← イソクラテス

平和演説

§18-25

平和がもたらす利益と恒久平和の必要性

弁論者は平和の真の利益として安全・繁栄・諸都市との信頼回復を挙げ、これによって領土問題も平和裏に解決しトラキアへの植民も可能になると説き、単なる休戦にとどまらない恒久平和の維持策を熟議するよう訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18

ταῦτα μὲν οὖν διὰ παντὸς τοῦ λόγου πειρασόμεθα διδάσκειν ὑμᾶς, περὶ δὲ τῆς εἰρήνης πρῶτον διαλεχθῶμεν, καὶ σκεψώμεθα τί ἂν ἐν τῷ παρόντι γενέσθαι βουληθεῖμεν ἡμῖν. ἢν γὰρ ταῦτα καλῶς ὁρισώμεθα καὶ νοῦν ἐχόντως, πρὸς ταύτην τὴν ὑπόθεσιν ἀποβλέποντες ἄμεινον βουλευσόμεθα καὶ περὶ τῶν ἄλλων.

それゆえ、これらの事柄については演説全体を通じてあなたがたに教えるよう努めることとし、まずは平和について議論を交わし、現在の状況において我々にとって何が実現することを望むべきかを検討することにしよう。もし我々がこの点について正しく、かつ分別をもって定義するならば、この方針・基礎に目を向けることによって、その他の事柄についてもより良く熟議できるであろう。

§19

ἆρʼ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλιν ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροι γιγνοίμεθα1 καὶ τά τε πρὸς ἡμᾶς αὐτοὺς ὁμονοοῖμεν καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῖμεν; ἐγὼ μὲν γὰρ ἡγοῦμαι τούτων ὑπαρξάντων τελέως τὴν πόλιν εὐδαιμονήσειν. ὁ μὲν τοίνυν πόλεμος ἁπάντων ἡμᾶς τῶν εἰρημένων ἀπεστέρηκεν· καὶ γὰρ πενεστέρους πεποίηκε, καὶ πολλοὺς κινδύνους ὑπομένειν ἠνάγκασε, καὶ πρὸς τοὺς Ἕλληνας διαβέβληκε, καὶ πάντας τρόπους τεταλαιπώρηκεν ἡμᾶς.

それでは、もし我々が都市に安全に暮らし、生計に関する資力により恵まれるようになり、我々自身のあいだで意見を一致させ、ギリシア人たちの間で評判が高まるならば、我々にとって十分であると言えるだろうか。私としては、これらが満たされれば、国家は完全に幸福になるものと考えている。ところで戦争は、我々から今挙げたすべての事柄を奪い去った。実際、戦争は我々をより貧困にし、多くの危険に耐えることを余儀なくさせ、ギリシア人たちに対して我々の評判を失墜させ、あらゆる面において我々を苦しめたからである。

§20

ἢν δὲ τὴν εἰρήνην ποιησώμεθα, καὶ τοιούτους ἡμᾶς αὐτοὺς παράσχωμεν οἵους αἱ κοιναὶ συνθῆκαι προστάττουσι, μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν, ἀπαλλαγέντες πολέμων καὶ κινδύνων καὶ ταραχῆς, εἰς ἣν νῦν πρὸς ἀλλήλους καθέσταμεν, καθʼ ἑκάστην δὲ τὴν ἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν, ἀναπεπαυμένοι μὲν τῶν εἰσφορῶν καὶ τῶν τριηραρχιῶν καὶ τῶν ἄλλων τῶν περὶ τὸν πόλεμον λειτουργιῶν, ἀδεῶς δὲ γεωργοῦντες καὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαις ἐπιχειροῦντες, αἳ νῦν διὰ τὸν πόλεμον ἐκλελοίπασιν.

これに対して、もし我々が平和を締結し、共通の条約が命じる通りの者として自分たちを差し出すならば、我々は戦争や危険、そして現在お互いのあいだで陥っている混乱から解放され、大いなる安全のうちに都市に暮らすことになろう。そして、特別財産税や三段櫂船奉仕(トリエーラルキア)や戦争に関する他の公務負担から解放され、恐れることなく農耕を行い、海を航行し、現在戦争のせいで途絶えてしまっている他の生業に従事して、日ごとに富裕へと発展していくであろう。

§21

ὀψόμεθα δὲ τὴν πόλιν διπλασίας μὲν ἢ νῦν τὰς προσόδους λαμβάνουσαν, μεστὴν δὲ γιγνομένην ἐμπόρων καὶ ξένων καὶ μετοίκων, ὧν νῦν ἐρήμη καθέστηκεν. Τὸ δὲ μέγιστον, συμμάχους ἕξομεν ἅπαντας ἀνθρώπους, οὐ βεβιασμένους ἀλλὰ πεπεισμένους, οὐδʼ ἐν ταῖς μὲν ἀσφαλείαις διὰ τὴν δύναμιν ἡμᾶς ὑποδεχομένους, ἐν δὲ τοῖς κινδύνοις ἀποστησομένους, ἀλλʼ οὕτω διακειμένους ὥσπερ χρὴ τοὺς ὡς ἀληθῶς συμμάχους καὶ φίλους ὄντας.

また、国家が現在より二倍の歳入を得て、現在は商人や外国人、在留外国人(メトイコイ)を欠いて閑散としてしまっているが、そうした人々で満ちるようになるのを目にするであろう。そして何より重要なことには、我々は全人類を、強制された味方としてではなく心から納得した同盟者として得ることになろう。それも、安全な時には我々の軍事力ゆえに我々を受け入れ、危険が生じた時には離反するような者たちとしてではなく、真の同盟者であり友人である者たちにふさわしい心情を抱く者たちとして得られるのである。

§22

πρὸς δὲ τούτοις, ἃ νῦν ἀπολαβεῖν οὐ δυνάμεθα διὰ πολέμου καὶ πολλῆς δαπάνης, ταῦτα διὰ πρεσβείας ῥᾳδίως κομιούμεθα. μὴ γὰρ οἴεσθε μήτε Κερσοβλέπτην ὑπὲρ Χερρονήσου μήτε Φίλιππον ὑπὲρ Ἀμφιπόλεως πολεμήσειν, ὅταν ἴδωσιν ἡμᾶς μηδενὸς τῶν ἀλλοτρίων ἐφιεμένους. νῦν μὲν γὰρ εἰκότως φοβοῦνται γείτονα ποιήσασθαι τὴν πόλιν ταῖς αὑτῶν δυναστείαις, ὁρῶσι γὰρ ἡμᾶς οὐ στέργοντας ἐφʼ οἷς ἂν ἔχωμεν, ἀλλʼ ἀεὶ τοῦ πλέονος ὀρεγομένους, ἢν δὲ μεταβαλώμεθα τὸν τρόπον καὶ δόξαν βελτίω λάβωμεν, οὐ μόνον ἀποστήσονται τῆς ἡμετέρας, ἀλλὰ καὶ τῆς αὑτῶν προσδώσουσι· λυσιτελήσει γὰρ αὐτοῖς θεραπεύουσι τὴν δύναμιν τὴν τῆς πόλεως ἀσφαλῶς ἔχειν τὰς ἑαυτῶν βασιλείας.

これらに加えて、現在戦争と多大な出費をもってしても奪還することができないものを、使節の派遣を通じて容易に取り戻すことができるであろう。なぜなら、我々が他人の領土を何一つ欲しがっていないことを見るならば、ケルソブレプテスがケルソネソスをめぐって、あるいはピリッポスがアンピポリスをめぐって戦争を仕掛けてくるなどとは、思ってはならないからである。現在、彼らが自分たちの支配権の隣に我々の都市を隣国として持つことを恐れているのは当然である。というのも、我々が持っているものに甘んじず、常により多くのものを欲しているのを彼らは見ているからである。しかし、もし我々が性格・方針を改め、より良い評判を得るならば、彼らは我々の領土から退去するだけでなく、自らの領土をも提供するであろう。国家の勢力に配慮を尽くすことによって、自分たちの王国を安全に保持することが彼らにとって得策となるからである。

§24

καὶ μὲν δὴ καὶ τῆς Θρᾴκης ἡμῖν ἐξέσται τοσαύτην ἀποτεμέσθαι χώραν, ὥστε μὴ μόνον αὐτοὺς ἄφθονον ἔχειν, ἀλλὰ καὶ τοῖς δεομένοις τῶν Ἑλλήνων καὶ διʼ ἀπορίαν πλανωμένοις ἱκανὸν δύνασθαι βίον παρασχεῖν. ὅπου γὰρ Ἀθηνόδωρος καὶ Καλλίστρατος, ὁ μὲν ἰδιώτης ὤν, ὁ δὲ φυγάς, οἰκίσαι πόλεις οἷοί τε γεγόνασιν, ἦ που βουληθέντες ἡμεῖς πολλοὺς ἂν τόπους τοιούτους κατασχεῖν δυνηθεῖμεν.2 χρὴ δὲ τοὺς πρωτεύειν ἐν τοῖς Ἕλλησιν ἀξιοῦντας τοιούτων ἔργων ἡγεμόνας γίγνεσθαι πολὺ μᾶλλον ἢ πολέμου καὶ στρατοπέδων ξενικῶν, ὧν νῦν ἐπιθυμοῦντες ἡμεῖς τυγχάνομεν.

さらに実のところ、我々はトラキアから広大な土地を切り取ることが可能となり、自分たちが豊かに所有するだけでなく、困窮し貧しさゆえに放浪しているギリシア人たちに十分な生活手段を提供することすらできるようになるであろう。なぜなら、アテノドロスとカリストラトスが、一方は私人であり他方は亡命者でありながら都市を建設することができたというのに、まして我々が望むならば、そのような場所を数多く占有することができないはずがあろうか。ギリシア人の中で第一人者であることを自負する者たちは、現在我々が熱望しているような戦争や外国人傭兵部隊の指揮者よりもはるかにむしろ、このような事業の指導者となるべきなのである。

§25

περὶ μὲν οὖν ὧν οἱ πρέσβεις ἐπαγγέλλονται, καὶ ταῦθʼ ἱκανά, καὶ πολλὰ ἂν ἴσως τις προσθείη τούτοις· ἡγοῦμαι δὲ δεῖν ἡμᾶς οὐ μόνον ψηφισαμένους τὴν εἰρήνην ἐκ τῆς ἐκκλησίας ἀπελθεῖν, ἀλλὰ καὶ βουλευσαμένους ὅπως ἄξομεν αὐτήν, καὶ μὴ ποιήσομεν ὅπερ εἰώθαμεν, ὀλίγον χρόνον διαλιπόντες πάλιν εἰς τὰς αὐτὰς καταστησόμεθα ταραχάς, μηδʼ ἀναβολὴν ἀλλʼ ἀπαλλαγὴν εὑρήσομέν τινα τῶν κακῶν τῶν παρόντων.3

使節たちが公約していることに関しては、これらのことだけで十分であり、おそらくこれに多くのことを付け加えることもできよう。しかし私が思うに、我々はただ民会で平和を決議して立ち去るだけでなく、いかにしてそれを維持・保持していくかを熟議し、少しの期間をおいて再び同様の混乱に陥るという我々の常套手段を繰り返すことのないようにし、現在の災厄の一時的な延期ではなく、何らかの根本的解決を見出すべきなのである。

構文注3 件
  1. 19ἆρʼ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλιν ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροι γιγνοίμεθα

    主節に ἆρʼ ἂν ἐξαρκέσειεν(ἄν+希求法)、条件節に εἰ +希求法(οἰκοῖμεν, γιγνοίμεθα 等)をとる典型的な潜在条件文(potential condition)。断定を避けて聴衆に問いかける修辞的疑問文として機能している。

  2. 24ὅπου γὰρ Ἀθηνόδωρος καὶ Καλλίστρατος, ὁ μὲν ἰδιώτης ὤν, ὁ δὲ φυγάς, οἰκίσαι πόλεις οἷοί τε γεγόνασιν, ἦ που βουληθέντες ἡμεῖς πολλοὺς ἂν τόπους τοιούτους κατασχεῖν δυνηθεῖμεν.

    ὅπου は空間的な「〜の地で」ではなく論理的な「〜である場合/〜という状況において」を導き、帰結節の ἦ που ... ἂν δυνηθεῖμεν(「ましてや我々にはできるはずである」)と呼応して a fortiori(より強い根拠に基づく推論)の論理構造を形成している。

  3. 25βουλευσαμένους ὅπως ἄξομεν αὐτήν, καὶ μὴ ποιήσομεν ὅπερ εἰώθαμεν, ὀλίγον χρόνον διαλιπόντες πάλιν εἰς τὰς αὐτὰς καταστησόμεθα ταραχάς, μηδʼ ἀναβολὴν ἀλλʼ ἀπαλλαγὴν εὑρήσομέν τινα τῶν κακῶν τῶν παρόντων.

    βουλευσαμένους に導かれる配慮・目的を表す ὅπως 節の中に、直説法未来(ἄξομεν, ποιήσομεν, καταστησόμεθα, εὑρήσομεν)が連続して並列されている。καὶ μὴ ποιήσομεν の後の καταστησόμεθα は、関係代名詞節 ὅπερ εἰώθαμεν の挿入を挟んだのち、結果的・同格的に「(その慣習を行って)再び混乱に陥るようなこと」として連なる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:18-25