← イソクラテス

アンティドシス

§277-285

弁論の研鑽による徳の向上と語義の転倒批判

弁論の研鑽と説得への志向が、弁論者の思慮・徳・人望を必然的に高める論理を示し、真の「優位」と「哲学」の語義が世間において転倒している現状を批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§277

ἔπειτα τῶν πράξεων τῶν συντεινουσῶν πρὸς τὴν ὑπόθεσιν ἐκλέξεται τὰς πρεπωδεστάτας καὶ μάλιστα συμφερούσας· ὁ δὲ τὰς τοιαύτας συνεθιζόμενος θεωρεῖν καὶ δοκιμάζειν οὐ μόνον περὶ τὸν ἐνεστῶτα λόγον ἀλλὰ καὶ περὶ τὰς ἄλλας πράξεις τὴν αὐτὴν ἕξει ταύτην δύναμιν, ὥσθʼ ἅμα τὸ λέγειν εὖ καὶ τὸ φρονεῖν παραγενήσεται τοῖς φιλοσόφως καὶ φιλοτίμως πρὸς τοὺς λόγους διακειμένοις.

次いで、その主題に関わる諸行為の中から、最もふさわしく最も有益なものを選び出すことになるでしょう。そして、そうした事柄を考察し吟味することに習熟した者は、当面の言論に関してだけでなく、他の諸行為に関してもまさにこの同じ力を備えることになり、その結果、言論に対して哲学的かつ名誉を重んじる心構えで臨む人々には、見事に語ることと思慮深くあることとが同時に備わることになるのです。

§278

καὶ μὴν οὐδʼ ὁ πείθειν τινὰς βουλόμενος ἀμελήσει τῆς ἀρετῆς, ἀλλὰ τούτῳ μάλιστα προσέξει τὸν νοῦν, ὅπως δόξαν ὡς ἐπιεικεστάτην λήψεται παρὰ τοῖς συμπολιτευομένοις. τίς γὰρ οὐκ οἶδε καὶ τοὺς λόγους ἀληθεστέρους δοκοῦντας εἶναι τοὺς ὑπὸ τῶν εὖ διακειμένων λεγομένους ἢ τοὺς ὑπὸ τῶν διαβεβλημένων, καὶ τὰς πίστεις μεῖζον δυναμένας τὰς ἐκ τοῦ βίου γεγενημένας ἢ τὰς ὑπὸ τοῦ λόγου πεπορισμένας; ὥσθʼ ὅσῳ ἄν τις ἐρρωμενεστέρως ἐπιθυμῇ πείθειν τοὺς ἀκούοντας, τοσούτῳ μᾶλλον ἀσκήσει καλὸς κἀγαθὸς εἶναι καὶ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν.

さらに、誰かを説得したいと欲する者も決して徳を蔑ろにすることはなく、むしろ同胞市民の間で可能な限り高潔であるという評判を得るように最も心を配るでしょう。というのも、立派な人柄の人々によって語られる言論の方が、評判の悪い人々によって語られるものよりも真実であると見なされ、また人生の実践から生じた確信の方が、言論によって調達されたものよりも大きな力を持つことを、誰が知らないでしょうか。したがって、聞き手を説得したいと強く望めば望むほど、それだけいっそう立派で善い人間となり、市民の間で名声を博すよう努めることになるのです。

§279

καὶ μηδεὶς ὑμῶν οἰέσθω τοὺς μὲν ἄλλους ἅπαντας γιγνώσκειν ὅσην ἔχει ῥοπὴν εἰς τὸ πείθειν τὸ τοῖς κρίνουσιν ἀρέσκειν, τοὺς δὲ περὶ τὴν φιλοσοφίαν ὄντας μόνους ἀγνοεῖν τὴν τῆς εὐνοίας δύναμιν· πολὺ γὰρ ἀκριβέστερον τῶν ἄλλων καὶ ταῦτʼ ἴσασι, καὶ πρὸς τούτοις ὅτι1 τὰ μὲν εἰκότα καὶ τὰ τεκμήρια καὶ πᾶν τὸ τῶν πίστεων εἶδος τοῦτο μόνον ὠφελεῖ τὸ μέρος, ἐφʼ ᾧ ἂν αὐτῶν ἕκαστον τύχῃ ῥηθέν, τὸ δὲ δοκεῖν εἶναι καλὸν κἀγαθὸν οὐ μόνον τὸν λόγον πιστότερον ἐποίησεν, ἀλλὰ καὶ τὰς πράξεις τοῦ τὴν τοιαύτην δόξαν ἔχοντος ἐντιμοτέρας κατέστησεν, ὑπὲρ οὗ σπουδαστέον ἐστὶ τοῖς εὖ φρονοῦσι μᾶλλον ἢ περὶ τῶν ἄλλων ἁπάντων.

そして、裁く者に好まれることが説得にどれほど大きな影響力を持つかを他のすべての者が理解している一方で、哲学に携わる者たちだけが好意の力を知らないなどとは、あなたがたの誰も考えてはなりません。彼らは他の人々よりもはるかに正確にこれらを知っており、これらに加えて、蓋然性や証拠や確証のすべての種類は、それらの各々が語られることになった当の個別的部分にしか役立たないのに対し、立派で善い人間であると見なされることは、言論をより信頼に足るものとするだけでなく、そのような評判を持つ者の行為をもより尊いものとするのであり、これこそが、思慮ある人々にとって他のあらゆる事柄に増して追求されるべきものであるということを知っているのです。

§281

τὸ τοίνυν περὶ τὴν πλεονεξίαν, ὃ δυσχερέστατον ἦν τῶν ῥηθέντων·2 εἰ μέν τις ὑπολαμβάνει τοὺς ἀποστεροῦντας ἢ παραλογιζομένους ἢ κακόν τι ποιοῦντας πλεονεκτεῖν, οὐκ ὀρθῶς ἔγνωκεν· οὐδένες γὰρ ἐν ἅπαντι τῷ βίῳ μᾶλλον ἐλαττοῦνται τῶν τοιούτων, οὐδʼ ἐν πλέοσιν ἀπορίαις εἰσίν, οὐδʼ ἐπονειδιστότερον ζῶσιν, οὐδʼ ὅλως ἀθλιώτεροι τυγχάνουσιν ὄντες·

さて、次に優位への欲求についてですが、これは語られた事柄の中で最も受け入れがたいものでした。もし誰かが、他人の分け前を奪う者や欺く者、あるいは何らかの悪事を行う者が優位に立っていると思い込んでいるとすれば、その者は正しく認識していません。というのも、全生涯において、そのような者たちほど劣勢に立たされ、より多くの窮境に陥り、より恥辱に満ちた生き方をし、総じてより悲惨な状態にある者たちは他には誰もいないからです。

§282

χρὴ δὲ καὶ νῦν πλέον ἔχειν ἡγεῖσθαι καὶ πλεονεκτήσειν νομίζειν παρὰ μὲν τῶν θεῶν τοὺς εὐσεβεστάτους καὶ τοὺς περὶ τὴν θεραπείαν τὴν ἐκείνων ἐπιμελεστάτους ὄντας, παρὰ δὲ τῶν ἀνθρώπων τοὺς ἄριστα πρὸς τούτους μεθʼ ὧν ἂν οἰκῶσι καὶ πολιτεύωνται διακειμένους καὶ τοὺς βελτίστους αὐτοὺς εἶναι δοκοῦντας.

むしろ、神々からは、最も敬虔で神々への奉仕に最も心を配る者たちが、また人間からは、共に暮らし共に国政を行う相手に対して最善の態度で接し自ら最も優れていると認められる者たちこそが、現に多くを得、これからも優位を得るのだと見なすべきなのです。

§283

καὶ ταῦτα καὶ ταῖς ἀληθείαις οὕτως ἔχει, καὶ συμφέρει τὸν τρόπον τοῦτον λέγεσθαι περὶ αὐτῶν, ἐπεὶ νῦν γʼ οὕτως ἀνέστραπται καὶ συγκέχυται πολλὰ τῶν κατὰ τὴν πόλιν, ὥστʼ οὐδὲ τοῖς ὀνόμασιν ἔνιοί τινες ἔτι χρῶνται κατὰ φύσιν, ἀλλὰ μεταφέρουσιν ἀπὸ τῶν καλλίστων πραγμάτων ἐπὶ τὰ φαυλότατα τῶν ἐπιτηδευμάτων.

そして、これらの事柄は真実においてこの通りであり、これらについてこのように語られることが有益なのです。というのも、現今では国政に関する多くの事柄が逆転し混乱してしまったために、一部の者たちはもはや言葉を本来の語義に従って用いることさえせず、最も美わしい事柄から最も卑俗な習癖へと転用しているからです。

§284

τοὺς μέν γε βωμολοχευομένους καὶ σκώπτειν καὶ μιμεῖσθαι δυναμένους εὐφυεῖς καλοῦσι, προσῆκον τῆς προσηγορίας ταύτης τυγχάνειν3 τοὺς ἄριστα πρὸς ἀρετὴν πεφυκότας· τοὺς δὲ ταῖς κακοηθείαις καὶ ταῖς κακουργίαις χρωμένους, καὶ μικρὰ μὲν λαμβάνοντας πονηρὰν δὲ δόξαν κτωμένους, πλεονεκτεῖν νομίζουσιν, ἀλλʼ οὐ τοὺς ὁσιωτάτους καὶ δικαιοτάτους, οἳ περὶ τῶν ἀγαθῶν ἀλλʼ οὐ τῶν κακῶν πλεονεκτοῦσι·

実際、彼らは道化を演じ嘲弄や物真似ができる者を才気があると呼びますが、この呼称を得るにふさわしいのは徳に向けて最善の天性を備えた者たちであり、また邪悪さや悪事を用い、わずかなものを得る一方で悪名を獲得するような者たちを優位に立っていると考えており、悪いことではなく善いことにおいて優位に立つ最も敬虔で最も正義にかなった者たちをそうとは見なしていません。

§285

τοὺς δὲ τῶν μὲν ἀναγκαίων ἀμελοῦντας, τὰς δὲ τῶν παλαιῶν σοφιστῶν τερατολογίας ἀγαπῶντας φιλοσοφεῖν φασιν, ἀλλʼ οὐ τοὺς τὰ τοιαῦτα μανθάνοντας καὶ μελετῶντας ἐξ ὧν καὶ τὸν ἴδιον οἶκον καὶ τὰ κοινὰ τὰ τῆς πόλεως καλῶς διοικήσουσιν, ὧνπερ ἕνεκα καὶ πονητέον καὶ φιλοσοφητέον καὶ πάντα πρακτέον ἐστίν. ἀφʼ ὧν ὑμεῖς πολὺν ἤδη χρόνον ἀπελαύνετε τοὺς νεωτέρους, ἀποδεχόμενοι τοὺς λόγους τῶν διαβαλλόντων τὴν τοιαύτην παιδείαν.

また、不可欠な事柄を蔑ろにし古代のソフィストたちの奇怪な言説を喜ぶ者を哲学していると言い、自らの家庭と国の公共の事柄とを立派に治めるための基盤となる事柄を学び研鑽する者たちをそうとは言わないのです。まさにそうした事柄のためにこそ労苦を重ね、哲学し、すべてを行わなければならないというのに。そしてあなたがたは、そのような教育を中傷する者たちの言論を受け入れて、若い人々をそうした研鑽からもう長い間遠ざけているのです。

構文注3 件
  1. 280καὶ πρὸς τούτοις ὅτι

    直前の文の動詞 ἴσασι(彼らは知っている)から導かれる間接話法節の導入。独立した文のように始まっているが、構文上は前文の「哲学に携わる者たちはこれらを正確に知っている」という内容を受け、「さらに……ということも[彼らは知っている]」と従属節を連続させている。

  2. 281τὸ τοίνυν περὶ τὴν πλεονεξίαν, ὃ δυσχερέστατον ἦν τῶν ῥηθέντων

    文頭に置かれた話題提示(懸垂対格あるいは絶対対格的用法)。後続する条件文 εἰ μέν τις ὑπολαμβάνει... の前に「さて、優位への欲求に関する事柄であるが、これは……」と題目を示しており、主節の明確な文法格に直接組み込まれない統語的破格(アナコルートン)を成している。

  3. 284προσῆκον τῆς προσηγορίας ταύτης τυγχάνειν

    非人称動詞 προσήκει の中性分詞による絶対対格構文。「この呼称を得るのがふさわしいのは……であるにもかかわらず」という譲歩的な意味合いを帯びる副詞句として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:277-285