἔργῳ δὲ λυμαινομένους καὶ συκοφαντοῦντας καὶ διατιθέντας αὐτοὺς οὕτω πρὸς ἡμᾶς, ὥστε τῶν πόλεων τὰς εἰς τὸν πόλεμον καθισταμένας ἥδιον ἂν καὶ θᾶττον ἐνίας εἰσδέξασθαι τοὺς πολιορκοῦντας ἢ τὴν παρʼ ἡμῶν βοήθειαν. ἀπείποι δʼ ἄν τις γράφων, εἰ πάσας τὰς κακοηθείας καὶ πονηρίας ἐξαριθμεῖν ἐπιχειρήσειεν.
民衆はこれを学び取ると、体制の変革によっても忘れることなく、指導者として民主制を望みながらもかつて民衆を統理していた者たちと同様の人格を備えた人物を選ぶこと、私生活の事柄なら何一つ委ねないような連中に知らぬ間に国務全体の全権を委ねてしまわないこと、公然と邪悪である者たちがポリスの国政に近づくのを放置しないこと、自らの肉体を恥知らずに取り扱いながら、いかなる仕方でポリスを管理すれば節制を保ちより良くやっていけるかを他人に助言するに値すると自負する者たちの声に耐え忍ばないこと、先祖から受け継いだ財産を恥ずべき快楽に費やしてしまい、私的な困窮を公金によって補おうと目論む者たちや、常に歓心を買うように語ることばかりに汲々とし、その言葉に従う者たちを多くの不快と苦難に陥れる者たちを容認しないこと、むしろそのような者たちすべてを助言の場から遠ざけるべきだと各人が考え、さらに彼らに加えて、他人の財産はポリスのものであると主張しながら、ポリス自身の固有の財産を盗み略奪することを敢えてなし、民衆を愛しているふりをしながら、あらゆる他者から民衆が憎まれるように仕向け、言葉ではギリシア人たちのために恐れを抱いていると語りながら、実際には彼らに損害を与え、中傷し、我々に対して敵対的な感情を抱かせるため、戦争に巻き込まれたポリスのうちには、我々からの救援よりも包囲攻撃してくる敵を迎え入れる方を喜んで選び、より迅速に行うところさえあるような者たちをも遠ざけるべきだと考えることに、他のことよりも配慮した。もしあらゆる悪意と邪悪さを数え上げようと試みるならば、書き手は力尽きてしまうであろう。
ἃς ἐκεῖνοι μισήσαντες καὶ τοὺς ἔχοντας αὐτάς, ἐποιοῦντο συμβούλους καὶ προστάτας οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς βελτίστους καὶ φρονιμωτάτους καὶ κάλλιστα βεβιωκότας, καὶ τοὺς αὐτοὺς τούτους στρατηγοὺς ᾑροῦντο καὶ πρέσβεις, εἴ που δεήσειεν, ἔπεμπον, καὶ πάσας τὰς ἡγεμονίας τὰς τῆς πόλεως αὐτοῖς παρεδίδοσαν, νομίζοντες τοὺς ἐπὶ τοῦ βήματος βουλομένους καὶ δυναμένους τὰ βέλτιστα συμβουλεύειν, τούτους καὶ καθʼ αὑτοὺς γενομένους ἐν ἅπασι τοῖς τόποις καὶ περὶ ἁπάσας τὰς πράξεις τὴν αὐτὴν γνώμην ἕξειν· ἅπερ αὐτοῖς συνέβαινεν.
彼らはそうした悪徳とそれらを持つ者たちを憎み、助言者や指導者として平凡な者ではなく、最善で最も思慮深く、最も立派に生きてきた者たちを選んだ。そして、これらの同じ人物たちを将軍に選び、必要があれば使節として派遣し、ポリスのあらゆる指導権を彼らに委ねた。演壇の上で最善の助言を行うことを望み、またそれを行い得る者たちこそは、単独で行動する際にも、あらゆる場所において、あらゆる行為に関して同じ志を抱き続けるであろうと考えたからである。そして実際、彼らにとってその通りになった。
διὰ γὰρ τὸ ταῦτα γιγνώσκειν ἐν ὀλίγαις ἡμέραις ἑώρων τούς τε νόμους ἀναγεγραμμένους, οὐχ ὁμοίους τοῖς νῦν κειμένοις, οὐδὲ τοσαύτης ταραχῆς καὶ τοσούτων ἐναντιώσεων μεστοὺς ὥστε μηδένʼ ἂν δυνηθῆναι2 συνιδεῖν μήτε τοὺς χρησίμους μήτε τοὺς ἀχρήστους αὐτῶν, ἀλλὰ πρῶτον μὲν ὀλίγους, ἱκανοὺς δὲ τοῖς χρῆσθαι μέλλουσι καὶ ῥᾳδίους συνιδεῖν, ἔπειτα δικαίους καὶ συμφέροντας καὶ σφίσιν αὐτοῖς ὁμολογουμένους, καὶ μᾶλλον ἐσπουδασμένους τοὺς περὶ τῶν κοινῶν ἐπιτηδευμάτων ἢ τοὺς περὶ τῶν ἰδίων συμβολαίων, οἵους περ εἶναι χρὴ παρὰ τοῖς καλῶς πολιτευομένοις.
なぜなら、このように認識していたことによって、彼らはわずかの日数のうちに諸法律が成文化されるのを目にしたからである。それは現在制定されているような法律とは異なり、そのうちの有用なものも無用なものも誰も見極めることができないほどの大いなる混乱と多くの矛盾に満ちたものではなく、第一に少なく、それを利用する者にとって十分であり、理解しやすく、第二に公正で有益であり、相互に整合性があり、私的な契約に関するものよりも公共の慣行に関するものの方がより念入りに配慮されたものであった。これこそ正しく国政を行う者たちのもとにあるべき法律である。
περὶ δὲ τοὺς αὐτοὺς χρόνους καθίστασαν ἐπὶ τὰς ἀρχὰς τοὺς προκριθέντας ὑπὸ τῶν φυλετῶν καὶ δημοτῶν, οὐ περιμαχήτους αὐτὰς ποιήσαντες οὐδʼ ἐπιθυμίας ἀξίας, ἀλλὰ πολὺ μᾶλλον λειτουργίαις ὁμοίας ταῖς ἐνοχλούσαις μὲν οἷς ἂν προσταχθῶσι, τιμὴν δέ τινα περιτιθείσαις αὐτοῖς· ἔδει γὰρ τοὺς ἄρχειν αἱρεθέντας τῶν τε κτημάτων τῶν ἰδίων ἀμελεῖν,3 καὶ τῶν λημμάτων τῶν εἰθισμένων δίδοσθαι ταῖς ἀρχαῖς ἀπέχεσθαι μηδὲν ἧττον ἢ τῶν ἱερῶν ʽἃ τίς ἂν ἐν τοῖς νῦν καθεστῶσιν ὑπομείνειεν;ʼ, καὶ τοὺς μὲν ἀκριβεῖς περὶ ταύτας γιγνομένους μετρίως ἐπαινεθέντας ἐφʼ ἑτέραν ἐπιμέλειαν τάττεσθαι τοιαύτην, τοὺς δὲ καὶ μικρὸν παραβάντας ταῖς ἐσχάταις αἰσχύναις καὶ μεγίσταις ζημίαις περιπίπτειν· ὥστε μηδένα τῶν πολιτῶν ὥσπερ νῦν διακεῖσθαι πρὸς τὰς ἀρχάς, ἀλλὰ μᾶλλον τότε ταύτας φεύγειν ἢ νῦν διώκειν,
また同じ頃、彼らは部族民や区民によってあらかじめ選ばれた者たちを役職に就かせたが、その役職を人々が奪い合うようなものや羨望に値するものとはせず、むしろ命ぜられた者にとっては煩わしいが、ある種の名誉を彼らに付与する公的奉仕(レイトゥルギア)に似通ったものとした。というのも、役職に選ばれた者たちは私的な財産を顧みず、役職に与えられる慣例の報酬から、神聖な財物からと同様に身を引く必要があったからである(現在の情勢において、これに耐えうる者が誰一人いようか)。そして、これらの役職について厳格に務めを果たした者たちは適度な称賛を受けて同様の別の管掌職に配属され、わずかでも違反した者たちは極度の恥辱と最大の刑罰に見舞われたのである。その結果、市民の誰一人として役職に対して現在のような態度を取ることはなく、むしろ当時においては、現在の者が役職を追い求める以上に役職を避けたのであった。
- 139ὅπως λήψεται ... καὶ μὴ λήσουσι ... καταστήσαντες
先行する主節 μᾶλλον τούτῳ προσεῖχεν ἢ τοῖς ἄλλοις(他のことよりこれに留意した)の指示代名詞 τούτῳ の内容を説明する目的・努力の従属節群の開始部。接続詞 ὅπως に未来直説法 λήψεται, λήσουσι が後続し、さらに後続の節(μηδὲ περιόψονται, μηδʼ ἀνέξονται, οἰήσεται δεῖν)へと並列的に接続されていく。また μὴ λήσουσι σφᾶς αὐτοὺς ... καταστήσαντες は動詞 λανθάνω と再帰代名詞+分詞の構文で、「自分自身が知らぬ間に〜してしまうことがないように」を意味する。
- 144ὥστε μηδὲν ἂν δυνηθῆναι
結果節 ὥστε に潜在を表す小辞 ἄν と不定詞 δυνηθῆναι が結合した構文。直説法過去+ἄν(反実仮想)または希求法+ἄν(潜在・可能)が不定詞化されたもので、「誰も見極めることができないであろうほどに」という潜在的結果を表す。
- 145ἔδει γὰρ τοὺς ἄρχειν αἱρεθέντας τῶν τε κτημάτων τῶν ἰδίων ἀμελεῖν
非人称動詞 ἔδει が対格不定詞構文(τοὺς ... αἱρεθέντας ... ἀμελεῖν ... ἀπέχεσθαι ... τάττεσθαι ... περιπίπτειν)を従える長大な構造。意味上の主語である名詞化分詞(τοὺς αἱρεθέντας)に対し、対比関係にある二群の不定詞句(τοὺς μὲν ... τάττεσθαι, τοὺς δὲ ... περιπίπτειν)までが ἔδει の支配下にある。
