- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:105-111
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は軍事作戦への口出しを控え、フィリッポスの父、建国王、祖先ヘラクレスの先例を引いて団結と異民族への遠征という方針の一致を説き、ヘラクレスのトロイア遠征を例に挙げる。
ἔτι δʼ ἂν πλείω λέγειν ἐπεχείρουν, ὃν τρόπον πολεμῶν τάχιστʼ ἂν περιγένοιο τῆς τοῦ βασιλέως δυνάμεως· νῦν δὲ φοβοῦμαι μή τινες ἐπιτιμήσωσιν ἡμῖν, εἰ μηδὲν πώποτε μεταχειρισάμενος τῶν στρατηγικῶν νῦν τολμῴην σοὶ παραινεῖν τῷ πλεῖστα καὶ μέγιστα διαπεπραγμένῳ κατὰ πόλεμον. ὥστε περὶ μὲν τούτων οὐδὲν οἶμαι δεῖν πλείω λέγειν. περὶ δὲ τῶν ἄλλων, ἡγοῦμαι τόν τε πατέρα σου καὶ τὸν κτησάμενον τὴν βασιλείαν καὶ τὸν τοῦ γένους ἀρχηγόν, εἰ τῷ μὲν εἴη θέμις, οἱ δὲ δύναμιν λάβοιεν,1 τῶν αὐτῶν ἂν τούτων γενέσθαι συμβούλους ὧν περ ἐγώ.
私は、どのような戦い方をすればあなたが最も速やかに王の勢力に打ち勝つことができるかについて、さらに多くを語ろうと試みたであろう。しかし今や、私が将軍としての実務に一度も携わったことがないにもかかわらず、戦いにおいて極めて多くの最大の功業を成し遂げてきたあなたに対して助言を敢行するならば、誰かが私をとがめるのではないかと恐れるのである。それゆえ、これらの事柄についてはこれ以上多くを語る必要はないと私は考える。 しかし他の事柄については、あなたの父君も、この王国を獲得した先祖も、そしてこの家系の創始者も、もし一方にそれが許され、他の者たちが力を得るならば、私が勧めているのとまさに同じ事柄の助言者となるであろうと私は考える。
χρῶμαι δὲ τεκμηρίοις ἐξ ὧν διαπεπραγμένοι τυγχάνουσιν. ὅ τε γὰρ πατήρ σου πρὸς τὰς πόλεις ταύτας, αἷς σοὶ παραινῶ προσέχειν τὸν νοῦν, πρὸς ἁπάσας οἰκείως εἶχεν· ὅ τε κτησάμενος τὴν ἀρχήν, μεῖζον φρονήσας τῶν αὑτοῦ πολιτῶν καὶ μοναρχίας ἐπιθυμήσας, οὐχ ὁμοίως ἐβουλεύσατο τοῖς πρὸς τὰς τοιαύτας φιλοτιμίας ὁρμωμένοις.
私は、彼らが実際に成し遂げた事跡を証拠として用いるのである。なぜなら、あなたの父君は、私があなたに意を注ぐよう勧めているこれらの諸都市に対して、そのすべてと親しい間柄にあったからである。また、支配権を獲得した先祖は、自らの同胞市民たちよりも大きな志を抱き、専制支配を欲しながらも、そのような野心へと駆り立てられる者たちと同じようには思慮しなかった。
οἱ μὲν γὰρ ἐν ταῖς αὑτῶν πόλεσι στάσεις καὶ ταραχὰς καὶ σφαγὰς ἐμποιοῦντες ἐκτῶντο τὴν τιμὴν ταύτην, ὁ δὲ τὸν μὲν τόπον τὸν Ἑλληνικὸν ὅλως εἴασε, τὴν δʼ ἐν Μακεδονίᾳ βασιλείαν κατασχεῖν ἐπεθύμησεν· ἠπίστατο γὰρ τοὺς μὲν Ἕλληνας οὐκ εἰθισμένους ὑπομένειν τὰς μοναρχίας, τοὺς δʼ ἄλλους οὐ δυναμένους ἄνευ τῆς τοιαύτης δυναστείας διοικεῖν τὸν βίον τὸν σφέτερον αὐτῶν.
というのも、他の者たちは自らの都市において内紛や混乱や虐殺を引き起こすことによってこの地位を獲得したが、彼はギリシアの地を全面的にそのままにしておいて、マケドニアにおける王権を手中に収めることを欲したからである。彼が知っていたのは、ギリシア人たちは専制支配に甘んじることに慣れておらず、一方の他の諸民族はそのような支配権なしには自らの生を治めることができないということであった。
καὶ γάρ τοι συνέβη διὰ τὸ γνῶναι περὶ τούτων αὐτὸν ἰδίως καὶ τὴν βασιλείαν γεγενῆσθαι πολὺ τῶν ἄλλων ἐξηλλαγμένην· μόνους γὰρ Ἑλλήνων οὐχ ὁμοφύλου γένους ἄρχειν ἀξιώσας2 μόνος καὶ διαφυγεῖν ἠδυνήθη τοὺς κινδύνους τοὺς περὶ τὰς μοναρχίας γιγνομένους. τοὺς μὲν γὰρ ἐν τοῖς Ἕλλησι τοιοῦτόν τι διαπεπραγμένους εὕροιμεν ἂν οὐ μόνον αὐτοὺς διεφθαρμένους, ἀλλὰ καὶ τὸ γένος αὐτῶν ἐξ ἀνθρώπων ἠφανισμένον, ἐκεῖνον δʼ αὐτόν τʼ ἐν εὐδαιμονίᾳ τὸν βίον διαγαγόντα, τῷ τε γένει καταλιπόντα τὰς αὐτὰς τιμὰς ἅσπερ αὐτὸς εἶχεν.
そして実際、彼がこれらの事柄について独自の判断を下したことによって、その王権も他者たちのそれとは大いに異なるものとなったのである。なぜなら、ギリシア人の中でただ一人、同族ではない民族を支配することを自らにふさわしいとみなし、ただ一人、専制支配の周りに生じる危険を逃れることができたからである。実際、ギリシア人たちの間でそのような事柄を成し遂げた者たちを見れば、彼ら自身が滅ぼされただけでなく、その家系までもが人間の間から消し去られたのに対し、かの先祖自身は幸福のうちに生涯を送り、自らの家系にも自らが保持していたのと同一の特権を残したのである。
περὶ τοίνυν Ἡρακλέους, οἱ μὲν ἄλλοι τὴν ἀνδρίαν ὑμνοῦντες αὐτοῦ καὶ τοὺς ἄθλους ἀπαριθμοῦντες διατελοῦσι, περὶ δὲ τῶν ἄλλων· τῶν τῇ ψυχῇ προσόντων ἀγαθῶν οὐδεὶς οὔτε τῶν ποιητῶν οὔτε τῶν λογοποιῶν οὐδεμίαν φανήσεται μνείαν πεποιημένος. ἐγὼ δʼ ὁρῶ μὲν τόπον ἴδιον καὶ παντάπασιν ἀδιεξέργαστον, οὐ μικρὸν οὐδὲ κενόν, ἀλλὰ πολλῶν μὲν ἐπαίνων καὶ καλῶν πράξεων γέμοντα, ποθοῦντα δὲ τὸν ἀξίως ἂν δυνηθέντα διαλεχθῆναι περὶ αὐτῶν·
さて、ヘラクレスについては、他の人々は彼の勇気を讃え、その功業を数え上げることに終始しているが、彼の魂に備わっていたその他の徳目については、詩人の誰も散文作家の誰も何ら言及していないことが明らかであろう。しかし私は、独特で全く未開拓の、しかも小さくも空虚でもなく、多くの賞賛と高貴な事績に満ちており、それらについて相応しく論じることのできる者を待ち望んでいる領域を目にしているのである。
ἐφʼ ὃν εἰ μὲν νεώτερος ὢν ἐπέστην,3 ῥᾳδίως ἂν ἐπέδειξα τὸν πρόγονον ὑμῶν καὶ τῇ φρονήσει καὶ τῇ φιλοτιμίᾳ καὶ τῇ δικαιοσύνῃ πλέον διενεγκόντα πάντων τῶν προγεγενημένων ἢ τῇ ῥώμῃ τῇ τοῦ σώματος· νῦν δʼ ἐπελθὼν ἐπʼ αὐτόν, καὶ κατιδὼν τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν, τήν τε δύναμιν τὴν παροῦσάν μοι κατεμεμψάμην καὶ τὸν λόγον ᾐσθόμην διπλάσιον ἂν γενόμενον τοῦ νῦν ἀναγιγνωσκομένου. τῶν μὲν οὖν ἄλλων ἀπέστην διὰ τὰς αἰτίας ταύτας, μίαν δὲ πρᾶξιν ἐξ αὐτῶν ἔλαβον, ἥ περ ἦν προσήκουσα μὲν καὶ πρέπουσα τοῖς προειρημένοις, τὸν δὲ καιρὸν ἔχουσα μάλιστα σύμμετρον τοῖς νῦν λεγομένοις.
これについて、もし私がもっと若い時に着手していたならば、あなたがたの先祖が知恵においても、大志においても、正義においても、肉体の剛力による以上に、過去のすべての人々に勝っていたことを容易に証明したであろう。しかし今や、その題材に近づき、語るべき内容の膨大さを目の当たりにして、私は自らの現在の力量を嘆き、この議論が今読まれているものの二倍にもなるであろうことに気づいたのである。それゆえ、他の事柄からはこれらの理由によって退き、それらの中から一つの事績を選び取った。それは先に述べた事柄にも適いふさわしく、今語られている事柄にとって最も時宜にかなったものである。
ἐκεῖνος γὰρ ὁρῶν τὴν Ἑλλάδα πολέμων καὶ στάσεων καὶ πολλῶν ἄλλων κακῶν μεστὴν οὖσαν, παύσας ταῦτα καὶ διαλλάξας τὰς πόλεις πρὸς ἀλλήλας ὑπέδειξε τοῖς ἐπιγιγνομένοις, μεθʼ ὧν χρὴ καὶ πρὸς οὓς δεῖ τοὺς πολέμους ἐκφέρειν. ποιησάμενος γὰρ στρατείαν ἐπὶ Τροίαν, ἥ περ εἶχε τότε μεγίστην δύναμιν τῶν περὶ τὴν Ἀσίαν, τοσοῦτον διήνεγκε τῇ στρατηγίᾳ τῶν πρὸς τὴν αὐτὴν ταύτην ὕστερον πολεμησάντων,
というのも、かのヘラクレスは、ギリシアが戦争と内紛とその他多くの災禍に満ちているのを見て、これらを収拾し諸都市を互いに和解させた上で、いかなる者たちとともに、またいかなる者たちに対して戦争を起こすべきかを後代の者たちに示したからである。彼は当時アジアの諸勢力の中で最大の国力を持っていたトロイアに対して遠征を行い、後にこの同じ相手に対して戦った者たちに自らの将才においてこれほど勝っていたのである。
- 105εἰ τῷ μὲν εἴη θέμις, οἱ δὲ δύναμιν λάβοιεν
対比される主語の指示対象に関する注。直前の三者(父・建国王・祖先ヘラクレス)のうち、神格化されたヘラクレスには「神(半神)が人間に助言すること」の宗教的妥当性(θέμις)が、冥界にある死者(父および建国王)には「現世に言葉を届ける力・能力」(δύναμις)が問題となるため、単数 τῷ μέν がヘラクレスを、複数 οἱ δέ が父と建国王を指す。
- 108μόνους γὰρ Ἑλλήνων οὐχ ὁμοφύλου γένους ἄρχειν ἀξιώσας
テクスト伝承における対格 μόνους(異読・誤写)の処理。直後に μόνος καὶ διαφυγεῖν ἠδυνήθη と主格が続くため、文脈上の主語(建国王)と一致する主格 μόνος(写本の一部および校訂本の標準的読み)として解釈されるべき箇所。ギリシア語校訂本文に μόνους と現れる場合でも、意味上は「ギリシア人の中で唯一人、異民族を統べることを欲して」という分詞構文の主語修飾として解される。
- 110ἐφʼ ὃν εἰ μὲν νεώτερος ὢν ἐπέστην
関係代名詞の係り先および反実仮想構文。関係代名詞 ἐφʼ ὅν の先行詞は直前の τόπον(論題・領域)。文構造は εἰ ... ἐπέστην(直説法アオリスト)... ἂν ἐπέδειξα(直説法アオリスト+ἄν)による過去の事実に反する仮定を表す構文(「もし私がより若かった時にこれに着手していたならば、証明したであろうに」)。
