← アテナイオス

食卓の賢人たち

§1.43-1.45

ホメロスにおける食事語彙と英雄の生活習俗

ホメロスにおける「味わう」という語の本来の意味や「宴」の語源説を論じ、さらに英雄たちの遊戯・狩猟、海水や温水による入浴法、野菜や果樹の利用について叙述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.43

ὅτι τὸ πάσασθαι ἐπὶ τοῦ ἀπογεύσασθαι τίθεται. φησὶ γοῦν Φοῖνιξ πρὸς Ἀχιλλέα ()· ‘οὐκ ἤθελον ἅμ’ ἄλλῳ ἐν μεγάροισι πάσασθαι.’ καὶ ἀλλαχοῦ ()· ‘εὖθ’ οἳ σπλάγχν’ ἐπάσαντο.’ τῶν γὰρ σπλάγχνων ἀπογεύονται μόνον ὡς ἂν ὀλίγων πολὺς ὅμιλος.1 καὶ ὁ Πρίαμος δὲ πρὸς Ἀχιλλέα φησί ()· ‘νῦν δὴ καὶ σίτου πασάμην.’ οἰκεῖον γὰρ τοῦ τηνικάδε ἀτυχήσαντος ἀπογεύσασθαι μόνον· εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πένθος. διὸ καὶ ὁ τὸ σύνολον οὐ γευσάμενος τροφῆς ‘κεῖτ’ ἄσιτος, ἄπαστος ().’ ἐπὶ δὲ τῶν ἀποπληρουμένων οὐδέποτε λέγει τὸ πάσασθαι, ἀλλ’ ὁπόσα δηλοῖ κόρον· "αὐτὰρ ἐπεὶ σίτου τάρφθεν" καὶ ‘ἐδητύος ἐξ ἔρον ἕντο ().’ οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι τιθέασι τὸ πάσασθαι. Καλλίμαχος ()· "μύθου δὲ πασαίμην ἥδιον." Ἐρατοσθένης ()· "ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τά τ’ ἀγρώσσοντες ἕλοντο. "

「味わう(パサスタイ)」という語は「味見をする」という意味で用いられること。実際、ポイニクスはアキレウスに向かってこう言っている。「館の中で他の者とともに味見をすることすら欲しなかった」。また別の箇所でも、「彼らが内臓を味見したとき」とある。なぜなら、大勢の群衆に対して内臓はわずかであるため、味見をするだけだからである。またプリアモスもアキレウスに向かってこう言う。「今や私は食物を味わった」。というのも、そのとき不幸にあった者にとって、ただ味見をすることだけが相応しいからである。悲嘆が満腹に至ることを許さなかったのだ。それゆえ、まったく食物を口にしなかった者は「食べず、味わうこともなく横たわっていた」と言われる。しかし、満ち足りる人々に対して詩人は決して「味わう」と言わず、満腹を示す表現を用いる。「しかし彼らが食物に満ち足りたとき」、あるいは「彼らは飲食の欲望を退けた」などである。だが後代の者たちは、「満たされる」という意味でも「味わう」を用いる。カリマコスいわく、 「私は物語を より喜ばしく味わいたいものだ。」 エラトステネスいわく、 「彼らは焼き肉を、 灰の中から、狩りをして捕らえた肉を味わった。」

§1.44

" ‘ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ’" φησὶν ὁ Θηβαῖος μελοποιός (). ὅτι Σέλευκός φησι τὴν παρ’ Ὁμήρῳ δαῖτα θάλειαν στοιχείων μεταθέσει δίαιταν εἶναι· τὸ δὲ ἀπὸ τοῦ δαίσασθαι λέγειν βιαιότερόν ἐστι. ὅτι Καρύστιος ὁ Περγαμηνὸς ἱστορεῖ () τὰς Κερκυραίας γυναῖκας ἔτι καὶ νῦν σφαιριζούσας ᾄδειν. σφαιρίζουσι δὲ παρ’ Ὁμήρῳ οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες. καὶ δίσκοις δὲ καὶ ἀκοντίοις μετά τινος συμμετρίας ἐχρῶντο· "δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες." τὸ γὰρ τερπνὸν τὴν κακοπάθειαν κουφίζει. καὶ ἐπὶ κυνηγέσια δὲ ἐξίασιν οἱ νέοι πρὸς μελέτην τῶν πολεμικῶν κινδύνων καὶ ἐπὶ θήρας παντοίας, ἀφ’ ὧν ῥωμαλεώτεροι καὶ ὑγιεινότεροι διετέλουν, ὅτε "πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι ἀκοντίζουσιν". ἴσασι δὲ καὶ λουτρὰ ἄκη πόνων παντοῖα, κόπον μὲν θαλάττῃ λύοντες, ἣ μάλιστα τοῖς νεύροις ἐστὶ πρόσφορος, ἀναχαλῶντες δὲ ταῖς ἐμβάσεσι τὰς τῶν μυῶν συντάσεις, εἶτ᾽ ἐπαλείφοντες λίπα πρὸς τὸ μὴ ξηρανθέντος τοῦ ὕδατος ἀπεσκληρυμμένα γίνεσθαι τὰ σώματα. οἱ γοῦν ἀπὸ τῆς σκοπιῆς ἐπανελθόντες "ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ κνήμας ἠδὲ λόφον ἀμφί τε μηρούς", καὶ οὕτως ἀναψύξαντες ‘ἐς ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο καὶ ἀλειψάμενοι λίπ᾽ ἐλαίῳ δείπνῳ ἐφιζανέτην.’ ἔστι καὶ τρόπος ἕτερος καμάτων λύσεως ἐκ τῶν κατὰ κεφαλῆς καταιονήσεων· "θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων." αἱ γὰρ ἐμβάσεις περικεχυμένου πανταχόθεν τοῖς πόροις τοῦ ὕδατος φράττουσι τὴν τῶν ἱδρώτων ἔκκρισιν καθάπερ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθείς·2 διέξεισι γὰρ οὐθέν, εἰ μή τις αὐτὸν μετεωρίσας τοῖς πόροις ἀναψυχὴν καὶ διέξοδον εἰς τὸ ἔξω παράσχῃ, ὡς Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς φυσικοῖς προβλήμασι () ζητῶν, διὰ τί οἱ ἱδροῦντες ἐπὰν ἔλθωσιν εἰς θερμὸν ἢ ψυχρὸν ὕδωρ οὐκ ἔτι ἱδροῦσιν, ἕως ἂν πάλιν ἐπανέλθωσιν ἀπὸ τῶν ἐμβάσεων.

「あたかも木片が木片の傍らに膠でぴたりと合わさるように」とテーバイの抒情詩人は言っている。 セレウコスは、ホメロスに見られる「豊かな宴(ダイタ・タレイアン)」とは文字の入れ替えによる「生活様式(ディアイタン)」のことであると述べているが、「もてなす(ダイサスタイ)」から来ているとする説の方がより強引である。 ペルガモンのカルスティオスは、ケルキュラの女性たちが今なお鞠遊びをしながら歌うと記録している。ホメロスにおいては男性だけでなく女性も鞠遊びをする。また彼らは程よい節度をもって円盤や投げ槍を用いていた。 「彼らは円盤や投げ槍を放って楽しんでいた。」 楽しみは労苦を和らげるからである。また若者たちは戦いの危険への訓練のために狩猟へと出かけ、あらゆる種類の獣狩りへと赴いた。それによって彼らはより強健で健康であり続けたのであり、「彼らは自らを塔のように陣形を整え、立ち向かって槍を投げかける」ときがそれである。彼らはまた、あらゆる疲労の治療法としての入浴も心得ていた。とりわけ腱にとって有益な海水によって疲労を解消し、浴槽に入ることで筋肉のこわばりを緩め、次いで水が乾いたあとに体が硬直してしまわぬように油を滑らかに塗り込むのである。現に、見張りから戻った者たちは、「すねや首筋、大腿の周りの夥しい汗を海水で洗い流し」、そうして熱を冷ましてから「よく磨かれた浴槽に入って身を洗い、油を滑らかに塗り込んでから夕食の席に着いた」。また、頭からの湯浴みによる疲労回復のもう一つの方法もある。 「快い湯加減に混ぜ合わせ、頭と肩の上から注ぎかけながら。」 というのも、水が四方から毛穴を取り囲むため、浴槽に浸かることは汗の排出を塞ぐからであり、それはあたかも水の中に投げ込まれた篩のようなものである。誰かがそれを宙に持ち上げて穴に息抜きと外への出口を与えなければ、何も通り抜けないからである。アリストテレスが『自然学問題集』の中で、汗をかいている者たちが温水や冷水に入ると、浴槽から再び出るまで、なぜもはや汗をかかないのかと探求しながら述べている通りである。

§1.45

παρετίθετο δὲ τοῖς ἥρωσι δειπνοῦσι καὶ λάχανα. ὅτι δὲ οἴδασι τὰς λαχανείας δῆλον ἐκ τῶν παρὰ νείατον ὄρχον κοσμητῶν πρασιῶν (). ἀλλὰ μὴν καὶ τοῖς κακοχυμοτάτοις κρομύοις ἐχρῶντο· "ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον." ἐπιμελουμένους δὲ αὐτοὺς εἰσάγει καὶ τῶν ἀκροδρύων ()· ‘ὄγχνη γὰρ ἐπ’ ὄγχνῃ που γηράσκει, σῦκον δ’ ἐπὶ σύκῳ.’ διὸ καὶ τῶν δένδρων τὰ μὲν καρποφόρα καλὰ προσαγορεύει ()· ‘ἔνθα δένδρεα καλὰ πεφύκει, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι.’ τὰ δ’ εἰς ξυλείαν εὔθετα μακρά, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων ()· "ἔνθα δένδρεα μακρὰ πεφύκει, κλήθρη τ’ αἴγειρός τ’ ἐλάτη τ’ ἦν οὐρανομήκης." ἀρχαιοτέρα δ’ ἦν καὶ τῶν Τρωικῶν ἡ τούτων χρῆσις. Τάνταλος γοῦν οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων ἐπιθυμίας· εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσείων (), καθάπερ οἱ τὰ ἄλογα τῶν ζῴων τοῖς θαλλοῖς ἄγοντες, τοὺς τοιούτους καρποὺς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως, ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθοι.3 καὶ Λαέρτην δ᾽ Ὀδυσσεὺς ἀναμιμνήσκει ὧν ἔδωκεν αὐτῷ παιδὶ ὄντι ()· ‘ὄγχνας μοι δῶκας τρισκαίδεκα’ καὶ τὰ ἑξῆς.

また、食事をする英雄たちの前には野菜も供された。彼らが野菜畑を知っていたことは、「最後の畝の傍らに整えられた菜園」から明らかである。それだけでなく、彼らは最も悪い汁をもつ玉葱すら用いた。 「飲み物の添え物として玉葱を。」 詩人は彼らが果樹をも手入れしている様子を描いている。「梨は梨の上に、無花果は無花果の上に実って熟す」とある通りである。それゆえ詩人は樹木のうち、果実をつけるものを「美しい」と呼び、「そこには美しい木々が生い茂っていた、梨や柘榴や林檎の木が」と歌う。材木に適したものは「高い」と呼び、形容詞によってその用途を区別している。 「そこには高い木々が生い茂っていた、 榛の木や白楊、天に届くばかりの樅の木が。」 これらを用いることはトロイア戦争よりも昔からあった。現にタンタロスは死んでなお、これらへの欲望から免れていない。彼を罰する神が、家畜を若枝で誘導する人々のように、そうした果実を揺り動かして見せながら、彼が望みに近づくたびにその享受から撥ね退けるのだから。またオデュッセウスも、自分が子供であった頃に父が与えてくれたものをラエルテスに思い出させている。「あなたは私に十三本の梨の木をくださいました」等々と。

構文注3 件
  1. 1.43ὡς ἂν ὀλίγων πολὺς ὅμιλος

    接続詞 ὡς ἄν に名詞句(属格 ὀλίγων と主格 πολὺς ὅμιλος)が後続し、動詞(ἀπογεύοιτο 等)が省略された構造。あるいは ὀλίγων を独立属格(「内臓がわずかであるので」)とし、これに対して πολὺς ὅμιλος を対比させた圧縮された表現。「大勢の群衆に対して(内臓が)わずかであるため、味見をするだけなのだ」の意を表す。

  2. 1.44καθάπερ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθείς

    καθάπερ ἂν εἰ(あたかも〜のように)に主格名詞 ἠθμός と分詞 βληθείς が結びついた仮定・比喩構文。直後に続く διέξεισι γὰρ οὐθέν がその理由を説明しており、文全体としては「あたかも篩が水中に投げ込まれたときのようであり、(引き上げない限り水は通らない)」という事態の比喩を成している。

  3. 1.45ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθοι

    過去の反復・一般条件を表す時間節で、接続法ではなく希求法(ἔλθοι)が用いられている(反復の希求法)。「彼が希望に近づくたびに(果実を引っ込めてしまう)」という、タンタロスが受ける罰の永続的かつ反復的な様態を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.43-1.45