- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:73-81
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アルキダモスは、非戦闘員を海外へ避難させた上で残存兵力のみで要塞を占拠し、国土に縛られない機動的ゲリラ戦を展開することで敵を屈服させるという果敢な戦術を提案する。
φημὶ γὰρ χρῆναι τοὺς μὲν γονέας τοὺς ἡμετέρους αὐτῶν καὶ τοὺς παῖδας καὶ τὰς γυναῖκας καὶ τὸν ὄχλον τὸν ἄλλον ἐκ τῆς πόλεως ἐκπέμψαι, τοὺς μὲν εἰς Σικελίαν, τοὺς δʼ εἰς Κυρήνην, τοὺς δʼ εἰς τὴν ἤπειρον (ἄσμενοι δʼ αὐτοὺς ἅπαντες οὗτοι δέξονται καὶ χώρᾳ πολλῇ καὶ ταῖς ἄλλαις ταῖς περὶ τὸν βίον εὐπορίαις, οἱ μὲν χάριν ἀποδιδόντες ὧν εὖ πεπόνθασιν, οἱ δὲ κομιεῖσθαι προσδοκῶντες ὧν ἂν προϋπάρξωσιν),1 ὑπολειφθέντας δὲ τοὺς βουλομένους καὶ δυναμένους κινδυνεύειν τῆς μὲν πόλεως ἀφεῖσθαι2 καὶ τῶν ἄλλων κτημάτων, πλὴν ὅσα ἂν οἷοί τʼ ὦμεν ἀπενέγκασθαι μεθʼ ἡμῶν αὐτῶν, καταλαβόντας δὲ χωρίον, ὅ τι ἂν ἐχυρώτατον ᾖ καὶ πρὸς τὸν πόλεμον συμφορώτατον, ἄγειν καὶ φέρειν τοὺς πολεμίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἕως ἂν παύσωνται τῶν ἡμετέρων ἀμφισβητοῦντες.
私は、私たちの両親、子ども、女性たち、そしてその他の非戦闘員を都市から送り出し、ある者をシケリアへ、ある者をキュレネへ、ある者を大陸へと送るべきであると主張します(これらすべての土地の人々は、ある者はかつて受けた恩義に報い、ある者はあらかじめ施す恩恵の見返りを期待して、広大な土地と生活に必要なその他のあらゆる富裕さをもって彼らを喜んで迎え入れるでしょう)。そして危険を冒すことを望みかつ能力のある者たちが後に残り、都市と他の財産を放棄し――ただし私たちが携行できるだけのものは除いて――、最も堅固で戦争に最も有利な要塞を占拠し、敵が私たちの領有に異議を唱えるのをやめるまで、陸と海から敵を掠奪し続けるべきであると主張します。
καὶ ταῦτʼ ἐὰν τολμήσωμεν καὶ μὴ κατοκνήσωμεν, ὄψεσθε τοὺς νῦν ἐπιτάττοντας ἱκετεύοντας καὶ δεομένους ἡμῶν Μεσσήνην ἀπολαβεῖν καὶ ποιήσασθαι τὴν εἰρήνην. ποία γὰρ ἂν τῶν πόλεων τῶν ἐν Πελοποννήσῳ τοιοῦτον πόλεμον ὑπομείνειεν, οἷον εἰκὸς γενέσθαι βουληθέντων ἡμῶν; τίνες δʼ οὐκ ἂν ἐκπλαγεῖεν καὶ δείσαιεν στρατόπεδον συνιστάμενον τοιαῦτα μὲν διαπεπραγμένον, δικαίως δὲ τοῖς αἰτίοις τούτων ὠργισμένον, ἀπονενοημένως δὲ πρὸς τὸ ζῆν διακείμενον, καὶ τῷ μὲν σχολὴν ἄγειν καὶ μηδὲ περὶ ἓν ἄλλο διατρίβειν ἢ περὶ τὸν πόλεμον τοῖς ξενικοῖς στρατεύμασιν ὡμοιωμένον, ταῖς δʼ ἀρεταῖς καὶ τοῖς ἐπιτηδεύμασι τοιοῦτον οἷον ἐξ ἁπάντων ἀνθρώπων οὐδεὶς ἂν συντάξειεν, ἔτι δὲ μηδεμιᾷ πολιτείᾳ τεταγμένῃ χρώμενον, ἀλλὰ θυραυλεῖν καὶ πλανᾶσθαι κατὰ τὴν χώραν δυνάμενον καὶ ῥᾳδίως μὲν ὅμορον οἷς ἂν βούληται γιγνόμενον, τοὺς δὲ τόπους ἅπαντας τοὺς πρὸς τὸν πόλεμον συμφέροντας πατρίδας εἶναι νομίζον;
そしてもし私たちがこれらをあえて実行し、躊躇することがなければ、あなた方は、今命令を下している者たちが私たちに、メッセネを取り戻し講和を結んでくれと懇願し哀願するのを目の当たりにするでしょう。 なぜなら、ペロポネソスにある都市のどれが、私たちが望めば生じるであろうこのような戦争に耐えうるでしょうか。このような決断を実行し、この事態の原因を作った者たちに対して正当な怒りを抱き、自らの生命など顧みない境遇に身を置き、暇を有して戦争以外の何事にも携わらない点では傭兵軍に似ている一方で、その徳と規律においては全人類の中から誰も編成しえないほど卓越しており、さらには固定した国制に縛られることなく野営して国土を遊撃することができ、望む相手の隣国へと容易に変貌し、戦争に有利なあらゆる場所を自らの祖国とみなすような軍団の結成に対して、愕然として恐怖を抱かない者がいるでしょうか。
ἐγὼ μὲν γὰρ οἶμαι τῶν λόγων μόνον ῥηθέντων τούτων καὶ διασπαρέντων εἰς τοὺς Ἕλληνας εἰς πολλὴν ταραχὴν καταστήσεσθαι τοὺς ἐχθροὺς ἡμῶν, ἔτι δὲ μᾶλλον, ἢν καὶ τέλος ἐπιθεῖναι τούτοις ἀναγκασθῶμεν. τίνα γὰρ οἰηθῶμεν αὐτοὺς γνώμην ἕξειν, ὅταν αὐτοὶ μὲν κακῶς πάσχωσιν, ἡμᾶς δὲ μηδὲν δύνωνται ποιεῖν;
私は、これらの言葉がただ口にされギリシア人たちの間に広まるだけでも、わが敵たちは大いなる混乱に陥るであろうと考えますし、万が一私たちがこれらを実行に移すことを余儀なくされたならば、なおさらそうなるでしょう。自らは損害を被りながら、私たちに対しては何一つ手出しできないとき、彼らがいかなる思いを抱くと私たちは考えるべきでしょうか。
καὶ τὰς μὲν αὑτῶν πόλεις ἴδωσιν εἰς πολιορκίαν καθεστηκυίας, τὴν δʼ ἡμετέραν οὕτω διεσκευασμένην ὥστε μηκέτι τῇ συμφορᾷ ταύτῃ περιπεσεῖν; ἔτι δὲ τὴν τῶν σωμάτων τροφὴν ἡμῖν μὲν ῥᾳδίαν οὖσαν ἔκ τε τῶν ὑπαρχόντων καὶ τῶν ἐκ τοῦ πολέμου γιγνομένων, αὑτοῖς δὲ χαλεπὴν διὰ τὸ μὴ ταὐτὸν εἶναι στρατόπεδόν τε τοιοῦτον διοικεῖν καὶ τοὺς ὄχλους τοὺς ἐν ταῖς πόλεσι διατρέφειν;
彼らが自らの都市が包囲状態に陥るのを目にする一方で、私たちの都市はもはやそのような災難に遭いようのない状態に整えられているのを目にするとき、また兵士の糧食は現有のものや戦争の鹵獲物から私たちにとっては容易に得られるのに対し、彼らにとってはこのような軍団を維持することと都市の群衆を養うこととは別問題であるために困難を極めるとき、彼らはどう思うでしょうか。
ὃ δὲ πάντων ἄλγιστον ἐκείνοις, ὅταν τοὺς μὲν ἡμετέρους οἰκείους ἐν πολλαῖς εὐπορίαις πυνθάνωνται γεγενημένους, τοὺς δʼ αὑτῶν ὁρῶσιν καθʼ ἑκάστην τὴν ἡμέραν τῶν ἀναγκαίων ἐνδεεῖς ὄντας, καὶ μηδʼ ἐπικουρῆσαι δύνωνται τοῖς κακοῖς τούτοις, ἀλλʼ ἐργαζόμενοι μὲν τὴν χώραν τὰ σπέρματα προσαπολλύωσιν, ἀργὸν δὲ περιορῶντες μηδένα χρόνον ἀνταρκεῖν οἷοί τʼ ὦσιν.
さらに彼らにとって何よりも苦痛なのは、私たちの家族が多くの富の中で暮らしていると耳にする一方で、自らの家族は日ごとに生活必需品にも事欠いているのを目にし、しかもこれらの災禍を救うこともできず、土地を耕作すれば種籾まで失い、休耕にして放置すればいささかも持ちこたえることができないような状況です。
ἀλλὰ γὰρ ἴσως ἀθροισθέντες καὶ κοινὸν ποιησάμενοι στρατόπεδον παρακολουθήσουσι, καὶ κωλύσουσιν ἡμᾶς κακῶς ποιεῖν αὐτούς. καὶ τί ἂν εὐξαίμεθα μᾶλλον ἢ λαβεῖν πλησιάζοντας καὶ παρατεταγμένους καὶ περὶ τὰς αὐτὰς δυσχωρίας ἡμῖν ἀντιστρατοπεδεύοντας ἀνθρώπους ἀτάκτους καὶ μιγάδας καὶ πολλοῖς ἄρχουσι χρωμένους; οὐδὲν γὰρ ἂν πολλῆς πραγματείας δεήσειεν, ἀλλὰ ταχέως ἂν αὐτοὺς ἐξαναγκάσαιμεν ἐν τοῖς ἡμετέροις καιροῖς ἀλλὰ μὴ τοῖς αὑτῶν ποιήσασθαι τοὺς κινδύνους.
しかしおそらく彼らは、結集して合同の陣営を敷いて私たちの背後を追撃し、私たちが彼らに害をなすのを妨げようとするでしょう。しかし、無秩序で寄せ集めであり、多くの指揮官を戴いているような連中が、接近して戦列を組み、私たちと同じ難所の周囲で対陣してくるのを捉えること以上に、私たちが何を願うというのでしょうか。大した労力は全く必要とせず、私たちは速やかに彼らを、彼らにとってではなく私たちにとって好都合な時機において決戦を交えるよう追い込むことができるでしょう。
ἐπιλίποι δʼ ἂν τὸ λοιπὸν μέρος τῆς ἡμέρας, εἰ τὰς πλεονεξίας τὰς ἐσομένας λέγειν ἐπιχειρήσαιμεν. ἐκεῖνο δʼ οὖν πᾶσι φανερόν, ὅτι τῶν Ἑλλήνων διενηνόχαμεν οὐ τῷ μεγέθει τῆς πόλεως οὐδὲ τῷ πλήθει τῶν ἀνθρώπων, ἀλλʼ ὅτι τὴν πολιτείαν ὁμοίαν κατεστησάμεθα στρατοπέδῳ καλῶς διοικουμένῳ καὶ πειθαρχεῖν ἐθέλοντι τοῖς ἄρχουσιν. ἢν οὖν εἰλικρινὲς τοῦτο ποιήσωμεν, ὃ μιμησαμένοις ἡμῖν συνήνεγκεν,3 οὐκ ἄδηλον ὅτι ῥᾳδίως τῶν πολεμίων ἐπικρατήσομεν.
もし生じるであろう数々の有利さを語ろうと企てるならば、今日の残りの時間も尽きてしまうでしょう。しかし、私たちが都市の規模や人口の多さによってではなく、よく統制され指揮官に従順に従おうとする軍営に似た国制を築いたことによってこそ、ギリシア人の中で抜きんでていたということは誰の目にも明らかです。それゆえ、かつて私たちが模倣して有益であったこの原則を、純粋な形で実行に移すならば、私たちが敵を容易に圧倒することは明白であります。
- 73ὧν εὖ πεπόνθασιν ... ὧν ἂν προϋπάρξωσιν
いずれも関係代名詞の誘引(attraction)。前者は τούτων ἃ εὖ πεπόνθασιν の先行詞省略に伴い関係代名詞 ἃ が先行詞の属格に引かれて ὧν となったもの(χάριν ἀποδιδόντες への係り)。後者も τούτων ὧν ἂν προϋπάρξωσιν であり、先行詞の属格を受けている。
- 73φημὶ γὰρ χρῆναι ... ὑπολειφθέντας δὲ τοὺς βουλομένους καὶ δυναμένους κινδυνεύειν τῆς μὲν πόλεως ἀφεῖσθαι
文頭の φημὶ χρῆναι(…すべきであると私は主張する)の非人称不定詞 χρῆναι に対格不定詞構文が二重に連なり、第一に τοὺς μὲν γονέας ... ἐκπέμψαι(家族らを送り出すこと)、第二に対句として ὑπολειφθέντας δὲ τοὺς βουλομένους καὶ δυναμένους ... ἀφεῖσθαι(危険を冒しうる者たちが後に残り、都市を放棄すること)が続いている。分詞 ὑπολειφθέντας および後続の καταλαβόντας は不定詞 ἀφεῖσθαι, ἄγειν καὶ φέρειν の意味上の主語である名詞化分詞句 τοὺς βουλομένους καὶ δυναμένους に一致する対格。
- 81ὃ μιμησαμένοις ἡμῖν συνήνεγκεν
関係詞 ὃ は先行詞 τοῦτο を介して直前の内容(軍営に似た規律ある国制)を指す。与格 μιμησαμένοις ἡμῖν は非人称動詞 συνήνεγκεν(有益であった)の補語であり、分詞 μιμησαμένοις は「それを模倣した際に」という時・条件の意味合いを担っている。
