- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:190-198
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
イソクラテスは、弁論家にとって最大の要因は節度ある大胆さを含む天分と実践訓練であり、教育単独の効能には限界があることを初期著作の引用を通じて一貫した持論として示し、弁論教育に対する無益論と有害論という二つの非難を反駁しようとする。
ἔτι δὲ τὴν τόλμαν μὴ τὴν ἀναισχυντίας σημεῖον γιγνομένην, ἀλλὰ τὴν μετὰ σωφροσύνης οὕτω παρασκευάζουσαν τὴν ψυχὴν ὥστε μηδὲν ἧττον θαρρεῖν ἐν δὴ πᾶσι τοῖς πολίταις τοὺς λόγους ποιούμενον ἢ πρὸς αὑτὸν διανοούμενον, τίς οὐκ οἶδεν ὅτι τυχὼν ὁ τοιοῦτος1 παιδείας μὴ τῆς ἀπηκριβωμένης, ἀλλὰ τῆς ἐπιπολαίου καὶ πᾶσι κοινῆς, τοιοῦτος ἂν εἴη ῥήτωρ οἷος οὐκ οἶδʼ εἴ τις τῶν Ἑλλήνων γέγονεν;
さらに、厚顔無恥の兆候となるような大胆さではなく、節度を伴って、全市民の前で演説するときにも自分ひとりで思索するときと何ら変わらぬ確信をもたせるような大胆さを魂に備えている者――そのような者が、厳密を極めた教育ではなく、ありふれた誰にでも共通する教育を受けただけでも、ギリシア人の誰が過去にそうであったか分からないほどの弁論家になるであろうことは、誰が知らないでしょうか。
καὶ μὲν δὴ κἀκείνους ἴσμεν, τοὺς καταδεεστέραν μὲν τούτων τὴν φύσιν ἔχοντας, ταῖς δʼ ἐμπειρίαις καὶ ταῖς ἐπιμελείαις προέχοντας, ὅτι γίγνονται κρείττους2 οὐ μόνον αὑτῶν ἀλλὰ καὶ τῶν εὖ μὲν πεφυκότων λίαν δʼ αὑτῶν κατημεληκότων· ὥσθʼ ἑκάτερόν τε τούτων δεινὸν ἂν καὶ λέγειν καὶ πράττειν ποιήσειεν, ἀμφότερά τε γενόμενα περὶ τὸν αὐτὸν ἀνυπέρβλητον ἂν τοῖς ἄλλοις ἀποτελέσειεν.
そしてまた私たちは、これらより劣った天分しか持たないものの、経験と訓練において卓越している者たちが、かつての自分自身よりも優れるだけでなく、優れた天分を持ちながら甚だしく自分を怠慢に放置した者たちよりも優れるようになることを知っています。したがって、これら(天分と修練)の各々が言論においても実践においても人を卓越した者にしうるのであり、両者が同一の人物に備わったならば、他の人々にとって凌駕しがたい人物に仕上げるでしょう。
περὶ μὲν οὖν τῆς φύσεως καὶ τῆς ἐμπειρίας ταῦτα γιγνώσκω· περὶ δὲ τῆς παιδείας οὐκ ἔχω τοιοῦτον λόγον εἰπεῖν· οὔτε γὰρ ὁμοίαν οὔτε παραπλησίαν ἔχει τούτοις τὴν δύναμιν. εἰ γάρ τις διακούσειεν ἅπαντα τὰ περὶ τοὺς λόγους καὶ διακριβωθείη μᾶλλον τῶν ἄλλων, λόγων μὲν ποιητὴς τυχὸν ἂν χαριέστερος γένοιτο τῶν πολλῶν, εἰς ὄχλον δὲ καταστάς, τούτου μόνον ἀποστερηθείς, τοῦ τολμᾶν, οὐδʼ ἂν φθέγξασθαι δυνηθείη.
さて、天分と経験については私はこのように判断しています。しかし教育については、そのようなことを言うことはできません。教育はこれらに類する力も、これらに近い力も持っていないからです。実際、もし誰かが言論に関する事柄をすべて聞き及んで学び、他の人々以上に精密に習得したとしても、言論の作り手としてはおそらく一般の人々よりも洗練された者になるでしょうが、群衆の前に立ったとき、大胆さ(度胸)というこの一点を奪われていれば、一声発することすらできないでしょう。
καὶ μηδεὶς οἰέσθω με πρὸς μὲν ὑμᾶς συστέλλειν τὴν ὑπόσχεσιν, ἐπειδὰν δὲ διαλέγωμαι πρὸς τοὺς συνεῖναί μοι βουλομένους, ἅπασαν ὑπʼ ἐμαυτῷ ποιεῖσθαι τὴν δύναμιν· φεύγων γὰρ τὰς τοιαύτας αἰτίας, ὅτʼ ἠρχόμην περὶ ταύτην εἶναι τὴν πραγματείαν, λόγον διέδωκα γράψας ἐν ᾧ φανήσομαι τοῖς τε μείζους ποιουμένοις τὰς ὑποσχέσεις ἐπιτιμῶν καὶ τὴν ἐμαυτοῦ γνώμην ἀποφαινόμενος.
そして、私があなたがたの前では約束を控えめに縮め、自分に弟子入りしたいと願う者たちと対話するときには、あらゆる能力を自分の手柄にしているのだと誰も思ってはなりません。なぜなら、そのような非難を避けるため、私はこの事業に携わり始めたころに、過大な約束をする者たちを咎め、自分自身の見解を表明しているとわかる演説を書いて世に出したからです。
ἃ μὲν οὖν κατηγορῶ τῶν ἄλλων παραλείψω· καὶ γάρ ἐστι πλείω τοῦ καιροῦ τοῦ παρόντος· ἃ δʼ αὐτὸς ἀποφαίνομαι, πειράσομαι διελθεῖν ὑμῖν. ἄρχομαι δʼ ἐνθένδε ποθέν. ""
そこで、他の人々に対して浴びせる告発は省くことにします。現在の好機(許された時間)を超える長さになるからです。しかし、私自身が表明している事柄を、あなたがたに順を追って説明することに努めましょう。私はこれくらいの位置から始めます。 ""
ταῦτα κομψοτέρως μὲν πέφρασται τῶν ἔμπροσθεν εἰρημένων, βούλεται δὲ ταὐτὰ δηλοῦν ἐκείνοις. ὃ χρὴ μέγιστον ὑμῖν γενέσθαι τεκμήριον τῆς ἐμῆς ἐπιεικείας· οὐ γάρ, ὅτε μὲν ἦν νεώτερος, ἀλαζονευόμενος φαίνομαι καὶ μεγάλας τὰς ὑποσχέσεις ποιούμενος, ἐπειδὴ δʼ ἀπολέλαυκα τοῦ πράγματος καὶ πρεσβύτερος γέγονα, τηνικαῦτα ταπεινὴν ποιῶν τὴν φιλοσοφίαν, ἀλλὰ τοῖς αὐτοῖς λόγοις χρώμενος3 καὶ ἀκμάζων καὶ παυόμενος αὐτῆς, καὶ θαρρῶν καὶ κινδυνεύων, καὶ πρὸς τοὺς βουλομένους πλησιάζειν καὶ πρὸς τοὺς μέλλοντας περί μου τὴν ψῆφον οἴσειν, ὥστʼ οὐκ οἶδʼ ὅπως ἄν τις ἀληθέστερος ἢ δικαιότερος περὶ αὐτὴν ἐπιδειχθείη γεγενημένος.
これらは先ほど述べられた事柄よりも洗練された調子で表現されていますが、それらと同じ事柄を明らかにすることを意図しています。このことは、私の誠実さの最大の証拠としてあなたがたに受け止められるべきです。なぜなら、若いころには大言壮語して大きな約束をし、その事業の成果を享受して高齢に達した今になって、哲学を卑小なものに引き下げているというわけではなく、全盛期にもそこから退きつつある今も、自信があるときも危険にさらされているときも、弟子入りを望む者に対しても私について票を投じようとする者に対しても、一貫して同じ言論を用いてきたことが明らかであり、そのため、誰が哲学に対してより誠実あるいはより正義にかなっていたと証明されうるのか私にはわからないからです。
ταῦτα μὲν οὖν ἐκείνοις προσκείσθω τοῖς πρότερον περὶ ἡμῶν εἰρημένοις· οὐκ ἀγνοῶ δʼ ὅτι τοὺς δυσκόλως διακειμένους οὐδέν πω τῶν εἰρημένων ἱκανόν ἐστιν ἀπαλλάξαι τῆς διανοίας ταύτης, ἀλλὰ πολλῶν ἔτι δέονται λόγων καὶ παντοδαπῶν, εἰ μέλλουσιν ἑτέραν μεταλήψεσθαι δόξαν ἀνθʼ ἧς νῦν τυγχάνουσιν ἔχοντες.
さて、これらは私たちについて先に述べられた事柄に付け加えておきましょう。しかし私は、悪感情を抱いている者たちを、今までに語られた事柄のどれをもってしてもその思い込みから解放するには十分でなく、彼らが現在抱いている判断の代わりに別の判断を受け入れるつもりであるなら、なお多くの様々な言論を必要としていることを知っています。
δεῖ δὴ μηδʼ ἡμᾶς προαπειπεῖν διδάσκοντας καὶ λέγοντας, ἐξ ὧν, δυοῖν θάτερον, ἢ μεταστήσομεν τὰς γνώμας αὐτῶν, ἢ τὰς βλασφημίας καὶ κατηγορίας αἷς χρῶνται καθʼ ἡμῶν ἐξελέγξομεν ψευδεῖς οὔσας. εἰσὶ δὲ διτταί. λέγουσι γὰρ οἱ μὲν ὡς ἔστιν ἡ περὶ τοὺς σοφιστὰς διατριβὴ φλυαρία καὶ φενακισμός· οὐδεμία γὰρ εὕρηται παιδεία τοιαύτη διʼ ἧς γένοιτό τις ἂν ἢ περὶ τοὺς λόγους δεινότερος ἢ περὶ τὰς πράξεις φρονιμώτερος, ἀλλʼ οἱ προέχοντες ἐν τούτοις τῇ φύσει τῶν ἄλλων διαφέρουσιν·
したがって、私たちも教え論じることを途中で諦めてはならず、その論述によって、二つのうちどちらか、すなわち彼らの見解を改めさせるか、彼らが私たちに対して用いている中傷や告発が虚偽であることを論駁するかしなければなりません。それらの非難には二種類あります。一方の人々は、ソフィストたちの周りの営みはくだらない無駄話でありペテンであると言います。というのも、言論においてより卓越したり行動においてより思慮深くなったりできるような教育は何も発見されておらず、これらの事柄で抜きんでている者たちは天分によって他者と異なっているのだ、というわけです。
οἱ δὲ δεινοτέρους μὲν ὁμολογοῦσιν εἶναι τοὺς περὶ τὴν μελέτην ταύτην ὄντας, οὐ μὴν ἀλλὰ διαφθείρεσθαι καὶ γίγνεσθαι χείρους· ἐπειδὰν γὰρ λάβωσι δύναμιν, τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν. ὡς οὖν οὐδὲν ὑγιὲς οὐδʼ ἀληθὲς οὐδέτεροι τούτων λέγουσι, πολλὰς ἐλπίδας ἔχω πᾶσι φανερὸν ποιήσειν.
他方の人々は、この修練に携わる者たちがより卓越した者になることは認めつつも、しかし彼らは堕落してより悪しき者になる、なぜなら力を手に入れると他人の財産に陰謀をめぐらすからだ、と言います。そこで、彼らのどちらも健全なことも真実なことも述べていないということを、私は誰の目にも明らかにしうる強い期待を抱いています。
- 190ἔτι δὲ τὴν τόλμαν μὴ τὴν ἀναισχυντίας σημεῖον γιγνομένην... τίς οὐκ οἶδεν ὅτι τυχὼν ὁ τοιοῦτος
直前の箇所の末尾で提示された τὸν ἔχοντα に連なる対格(τὴν μὲν ψυχὴν... τὴν δὲ φωνὴν... ἔτι δὲ τὴν τόλμαν)の構造が長大化した結果、文が途中で破綻し(アナコルソン)、疑問文 τίς οὐκ οἶδεν ὅτι... の中で主語 ὁ τοιοῦτος として主格で受け直され再開(復起、epanalepsis)している。
- 190καὶ μὲν δὴ κἀκείνους ἴσμεν... ὅτι γίγνονται κρείττους
先取り構文(prolepsis)。従属節 ὅτι γίγνονται の主語となるべき名詞句が、主節動詞 ἴσμεν の直接目的語(対格 κἀκείνους, τοὺς... ἔχοντας)として文頭に引き出されている。
- 195οὐ γάρ, ὅτε μὲν ἦν νεώτερος, ἀλαζονευόμενος φαίνομαι... ἀλλὰ τοῖς αὐτοῖς λόγοις χρώμενος
構文の骨格は οὐ γὰρ φαίνομαι ἀλαζονευόμενος... ἀλλὰ [φαίνομαι] χρώμενος という、φαίνομαι に補足分詞が対比的に結びつく構造。ὅτε μὲν ἦν νεώτερος と ἐπειδὴ δʼ... πρεσβύτερος γέγονα の時間節の対比が介在し、さらに後続の ἀλλὰ 以下で多くの分詞対句(ἀκμάζων καὶ παυόμενος 等)が並列されているため文意を見失いやすいが、主動詞 φαίνομαι の支配下にある。
