- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:55-63
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者は、メッセネの割譲を性急に受け入れようとする和平論者の臆病さを激しく糾弾し、スパルタの真の同盟力は徳と正義、そして敵の自滅的な内紛にあり、外部にもアテナイや諸王など多くの支援勢力が存在することを説いて抗戦を促す。
ἀλλʼ ἑτέρας μὲν πόλεις ὑπὲρ τῆς ἡμετέρας ἀρχῆς τὰς ἐσχάτας ὑπομεῖναι πολιορκίας, αὐτοὺς δʼ ἡμᾶς, ὑπὲρ τοῦ μηδὲν ἀναγκασθῆναι παρὰ τὸ δίκαιον ποιεῖν, μηδὲ μικρὰν οἴεσθαι δεῖν ὑπενεγκεῖν κακοπάθειαν, ἀλλὰ ζεύγη μὲν ἵππων ἀδηφαγούντων ἔτι καὶ νῦν ὁρᾶσθαι τρέφοντας, ὥσπερ δὲ τοὺς εἰς τὰς δεινοτάτας ἀνάγκας ἀφιγμένους καὶ τῶν καθʼ ἡμέραν ἐνδεεῖς ὄντας, οὕτω ποιεῖσθαι τὴν εἰρήνην;1
それなのに、他の諸都市が私たちの覇権のために極限の包囲に耐え忍んだというのに、私たち自身は、不正なことを何一つ強いられないためであるにもかかわらず、わずかな労苦に耐えることすら必要ないと考え、それどころか大食らいの馬のつがいを飼育しているところが今なお見られながら、他方では極度の窮境に陥り日々の糧にも事欠く者たちであるかのように、このように平和を結ぶなどということがあってよいのでしょうか。
ὃ δὲ πάντων σχετλιώτατον, εἰ φιλοπονώτατοι δοκοῦντες εἶναι τῶν Ἑλλήνων ῥᾳθυμότερον τῶν ἄλλων βουλευσόμεθα περὶ τούτων. τίνας γὰρ ἴσμεν, ὧν καὶ ποιήσασθαι μνείαν ἄξιόν ἐστιν, οἵτινες ἅπαξ ἡττηθέντες καὶ μιᾶς εἰσβολῆς γενομένης οὕτως ἀνάνδρως ὡμολόγησαν πάντα τὰ προσταττόμενα ποιήσειν; πῶς δʼ ἂν οἱ τοιοῦτοι πολὺν χρόνον δυστυχοῦντες ἀνταρκέσειαν;
しかし何よりも耐えがたいのは、ギリシア人の中で最も労を惜しまぬ者と見なされていながら、私たちがこれらについて他者たちよりも無気力に熟議することです。というのも、言及するに値する人々のうち、一度敗れただけで、一度の侵攻を受けただけで、このように臆病にも命令されたことをすべて実行すると合意した者を私たちは誰か知っているでしょうか。またそのような者たちが、長きにわたり逆境にありながら持ちこたえることなどどうしてできましょうか。
τίς δʼ οὐκ ἂν ἐπιτιμήσειεν ἡμῖν, εἰ Μεσσηνίων ὑπὲρ ταύτης τῆς χώρας εἴκοσιν ἔτη πολιορκηθέντων ἡμεῖς οὕτω ταχέως κατὰ συνθήκας αὐτῆς ἀποσταίημεν, καὶ μηδὲ τῶν προγόνων μνησθείημεν, ἀλλʼ ἣν ἐκεῖνοι μετὰ πολλῶν πόνων καὶ κινδύνων ἐκτήσαντο, ταύτην ἡμεῖς ὑπὸ λόγων πεισθέντες ἀποβάλοιμεν;
メッセニア人たちがこの土地のために二十年間も包囲に耐えたというのに、私たちが条約によってこれほど速やかにそこから退き、祖先たちのことすら心に留めず、彼らが多くの労苦と危険をもって獲得した土地を、言葉に説得されて投げ捨ててしまうとすれば、誰が私たちを非難せずにいられましょうか。
ὧν οὐδὲν ἔνιοι φροντίσαντες, ἀλλὰ πάσας τὰς αἰσχύνας ὑπεριδόντες, τοιαῦτα συμβουλεύουσιν ὑμῖν, ἐξ ὧν εἰς ὀνείδη τὴν πόλιν καταστήσουσιν. οὕτω δὲ προθύμως ἐπάγουσιν ὑμᾶς πρὸς τὸ παραδοῦναι Μεσσήνην, ὥστε καὶ διεξελθεῖν ἐτόλμησαν τήν τε τῆς πόλεως ἀσθένειαν καὶ τὴν τῶν πολεμίων δύναμιν, καὶ κελεύουσιν, ἀποκρίνασθαι τοὺς ἐναντιουμένους αὐτοῖς, πόθεν βοήθειαν προσδοκῶντες ἥξειν διακελευόμεθα πολεμεῖν.
ところが一部の者たちは、これらを何一つ顧慮することなく、あらゆる恥辱を眼中に置かず、国を非難の的に落とし入れるような助言をあなたがたに与えています。彼らはメッセネを引き渡す方へとあなたがたを熱心に誘い込むあまり、自国の弱体さと敵の強大さをあえて詳述することまでし、彼らに反対する者たちに向かって、どこから救援が来ると見込んで私たちが戦争を勧めているのかと答えるよう要求しているのです。
ἐγὼ δὲ μεγίστην ἡγοῦμαι συμμαχίαν εἶναι καὶ βεβαιοτάτην τὸ τὰ δίκαια πράττειν (εἰκὸς γὰρ καὶ τὴν τῶν θεῶν εὔνοιαν γενέσθαι μετὰ τούτων, εἴπερ χρὴ περὶ τῶν μελλόντων τεκμαίρεσθαι τοῖς ἤδη γεγενημένοις), πρὸς δὲ ταύτῃ τὸ καλῶς πολιτεύεσθαι καὶ σωφρόνως ζῆν καὶ μέχρι θανάτου μάχεσθαι τοῖς πολεμίοις ἐθέλειν καὶ μηδὲν οὕτω δεινὸν νομίζειν ὡς τὸ κακῶς ἀκούειν ὑπὸ τῶν πολιτῶν· ἃ μᾶλλον ἡμῖν ἢ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει.
しかし私は、正義を行うことこそが最大かつ最も確固たる同盟であると考えます(過去にすでに起きたことから未来について推し量るべきであるとすれば、神々の好意もこれらと共にあるのが当然だからです)。さらにそれに加え、優れた国制を保ち、節度をもって生き、死に至るまで敵と戦うことを望み、市民たちから悪評を受けることほど恐ろしいものはないと考えること〔も同盟であると考えます〕――これらは、他国の人々においてよりも私たちにおいて備わっているものです。
μεθʼ ὧν ἐγὼ πολὺ ἂν ἥδιον πολεμοίην ἢ μετὰ πολλῶν μυριάδων· οἶδα γὰρ καὶ τοὺς πρώτους ἡμῶν εἰς ταύτην τὴν χώραν ἀφικομένους οὐ τῷ πλήθει τῶν ἄλλων περιγενομένους, ἀλλὰ ταῖς ἀρεταῖς ταῖς ὑπʼ ἐμοῦ προειρημέναις. ὥστʼ οὐκ ἄξιον διὰ τοῦτο φοβεῖσθαι τοὺς πολεμίους, ὅτι πολλοὶ τυγχάνουσιν ὄντες, ἀλλὰ πολὺ μᾶλλον ἐπʼ ἐκείνοις θαρρεῖν, ὅταν ὁρῶμεν ἡμᾶς μὲν αὐτοὺς οὕτως ἐνηνοχότας τὰς συμφορὰς ὡς οὐδένες ἄλλοι πώποτε, καὶ τοῖς τε νόμοις καὶ τοῖς ἐπιτηδεύμασιν ἐμμένοντας οἷς ἐξ ἀρχῆς κατεστησάμεθα, τοὺς δὲ μηδὲ τὰς εὐτυχίας φέρειν δυναμένους, ἀλλὰ διατεταραγμένους, καὶ τοὺς μὲν τὰς συμμαχίδας πόλεις καταλαμβάνοντας, τοὺς δὲ τἀναντία τούτοις πράττοντας, ἄλλους δὲ περὶ χώρας τοῖς ὁμόροις ἀμφισβητοῦντας, τοὺς δὲ μᾶλλον ἀλλήλοις φθονοῦντας ἢ πρὸς ἡμᾶς πολεμοῦντας. ὥστε θαυμάζω τῶν μείζω συμμαχίαν ζητούντων, ὧν οἱ πολέμιοι τυγχάνουσιν ἐξαμαρτάνοντες.2
私は幾万もの大軍と共にあるよりは、これらと共にある方がはるかに喜んで戦うでしょう。なぜなら、最初にこの土地にやって来た私たちの先祖たちも、他者に対する数の多さによって打ち勝ったのではなく、私がすでに述べた諸々の徳によって打ち勝ったことを知っているからです。したがって、敵が多数であるからといって恐れるに値せず、むしろ私たちが未だかつて何人も耐えたことのないほどに災難に耐え抜いているのを見るとき、はるかにそのことによって確信を抱くべきです。すなわち、私たちが当初から打ち立てた法と慣習に固執しているのに対し、敵は幸運にすら耐えられず動転し、ある者は同盟諸都市を占領し、ある者はこれと正反対のことを行い、ある者は領土を巡って隣国と争い、ある者は私たちと戦うよりも互いを妬み合っているのを見る時です。したがって私は、敵が過ちを犯している事柄よりも大きな同盟を求めている者たちを不思議に思うのです。
εἰ δὲ δεῖ καὶ περὶ τῶν ἔξωθεν βοηθειῶν εἰπεῖν, ἡγοῦμαι πολλοὺς ἔσεσθαι τοὺς βουλομένους ἐπαμύνειν ἡμῖν. ἐπίσταμαι γὰρ πρῶτον μὲν Ἀθηναίους, εἰ καὶ μὴ πάντα μεθʼ ἡμῶν εἰσιν, ἀλλʼ ὑπέρ γε τῆς σωτηρίας τῆς ἡμετέρας ὁτιοῦν ἂν ποιήσοντας· ἔπειτα τῶν ἄλλων πόλεων ἔστιν ἃς ὁμοίως ἂν ὑπὲρ τῶν ἡμῖν συμφερόντων ὥσπερ τῶν αὑταῖς βουλευσομένας·
外部からの救援についても語らねばならないとすれば、私たちを助けようと望む者は多いだろうと私は考えます。というのも第一に、アテナイ人たちはすべてにおいて私たちと共にあるわけではないにしても、少なくとも私たちの救済のためなら何であれ行うであろうことを私は知っています。次いで他の諸都市の中にも、自らの利益のためと同様に私たちの利益のために熟議してくれる都市があるでしょう。
ἔτι δὲ Διονύσιον τὸν τύραννον καὶ τὸν Αἰγυπτίων βασιλέα καὶ τοὺς ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν δυνάστας, καθʼ ὅσον ἕκαστοι δύνανται, προθύμως ἂν ἡμῖν ἐπικουρήσοντας·3 πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων τοὺς ταῖς οὐσίαις προέχοντας καὶ ταῖς δόξαις πρωτεύοντας καὶ βελτίστων πραγμάτων ἐπιθυμοῦντας, εἰ καὶ μήπω συνεστήκασιν, ἀλλὰ ταῖς γʼ εὐνοίαις μεθʼ ἡμῶν ὄντας, ἐν οἷς περὶ τῶν μελλόντων εἰκότως ἂν μεγάλας ἐλπίδας ἔχοιμεν.
さらに僭主ディオニュシオスやエジプトの王、その他アジアの支配者たちも、各々の力に応じて熱心に私たちを援助してくれるでしょう。これらに加えて、ギリシア人の中でも財産において抜きん出て名声において首位に立ち、最善の秩序を望む者たちも、まだ連合を組んでいないにしても、少なくとも好意においては私たちと共にあるのであり、彼らに関しても未来について当然ながら大きな希望を抱くことができるはずです。
- 55ἀλλʼ ἑτέρας μὲν πόλεις ὑπὲρ τῆς ἡμετέρας ἀρχῆς τὰς ἐσχάτας ὑπομεῖναι πολιορκίας, αὐτοὺς δʼ ἡμᾶς, ὑπὲρ τοῦ μηδὲν ἀναγκασθῆναι παρὰ τὸ δίκαιον ποιεῖν, μηδὲ μικρὰν οἴεσθαι δεῖν ὑπενεγκεῖν κακοπάθειαν, ἀλλὰ ζεύγη μὲν ἵππων ἀδηφαγούντων ἔτι καὶ νῦν ὁρᾶσθαι τρέφοντας, ὥσπερ δὲ τοὺς εἰς τὰς δεινοτάτας ἀνάγκας ἀφιγμένους καὶ τῶν καθʼ ἡμέραν ἐνδεεῖς ὄντας, οὕτω ποιεῖσθαι τὴν εἰρήνην;
文全体が、激しい憤慨や不条理を示す「感嘆の不定詞(不定詞と対格主語による修辞的疑問文)」で構成されている。主動詞(直説法)を置かず、ἑτέρας μὲν πόλεις ... ὑπομεῖναι と αὐτοὺς δʼ ἡμᾶς ... μηδὲ μικρὰν οἴεσθαι δεῖν ... οὕτω ποιεῖσθαι τὴν εἰρήνην という対立する対格不定詞句を並置し、「〜であるのに、〜するなどということがあってよいのか」という反語的疑問・感嘆を表す。
- 61ὥστε θαυμάζω τῶν μείζω συμμαχίαν ζητούντων, ὧν οἱ πολέμιοι τυγχάνουσιν ἐξαμαρτάνοντες.
関係代名詞 ὧν は先行詞 τούτων の省略を伴い、比較級 μείζω に対する比較の属格として機能している(すなわち μείζω συμμαχίαν τούτων, ἃ οἱ πολέμιοι τυγχάνουσιν ἐξαμαρτάνοντες「敵が過ちを犯している事柄[から得られる同盟力]よりも大きな同盟」)。先行詞の属格に引かれて関係代名詞が ἅ から ὧν へと格牽引(attractio relativi)を起こしている。
- 62ἐπίσταμαι γὰρ πρῶτον μὲν Ἀθηναίους, εἰ καὶ μὴ πάντα μεθʼ ἡμῶν εἰσιν, ἀλλʼ ὑπέρ γε τῆς σωτηρίας τῆς ἡμετέρας ὁτιοῦν ἂν ποιήσοντας· ἔπειτα τῶν ἄλλων πόλεων ἔστιν ἃς ὁμοίως ἂν ὑπὲρ τῶν ἡμῖν συμφερόντων ὥσπερ τῶν αὑταῖς βουλευσομένας· ἔτι δὲ Διονύσιον τὸν τύραννον καὶ τὸν Αἰγυπτίων βασιλέα καὶ τοὺς ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν δυνάστας, καθʼ ὅσον ἕκαστοι δύνανται, προθύμως ἂν ἡμῖν ἐπικουρήσοντας
動詞 ἐπίσταμαι が導く間接話法において、分詞に ἄν が付加された ποιήσοντας ἄν, βουλευσομένας ἄν, ἐπικουρήσοντας ἄν が並列している。これらは未来分詞と ἄν の結合(稀だが修辞家に見られる語法)あるいはアオリスト分詞相当の潜在・可能性(直接話法における ἄν+希求法「何であれ行うだろう」)を間接話法の対格補足分詞として表したものである。
