- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.50-2.52
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卵の様々な名称・語形や神話的起源、食用としての種類が論じられ、続いて食前酒(プロポマ)の用例をめぐるウルピアノスの発言と、その前菜として供されたゼニアオイの語形および薬効が説明される。
ΩΙΑ. Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς () τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. Ἀριστοφάνης ()· ‘τίκτει πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ.’ Σαπφὼ δ’ αὐτὸ τρισυλλάβως καλεῖ ()· "φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν." καὶ πάλιν ()· "ὠίου πολὺ λευκότερον." ὤεα δ’ ἔφη Ἐπίχαρμος ()· "ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν. " Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων ()· "οἷόν τε χηνὸς ὤεον Μαιανδρίου." διὰ τεσσάρων δ’ αὐτὰ προενήνεκται Ἀναξανδρίδης ὠάρια εἰπών (). καὶ Ἔφιππος· "σταμνάριά τ’ οἴνου μικρὰ τοῦ Φοινικίνου, ᾠάρια, τοιαῦθ’ ἕτερα πολλὰ παίγνια." Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει (). ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν, ἀλλὰ καὶ ὑπηνέμια. ‘ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ’ ἡμῖν καλούμενα ὑπερῷα ᾠά’, φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς (), τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν ἐξ οὗ τὴν Ἑλένην γεννηθῆναι·1 τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ (). Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι ()· "τούς τε λευκίππους κόρους τέκνα Μολιόνας κτάνον, ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους, ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ ἀργυρέῳ." Ἔφιππος ()· "ἴτρια, τραγήματα..., πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν." ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος ()· "οὐσίδιον μοι καταλιπόντος τοῦ πατρός,2 οὕτω συνεστρόγγυλα κἀξεκόκκισα ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν." χηνείων δ’ ᾠῶν Ἔριφος ()· "ᾠὰ λευκά γε καὶ μεγάλα· Β. χήνει’ ἐστίν, ὥς γ’ ἐμοὶ δοκεῖ· οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν." Ἐπαίνετος δὲ καὶ Ἡρακλείδης ὁ Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν· μεθ’ ἃ εἶναι τὰ χηναλωπέκεια· τρίτα καταλέγοντες τὰ ὀρνίθεια.
卵。アナクサゴラスは『自然について』の中で、いわゆる「鳥の乳」とは卵の白身のことであると述べている。アリストパネス曰く、「夜がまず風卵を産む」。サッポーはこれを三音節で呼んでいる。 「まことに人々は言う、かつてレーダーが卵を見つけたと。」 そして再び曰く、「卵よりもはるかに白い。」 またエピカルモスはオーエア(ὤεα)と言った。 「ガチョウと飛ぶ雌鶏たちの卵。」 シモーニデースはイアンボスの第2巻において曰く、「マイアンドロス川のガチョウの卵のような。」 アナクサンドリデースはこれを四音節で発音し、オーアリア(ὠάρια)と言った。エピッポスも曰く、 「フェニキア産のワインの小さな壺、 小さな卵、その他そのような多くの玩弄物。」 アレクシスはどこかで卵の半切片について述べている。人々は卵をただ「風の(ἀνεμιαῖα)」と呼ぶだけでなく、「風媒の(ὑπηνέμια)」とも呼んでいた。クレアルコスは『恋愛論』の中で「人々は今日我々の間でヒュペローア(二階)と呼ばれている家屋の部分をも卵(オーア)と呼んでいた」と述べており、ヘレネーがそうした部屋で育てられたために、多くの人々の間で卵から生まれたという評判を得たのだと主張している。しかしクロトーンのネオクレスが、ヘレネーがそこから生まれた卵は月から落ちてきたと言ったのは正しくない。なぜなら月の女たちは卵を産み、そこで生まれる者たちは我々の十五倍の大きさであるとヘーラクレイアのヘーロドーロスが伝えているからである。イービュコスは叙情詩の第5巻においてモリオネの子供たちについて述べている。 「そして白馬の少年たち、 モリオネの子らを私は殺した。 同い年で、頭も等しく、一本の肢を持ち、 二人ともに銀の卵の中で 生まれた者たちを。」 エピッポス曰く、 「薄い焼き菓子、糖菓……、麦粉菓子、乳菓子、 百個の卵の供え物。これらすべてを我らはむさぼり食った。」 ニコマコスはすすって食べる卵に言及している。 「父が私にわずかな財産を残してくれたとき、 私はそれを数か月のうちに丸め込んで飲み尽くしてしまった、 まるで人が卵をすするように。」 ガチョウの卵についてはエリポス曰く、 「まことに白く 大きな卵だ。乙:ガチョウの卵だな、少なくとも私にはそう思える。 だがこの男は、これらをレーダーが産んだのだと言っている。」 エパイネトスとシュラクサイのヘラクレイデースは『料理書』の中で、卵の中ではクジャクの卵が第一であり、それに次ぐのがツクシガモの卵、第三にニワトリの卵を挙げている。
ΠΡΟΠΟΜΑ. τούτου, φησί, περιενεχθέντος ὁ τῶν δείπνων ταμίας Οὐλπιανὸς ἔφη, εἰ κεῖται παρά τινι τὸ πρόπομα3 οὕτω καλούμενον ὡς νῦν ἡμεῖς φαμεν. καὶ ζητούντων πάντων ‘αὐτός, ἔφη, ἐγὼ ἐρῶ. Φύλαρχος ὁ Ἀθηναῖος ἢ Ναυκρατίτης ἐν οἷς ὁ λόγος ἐστὶν αὐτῷ περὶ Ζηλᾶ τοῦ Βιθυνῶν βασιλέως, ὃς ἐπὶ ξένια καλέσας τοὺς τῶν Γαλατῶν ἡγεμόνας ἐπιβουλεύσας αὐτοῖς καὶ αὐτὸς διεφθάρη, φησὶν οὕτως, εἰ μνήμης εὐτυχῶ ()· ‘πρόπομά τι πρὸ τοῦ δείπνου περιεφέρετο, καθὼς εἰώθει τὸ πρῶτον.’ καὶ ταῦτ’ εἰπὼν ὁ Οὐλπιανὸς ᾔτει πιεῖν ψυκτῆρι, ἀρέσκειν ἑαυτὸν φάσκων διὰ τὸ ἑτοίμως ἀπεμνημονευκέναι. ἦν δὲ τῶν ἐν τοῖς προπόμασι, φησί, παρασκευαζομένων ἄλλα τε καὶ δὴ καὶ ταῦτα.
食前酒。これが運ばれてきたとき、と彼は言うが、宴会の支配人であったウルピアノスは、今我々が言うように「プロポマ」と呼ばれている語が誰かの作中にあるかどうかを尋ねた。皆が探していると、彼は言った。「私自身が答えよう。アテナイ人またはナウクラティス人のピュラルコスが、ビテュニアの王ゼーラースについて論じている箇所で――この王はガラティア人たちの首領たちを饗宴に招き、彼らに陰謀を企てて自らも滅ぼされたのだが――記憶が正しければ、次のように述べている。『宴会の前に、以前からの慣習通りに、ある食前酒(プロポマ)が運ばれていた。』」そしてウルピアノスはこう言って、即座に暗唱できたことで自分自身に満足していると言いながら、冷却器から飲むことを求めた。その食前酒として用意されたものの中には、と彼は言うが、様々なものとともに、とりわけ次のようなものがあった。
" ΜΑΛΑΧΑΙ. Ἡσίοδος ()· οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ. " τοῦτο Ἀττικόν. ‘ἐγὼ δέ, φησίν, ἐν πολλοῖς ἀντιγράφοις εὗρον τοῦ Ἀντιφάνους Μίνωος διὰ τοῦ ο γεγραμμένον ()· "τρώγοντες μολόχης ῥίζαν." καὶ Ἐπίχαρμος ()· "... πραύτερος ἔγωγε μολόχας." Φαινίας δ’ ἐν τοῖς Φυτικοῖς φησι ()· ‘τῆς ἡμέρου μαλάχης ὁ σπερματικὸς τύπος καλεῖται πλακοῦς, ἐμφερὴς ὢν αὐτῷ· τὸ μὲν γὰρ κτενῶδες ἀνάλογον καθάπερ ἡ τοῦ πλακοῦντος κρηπίς, κατὰ μέσον δὲ τοῦ πλακουντικοῦ ὄγκου τὸ κέντρον ὀμφαλικόν. καὶ περιληφθείσης τῆς κρηπῖδος ὅμοιον γίνεται τοῖς θαλαττίοις περιγεγραμμένοις ἐχίνοις.’ ὁ δὲ Σίφνιος Δίφιλος ἱστορεῖ ὡς ἡ μαλάχη ἐστὶν εὔχυλος, λεαντικὴ ἀρτηρίας, τὰς ἐπιπολαίους ἀποκρίνουσα δριμύτητας. ἐπιτήδειόν τε εἶναί φησιν αὐτὴν τοῖς τῶν νεφρῶν καὶ τῆς κύστεως ἐρεθισμοῖς εὐέκκριτόν τε εἶναι μετρίως καὶ τρόφιμον, κρείττω δὲ τὴν ἀγρίαν τῆς κηπευομένης. Ἕρμιππος δ’ ὁ Καλλιμάχειος () καὶ εἰς τὴν καλουμένην φησὶν ἄλιμον προσέτι τε ἄδιψον ἐμβάλλεσθαι τὴν μαλάχην οὖσαν χρησιμωτάτην.
ゼニアオイ。ヘーシオドス曰く、「ゼニアオイとアスポデロスの中にどれほど大きな恵みがあるか(も知らず)。」 これはアッティカ方言形である。「しかし私自身は」と彼は言う。「アンティパネースの『ミーノース』の多くの写本でオミクロンによって書かれているのを見出した。」 「モロケー(ゼニアオイ)の根をかじりながら。」 エピカルモスも曰く、「……私自身はモロカー(ゼニアオイ)よりも温和だ。」 パイニアースは『植物論』の中で述べている。「栽培種のゼニアオイの種子の形状はプラクース(平たい菓子)と呼ばれているが、それに酷似しているからである。櫛状の縁はあたかも菓子の土台のようであり、平たい塊の中央にはへそのような中心がある。そして土台を取り囲むと、輪郭の整ったウニのようになる。」シプノスのディピロスは、ゼニアオイは滋養に富む汁を持ち、気管を滑らかにし、表面の刺激成分を排出させると伝えている。また腎臓や膀胱の炎症に適しており、穏やかに排泄を促して栄養があり、野生のものは栽培種よりも優れていると述べている。カリマコス派のヘルミッポスは、いわゆる「飢え知らず」やさらに「渇き知らず」と呼ばれる携帯食にも、極めて有用なものとしてゼニアオイが加えられると述べている。
- 2.50ἐξ οὗ τὴν Ἑλένην γεννηθῆναι
間接話法(οὐκ εὖ δὲ Νεοκλῆς... ἔφη)に従属する関係節において、接続法や直説法ではなく対格不定詞構文(accusativus cum infinitivo)が用いられている。主節の伝聞・間接話法の構文が関係代名詞 ἐξ οὗ の導く関係節内にも波及・継続したものであり、「ヘレネーがそこから生まれた(とされる)卵」という間接的な陳述を表している。
- 2.50οὐσίδιον μοι καταλιπόντος τοῦ πατρός
καταλιπόντος τοῦ πατρός は絶対属格構文(名詞+分詞)であり、「父が財産を残したとき」を表す。人称代名詞 μοι は与格で、分詞 καταλιπόντος の間接目的語(「私に残してくれた」)として構文内に組み込まれている。
- 2.51εἰ κεῖται παρά τινι τὸ πρόπομα
接続詞 εἰ は疑問文を導く間接疑問の詞であり、主節の ἔφη(尋ねた・言った)と呼応して「誰かの作品において πρόπομα という語が見出されるかどうか」という意味上の疑問節を形成している。κεῖται は文献中に「(語句が)置かれている、記録されている」という学術的な専門用法の動詞。
