- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:1-8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
イソクラテスはピリッポスに対し、本演説に先立って執筆中だったアンピポリスをめぐる未完の論策について述べ、両者が和平を結ぶべき理由と領土問題の真実を説いた経緯を回顧する。
μὴ θαυμάσῃς, ὦ Φίλιππε, διότι τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν οὐ τοῦ πρὸς σὲ ῥηθησομένου καὶ νῦν δειχθήσεσθαι μέλλοντος, ἀλλὰ τοῦ περὶ Ἀμφιπόλεως γραφέντος.1 περὶ οὗ μικρὰ βούλομαι προειπεῖν, ἵνα δηλώσω καὶ σοὶ καὶ τοῖς ἄλλοις ὡς οὐ διʼ ἄνοιαν οὐδὲ διαψευσθεὶς τῆς ἀρρωστίας τῆς νῦν μοι παρούσης2 ἐπεθέμην γράφειν τὸν πρὸς σὲ λόγον, ἀλλʼ εἰκότως καὶ κατὰ μικρὸν ὑπαχθείς.
ピリッポスよ、私がこの言論の端緒を、あなた宛てに語られることになり今示されようとしているものではなく、アンピポリスに関して書かれたものから始めるからといって、怪しんではならない。その言論について私はあらかじめ少し述べておきたい。それは、私があなた宛ての言論を書くことに着手したのは、愚かさゆえでもなく、また私に現在ある老衰を見誤ったからでもなく、当然の理由からであり、少しずつ引き込まれてのことであったと、あなたにも他の人々にも明らかにするためである。
ὁρῶν γὰρ τὸν πόλεμον τὸν ἐνστάντα σοὶ καὶ τῇ πόλει περὶ Ἀμφιπόλεως πολλῶν κακῶν αἴτιον γιγνόμενον, ἐπεχείρησα λέγειν περί τε τῆς πόλεως ταύτης καὶ τῆς χώρας οὐδὲν τῶν αὐτῶν οὔτε τοῖς ὑπὸ τῶν σῶν ἑταίρων λεγομένοις οὔτε τοῖς ὑπὸ τῶν ῥητόρων τῶν παρʼ ἡμῖν, ἀλλʼ ὡς οἷόν τε πλεῖστον ἀφεστῶτα τῆς τούτων διανοίας.3
というのは、アンピポリスをめぐってあなたとこの国との間に起こった戦争が、多くの災禍の原因となっているのを見て、私はこの町と領土について、あなたの側近たちによって言われていることとも、我が国の弁論家たちによって言われていることともまったく異なり、彼らの意図からできるかぎり遠く隔たった事柄を語ることを試みたからである。
οὗτοι μὲν γὰρ παρώξυνον ἐπὶ τὸν πόλεμον, συναγορεύοντες ταῖς ἐπιθυμίαις ὑμῶν· ἐγὼ δὲ περὶ μὲν τῶν ἀμφισβητουμένων οὐδὲν ἀπεφαινόμην, ὃν δʼ ὑπελάμβανον τῶν λόγων εἰρηνικώτατον εἶναι, περὶ τοῦτον διέτριβον, λέγων ὡς ἀμφότεροι διαμαρτάνετε τῶν πραγμάτων, καὶ σὺ μὲν πολεμεῖς ὑπὲρ τῶν ἡμῖν συμφερόντων, ἡ δὲ πόλις ὑπὲρ τῆς σῆς δυναστείας· λυσιτελεῖν γὰρ σοὶ μὲν ἡμᾶς ἔχειν τὴν χώραν ταύτην, τῇ δὲ πόλει μηδʼ ἐξ ἑνὸς τρόπου λαβεῖν αὐτήν.
彼らは双方の欲望に迎合して戦争へと煽り立てていたが、私は争点となっている事柄については何も表明せず、諸々の言論のうちで最も平和をもたらすと考えたものに専念し、あなたがた双方が情勢を見誤っており、あなたは我々の利益のために、またこの国はあなたの支配権のために戦っているのだと述べていた。なぜなら、あなたにとっては我々がこの地を領有していることが得策であり、この国にとってはそれをいかなる手段によっても手に入れないことが得策だからである。
καὶ περὶ τούτων οὕτως ἐδόκουν διεξιέναι τοῖς ἀκούουσιν, ὥστε μηδένα τὸν λόγον αὐτῶν μηδὲ τὴν λέξιν ἐπαινεῖν ὡς ἀκριβῶς καὶ καθαρῶς ἔχουσαν, ὅπερ εἰώθασί τινες ποιεῖν, ἀλλὰ τὴν ἀλήθειαν τῶν πραγμάτων θαυμάζειν, καὶ νομίζειν οὐδαμῶς ἂν ἄλλως παύσασθαι τῆς φιλονικίας ὑμᾶς, πλὴν εἰ σὺ μὲν πεισθείης πλείονος ἀξίαν ἔσεσθαί σοι τὴν τῆς πόλεως φιλίαν ἢ τὰς προσόδους τὰς ἐξ Ἀμφιπόλεως γιγνομένας, ἡ δὲ πόλις δυνηθείη4 καταμαθεῖν ὡς χρὴ τὰς μὲν τοιαύτας φεύγειν ἀποικίας, αἵ τινες τετράκις ἢ πεντάκις ἀπολωλέκασι τοὺς ἐμπολιτευθέντας, ζητεῖν δʼ ἐκείνους τοὺς τόπους τοὺς πόρρω μὲν κειμένους τῶν ἄρχειν δυναμένων, ἐγγὺς δὲ τῶν δουλεύειν εἰθισμένων, εἰς οἷόν περ Λακεδαιμόνιοι Κυρηναίους ἀπῴκισαν·
そして私はこれらの点について聞く者たちに次のような仕方で論究しているように見えた。すなわち、彼らのうち誰一人として、一部の者が習慣としているようにその言論や言回しを厳密で洗練されていると賞賛することはなく、事態の真実性に感嘆し、他の方法ではあなたがたが張り合いを止めることは決してありえないと考えたほどであった。ただし、あなたの方は、アンピポリスから生じる収入よりも、この国の友好の方が自分にとってより大きな価値を持つと説得され、この国の方は、四度も五度も入植した者たちを滅ぼしてきたような植民地は避けるべきであり、支配する力を持つ者たちからは遠く離れ、服従することに慣れている者たちの近くにある土地、ちょうどスパルタ人がキュレネ人を植民させたような土地を探し求めるべきだと理解できるならば話は別である。
πρὸς δὲ τούτοις, εἰ σὺ μὲν γνοίης ὅτι λόγῳ παραδοὺς τὴν χώραν ἡμῖν ταύτην αὐτὸς ἔργῳ κρατήσεις αὐτῆς, καὶ προσέτι τὴν εὔνοιαν τὴν ἡμετέραν κτήσει (τοσούτους γὰρ ὁμήρους λήψει παρʼ ἡμῶν τῆς φιλίας, ὅσους περ ἂν ἐποίκους εἰς τὴν σὴν δυναστείαν ἀποστείλωμεν), τὸ δὲ πλῆθος ἡμῶν εἴ τις διδάξειεν, ὡς ἂν λάβωμεν Ἀμφίπολιν, ἀναγκασθησόμεθα τὴν αὐτὴν εὔνοιαν ἔχειν τοῖς σοῖς πράγμασι διὰ τοὺς ἐνταῦθα κατοικοῦντας οἵαν περ εἴχομεν Ἀμαδόκῳ τῷ παλαιῷ διὰ τοὺς ἐν Χερρονήσῳ γεωργοῦντας.
さらにこれに加えて、言葉の上でこの領土を我々に引き渡すことによって、自分自身が事実上それを支配することになり、そのうえ我々の好意をも獲得することになる(なぜなら、あなたの支配圏へ送り出す入植者と同じ数だけの友好の証の人質を我々から得ることになるからである)とあなたが知るならば、また他方で、我々の民衆に対しても、アンピポリスを手に入れるならば、かつてケルソネソスで耕作していた者たちのおかげで古のアマドコスに対して抱いていたのと同様の好意を、この地に住む者たちのおかげであなたの事態に対しても抱かざるをえなくなるのだと誰かが教え込むならば、である。
τοιούτων δὲ πολλῶν λεγομένων ἤλπισαν ὅσοι περ ἤκουσαν, διαδοθέντος τοῦ λόγου διαλύσεσθαι τὸν πόλεμον ὑμᾶς καὶ γνωσιμαχήσαντας βουλεύσεσθαί τι κοινὸν ἀγαθὸν περὶ ὑμῶν αὐτῶν. εἰ μὲν οὖν ἀφρόνως ἢ καὶ νουνεχόντως ταῦτʼ ἐδόξαζον, δικαίως ἂν ἐκεῖνοι τὴν αἰτίαν ἔχοιεν· ὄντος δʼ οὖν ἐμοῦ περὶ τὴν πραγματείαν ταύτην ἔφθητε ποιησάμενοι τὴν εἰρήνην, πρὶν ἐξεργασθῆναι τὸν λόγον,5 σωφρονοῦντες· ὅπως γὰρ οὖν πεπρᾶχθαι κρεῖττον ἦν αὐτὴν ἢ συνέχεσθαι τοῖς κακοῖς τοῖς διὰ τὸν πόλεμον γιγνομένοις.
このような多くのことが語られるうちに、それを聞いたすべての者たちは、この言論が広まれば、あなたがたが戦争を終結させ、考えを改めて自分たち自身について共通の善を謀るであろうと期待した。彼らが愚かにも、あるいは分別を持ってこのように考えていたのかについては、彼ら自身が当然その責任を負うべきであろう。ともあれ、私がこの仕事に携わっている最中に、あなたがたはこの言論が完成する前に先んじて賢明にも平和を結んだ。というのも、いかなる形であれ平和が結ばれたことは、戦争によって生じる災禍に苦しめられ続けることよりも勝っていたからである。
συνησθεὶς δὲ τοῖς περὶ τῆς εἰρήνης ψηφισθεῖσι, καὶ νομίσας οὐ μόνον ἡμῖν ἀλλὰ καὶ σοὶ καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασι συνοίσειν, ἀποστῆσαι μὲν τὴν ἐμαυτοῦ διάνοιαν τῶν ἐχομένων οὐχ οἷός τʼ ἦν, ἀλλʼ οὕτω διεκείμην ὥστʼ εὐθὺς σκοπεῖσθαι πῶς ἂν τὰ πεπραγμένα παραμείνειεν ἡμῖν καὶ μὴ χρόνον ὀλίγον ἡ πόλις ἡμῶν διαλιποῦσα πάλιν ἑτέρων πολέμων ἐπιθυμήσειε·
私は平和に関して議決されたことをともに喜び、それが我々だけでなく、あなたにとっても他のすべてのギリシア人にとっても有益であると考えたので、これに密接に連なる事柄から自らの思いを引き離すことができず、ただちに、いかにして成し遂げられたことが我々にとって持続し、我が国が短い時間を置いたのちに再び他の戦争を望んだりしないようにできるかを考察するような状態にあった。
- 1τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν οὐ τοῦ πρὸς σὲ ῥηθησομένου ... ἀλλὰ τοῦ περὶ Ἀμφιπόλεως γραφέντος
動詞句 τὴν ἀρχὴν ποιήσομαι(「端緒とする」「始める」)に掛かる属格 τοῦ λόγου ... οὐ τοῦ ... ἀλλὰ τοῦ ... は、起点・材料を示す属格または部分属格として機能している。「あなた宛ての言論ではなく、アンピポリスに関して書かれた言論から始める」という意味を表す。
- 1διαψευσθεὶς τῆς ἀρρωστίας τῆς νῦν μοι παρούσης
分詞 διαψευσθείς は受動態アオリストで、「〜を見誤る」「〜について見込み違いをする」の意で属格 τῆς ἀρρωστίας を目的語として取っている(判断の誤り・乖離を示す属格)。
- 2οὐδὲν τῶν αὐτῶν ... ἀλλʼ ὡς οἷόν τε πλεῖστον ἀφεστῶτα τῆς τούτων διανοίας
λέγειν の目的語は中性名詞句 οὐδὲν τῶν αὐτῶν(「同一の事柄は何も〜ない」)であり、続く分詞 ἀφεστῶτα は中性複数対格で、意味上その語られる内容(あるいは暗黙の事柄)を修飾し、彼らの意図から「最大限かけ離れた(事柄)」を補足している。全体として二重の対比構文(οὔτε ... οὔτε ... ἀλλά)をなす。
- 5πλὴν εἰ σὺ μὲν πεισθείης ... ἡ δὲ πόλις δυνηθείη
前文の οὐδαμῶς ἂν ἄλλως παύσασθαι(「決して他の方法ではやめられない」)に対する例外規定を導く接続詞節(πλὴν εἰ+希求法)。「あなたが説得され、他方で国家が理解できるのでない限りは」という潜在的条件を表す。
- 7ἔφθητε ποιησάμενοι τὴν εἰρήνην, πρὶν ἐξεργασθῆναι τὸν λόγον
動詞 φθάνω と分詞の慣用構文(ἔφθητε ποιησάμενοι)で、「〜するよりも先に/出し抜いて〜した」の意。続く πρὶν+不定詞節(πρὶν ἐξεργασθῆναι)と相まって、「演説が完成するよりも前に先んじて平和を結んだ」という時間の先後関係を強調している。
