← イソクラテス

平和演説

§73-82

海上覇権獲得前後の政体と同盟者支配の害悪

弁論者は自身の厳しい批判が都市の利益のためであることを確認した上で、過去の海上覇権獲得前後の政体と市民の質を対比し、覇権がもたらした専横、孤立、同盟者への抑圧、そしてディオニュシア祭における過度な誇示と災難を具体的に論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§73

καὶ τούτων αὐτῶν μάλιστα τὸν ἐναργέστατα δυνάμενον1 δηλῶσαι τὰς πονηρὰς τῶν πράξεων καὶ τὰς συμφορὰς τὰς ἀπʼ αὐτῶν γιγνομένας· οὗτος γὰρ ἂν τάχιστα ποιήσειεν ὑμᾶς, μισήσαντας ἃ δεῖ, βελτιόνων ἐπιθυμῆσαι πραγμάτων. ὑπὲρ μὲν οὖν τῆς τῶν λόγων τραχύτητος καὶ τῶν εἰρημένων καὶ τῶν ῥηθήσεσθαι μελλόντων ταῦτʼ ἔχω λέγειν πρὸς ὑμᾶς· ὅθεν δʼ ἀπέλιπον, πάλιν ποιήσομαι τὴν ἀρχήν.

そしてこれら忠告者たち自身の中でも、悪しき行いとそこから生じる災難を最も明瞭に指し示すことのできる者をとりわけ重んじるべきである。というのも、この者こそが諸君に、憎むべきものを憎ませ、より善き事柄を望むよう最も速やかに導くであろうからである。さて、語られた言葉およびこれから語られようとしている言葉の辛辣さについては、諸君に対してこれだけを述べておきたい。そして、話を中断した箇所から再び論じ始めることとしよう。

§74

ἔφασκον γὰρ ἐκεῖθεν κάλλιστʼ ἂν ὑμᾶς καταμαθεῖν ὡς οὐ συμφέρει λαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν, εἰ σκέψαισθε τίνα τρόπον ἡ πόλις διέκειτο πρὶν τὴν δύναμιν ταύτην κτήσασθαι, καὶ πῶς ἐπειδὴ κατέσχεν αὐτήν· ἢν γὰρ ταῦτα παρʼ ἄλληλα τῇ διανοία θεωρήσητε, γνώσεσθʼ ὅσων κακῶν αἰτία τῇ πόλει γέγονεν.

というのも私は、もし諸君が、都市がこの覇権を獲得する前にいかなる状態にあったか、そしてそれを手中に収めた後にどうなったかを考察するならば、そこから諸君は海上支配権を握ることが有益でないと最もよく理解できるはずだと述べていたからである。なぜなら、もしこれらを心の中で並べて観察するならば、それが都市にとっていかに多くの災難の原因となったかを知るであろうからである。

§75

ἡ μὲν τοίνυν πολιτεία τοσούτω βελτίων ἦν καὶ κρείττων ἡ τότε τῆς ὕστερον καταστάσης, ὅσῳ περ Ἀριστείδης καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης ἄνδρες ἀμείνους ἦσαν Ὑπερβόλου καὶ Κλεοφῶντος καὶ τῶν νῦν δημηγορούντων· τὸν δὲ δῆμον εὑρήσετε τὸν τότε πολιτευόμενον οὐκ ἀργίας οὐδʼ ἀπορίας οὐδʼ ἐλπίδων κενῶν ὄντα μεστόν, ἀλλὰ νικᾶν μὲν δυνάμενον ἐν ταῖς μάχαις ἅπαντας τοὺς εἰς τὴν χώραν εἰσβάλλοντας, ἀριστείων δʼ ἀξιούμενον ἐν τοῖς ὑπὲρ τῆς Ἑλλάδος κινδύνοις, οὕτω δὲ πιστευόμενον ὥστε τὰς πλείστας αὐτῷ τῶν πόλεων ἑκούσας ἐγχειρίσαι σφᾶς αὐτάς.

そもそも当時の政体は、後になって確立された政体よりも、アリスティデス、テミストクレス、ミルティアデスが、ヒュペルボロスやクレオフォン、そして今日の民衆扇動家たちよりも優れた人物であったのと同じ程度に、それだけ優良であり強力であった。そして当時の国政を担っていた民衆は、怠惰や困窮や空しい希望に満ちていたのではなく、国土に侵入してくるあらゆる敵を戦闘において打ち負かすことができ、ギリシアのための危難において最高勇猛賞に値すると認められ、都市の大部分が進んで自らを委ねるほどに信頼されていたことを見出すであろう。

§77

τούτων δʼ ὑπαρχόντων, ἀντὶ μὲν τῆς πολιτείας τῆς παρὰ πᾶσιν εὐδοκιμούσης ἐπὶ τοιαύτην ἀκολασίαν ἡ δύναμις ἡμᾶς αὕτη προήγαγεν, ἣν οὐδεὶς ἂν ἀνθρώπων ἐπαινέσειεν· ἀντὶ δὲ τοῦ νικᾶν τοὺς ἐπιστρατεύοντας οὕτω τοὺς πολίτας ἐπαίδευσεν, ὥστε μηδὲ πρὸ τῶν τειχῶν τολμᾶν ἐπεξιέναι τοῖς πολεμίοις·

ところが、こうした条件が整っていたにもかかわらず、万人に称賛されていた政体の代わりに、この覇権は我々を何びとも称賛しないような放縦へと導いた。侵略してくる敵を打ち負かす代わりに、市民たちを城壁の前にさえ敵に向かって出撃する勇気を持たないように育て上げた。

§78

ἀντὶ δὲ τῆς εὐνοίας τῆς παρὰ τῶν συμμάχων αὐτοῖς ὑπαρχούσης καὶ τῆς δόξης τῆς παρὰ τῶν ἄλλων Ἑλλήνων εἰς τοσοῦτον μῖσος κατέστησεν, ὥστε παρὰ μικρὸν ἐλθεῖν ἐξανδραποδισθῆναι τὴν πόλιν,2 εἰ μὴ Λακεδαιμονίων τῶν ἐξ ἀρχῆς πολεμούντων εὐνουστέρων ἐτύχομεν ἢ τῶν πρότερον ἡμῖν συμμάχων ὄντων.

そして、同盟者たちから寄せられていた好意と他のギリシア人たちから得ていた名声の代わりに、かつて我々の同盟者であった者たちよりも、当初から敵対していたラケダイモン人の方が我々に好意的であったという僥倖がなかったならば、都市が奴隷化される一歩手前にまで追い込まれるほどの憎悪の中に我々を陥れたのである。

§79

οἷς οὐκ ἂν δικαίως ἐγκαλοῖμεν, ὅτι χαλεπῶς πρὸς ἡμᾶς διετέθησαν· οὐ γὰρ ὑπάρχοντες ἀλλʼ ἀμυνόμενοι καὶ πολλὰ καὶ δεινὰ παθόντες τοιαύτην γνώμην ἔσχον περὶ ἡμᾶς· τίς γὰρ ἂν ὑπέμεινε τὴν ἀσέλγειαν τῶν πατέρων τῶν ἡμετέρων, οἳ συναγαγόντες ἐξ ἁπάσης τῆς Ἑλλάδος τοὺς ἀργοτάτους καὶ τοὺς ἁπασῶν τῶν πονηριῶν μετέχοντας, πληροῦντες τούτων τὰς τριήρεις, ἀπηχθάνοντο τοῖς Ἕλλησι, καὶ τοὺς μὲν βελτίστους τῶν ἐν ταῖς ἄλλαις πόλεσιν ἐξέβαλλον, τοῖς δὲ πονηροτάτοις τῶν Ἑλλήνων τἀκείνων διένεμον;

彼らが我々に対して敵対的態度をとったとしても、我々が正当に彼らを責めることはできないであろう。なぜなら彼らは、自ら先に仕掛けたのではなく、防衛のために、また自ら多くの過酷な仕打ちを被ったがゆえに、我々に対してそのような感情を抱いたからである。全ギリシアから最も怠惰であらゆる悪徳に加担している者たちを集め、彼らで三段櫂船を満たしてギリシア人たちの反感を買い、他都市における最善の者たちを追放し、ギリシア人の中で最も邪悪な者たちに彼らの財産を分配した我々の父祖たちの傲慢に、一体誰が耐えられただろうか。

§80

ἀλλὰ γὰρ εἰ τολμήσαιμι περὶ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις γενομένων ἀκριβῶς διελθεῖν, ὑμᾶς μὲν ἴσως ἂν ποιήσαιμι βέλτιον βουλεύσασθαι περὶ τῶν παρόντων, αὐτὸς δʼ ἂν διαβληθείην· εἰώθατε γὰρ μισεῖν οὐχ οὕτω τοὺς αἰτίους τῶν ἁμαρτημάτων ὡς τοὺς κατηγοροῦντας αὐτῶν.

しかしながら、もし私が当時の出来事について詳細に述べる勇気を奮うならば、諸君が現在の事柄についてより善く思案するよう導くことができるかもしれないが、私自身は誹謗されることになるであろう。なぜなら諸君は、過ちの原因を作った者たちよりも、過ちを告発する者たちを憎むのを常としているからである。

§81

τοιαύτην οὖν ὑμῶν γνώμην ἐχόντων, δέδοικα μὴ πειρώμενος ὑμᾶς εὐεργετεῖν αὐτὸς ἀπολαύσω τι φλαῦρον. οὐ μὴν ἀποστήσομαι παντάπασιν ὧν διενοήθην, ἀλλὰ τὰ μὲν πικρότατα καὶ μάλιστʼ ἂν ὑμᾶς λυπήσοντα παραλείψω, μνησθήσομαι δὲ τούτων μόνον ἐξ ὧν γνώσεσθε τὴν ἄνοιαν τῶν τότε πολιτευομένων.

したがって、諸君がそのような心境にある以上、諸君に益を施そうと試みながら、私自身が何らかの災難を被ることになりはしないかと恐れている。とはいえ、私が企図した事柄を完全に放棄するつもりはない。極めて辛辣で諸君をとりわけ苦しめるような事柄は省略し、当時の政治家たちの愚かさを諸君がそれによって知るであろう事柄にだけ言及することにしよう。

§82

οὕτω γὰρ ἀκριβῶς εὕρισκον ἐξ ὧν ἄνθρωποι μάλιστʼ ἂν μισηθεῖεν, ὥστʼ ἐψηφίσαντο τὸ περιγιγνόμενον ἐκ τῶν φόρων ἀργύριον, διελόντες κατὰ τάλαντον, εἰς τὴν ὀρχήστραν τοῖς Διονυσίοις εἰσφέρειν ἐπειδὰν πλῆρες ᾖ τὸ θέατρον· καὶ τοῦτʼ ἐποίουν, καὶ παρεισῆγον τοὺς παῖδας τῶν ἐν τῷ πολέμῳ τετελευτηκότων, ἀμφοτέροις ἐπιδεικνύοντες τοῖς μὲν συμμάχοις τὰς τιμὰς τῆς οὐσίας αὐτῶν ὑπὸ μισθωτῶν εἰσφερομένης, τοῖς δʼ ἄλλοις Ἕλλησι3 τὸ πλῆθος τῶν ὀρφανῶν καὶ τὰς συμφορὰς τὰς διὰ τὴν πλεονεξίαν ταύτην γιγνομένας.

彼らは、いかなる振る舞いによって人間が最も憎悪されることになるかをあまりに的確に見つけ出していたため、同盟者からの貢賦の余剰金をタラントンごとに分けて、ディオニュシア祭において、劇場が満員になった時にオルケストラに運び込むことを決議したのである。そして彼らはこれを実行し、戦争で死んだ者たちの子らをあわせて入場させ、同盟者たちには雇われ人たちによって運び込まれる自分たちの財産の価値を見せつけ、他のギリシア人たちには孤児たちの多さとこの強欲のために生じた災難を見せつけたのである。

構文注3 件
  1. 73καὶ τούτων αὐτῶν μάλιστα τὸν ἐναργέστατα δυνάμενον

    直前の文脈「忠告する者たちを称賛し最善の市民と見なすべきである(τοὺς δʼ ἐπʼ ὠφελίᾳ νουθετοῦντας ἐπαινεῖν καὶ βελτίστους τῶν πολιτῶν νομίζειν)」から述語動詞(νομίζειν 等)が引き継がれている。指示代名詞属格 τούτων αὐτῶν は直前の忠告者たち(τοὺς νουθετοῦντας)を指す全体属格(partitive genitive)であり、男性単数対格の分詞句 τὸν... δυνάμενον がその中の最たる者として目的語となっている。

  2. 78ὥστε παρὰ μικρὸν ἐλθεῖν ἐξανδραποδισθῆναι τὴν πόλιν

    結果を表す ὥστε 節内で、イディオム的表現である παρὰ μικρὸν ἐλθεῖν(あやうく〜するところである、〜の一歩手前まで至る)に従属不定詞 ἐξανδραποδισθῆναι(奴隷化されること)が結びついている。これに続く εἰ μή 節(反実仮想条件文)と呼応し、「もしラケダイモン人の好意がなかったならば、都市が奴隷化される寸前であった」という歴史的事態(ペロポネソス戦争末期の降伏時の危機)を述べる。

  3. 82ἀμφοτέροις ἐπιδεικνύοντες τοῖς μὲν συμμάχοις... τοῖς δʼ ἄλλοις Ἕλλησι...

    与格 ἀμφοτέροις は直後に置かれた τοῖς μὲν συμμάχοις と τοῖς δʼ ἄλλοις Ἕλλησι の二者に対して全体を先取りして示す先行的与格(apposition / partitive apposition)であり、分詞 ἐπιδεικνύοντες(見せつけながら)の間接目的語が「同盟者たち」と「他のギリシア人たち」の二群に対照的に二分配分されている。それぞれの目的語は名詞句(τὰς τιμάς と τὸ πλῆθος... καὶ τὰς συμφοράς)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:73-82