← プルタルコス

コロテス論駁

§31-32

法と国家をめぐる哲学者たちの実践的貢献

プルタルコスは、法と国家の秩序を真に破壊しているのは政治を退けて神への信仰を根底から否定するエピクロス派であると論駁し、コロテスが批判した哲学者たち(パルメニデス、ソクラテス、プラトン、ゼノンら)こそが立法の整備や政治実践、自由のための闘争に貢献したと実例を挙げて弁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§31

οὐδεὶς οὖν ἔπαινος ἄξιος ἂν γένοιτο τῶν ἐπὶ ταῦτα τὰ πάθη τὰ θηριώδη νόμους θεμένων1 καὶ πολιτείας καὶ ἀρχὰς καὶ νόμων διάταξιν. ἀλλὰ τίνες εἰσὶν οἱ ταῦτα συγχέοντες καὶ καταλύοντες καὶ ἄρδην ἀναιροῦντες; οὐχ οἱ πολιτείας ἀφιστάντες αὑτοὺς καὶ τοὺς πλησιάζοντας; οὐχ οἱ τὸν τῆς ἀταραξίας στέφανον ἀσύμβλητον εἶναι ταῖς μεγάλαις ἡγεμονίαις λέγοντες; οὐχ οἱ τὸ βασιλεύειν ἁμαρτίαν καὶ διάπτωσιν ἀποφαίνοντες καὶ γράφοντες αὐταῖς λέξεσιν, ὅτι λέγειν δεῖ, πῶς τις ἄριστα τὸ τῆς φύσεως τέλος συντηρήσει καὶ πῶς τις ἑκὼν εἶναι2 μὴ πρόσεισιν ἐξ ἀρχῆς ἐπὶ τὰς τῶν πληθῶν ἀρχάς· καὶ ἔτι ταῦτα πρὸς ἐκείνοις οὐδὲν οὖν ἔτι δεῖ τοὺς Ἕλληνας σῴζειν οὐδʼ ἐπὶ σοφίᾳ στεφάνου παρʼ αὐτῶν τυγχάνειν, ἀλλʼ ἐσθίειν καὶ πίνειν, ὦ Τιμόκρατες, ἀβλαβῶς τῇ σαρκὶ καὶ κεχαρισμένως; ἀλλὰ μὴν ἧς γε καὶ Κωλώτης ἐπαινεῖ διατάξεως τῶν νόμων πρῶτόν ἐστιν ἡ περὶ θεῶν δόξα καὶ μέγιστον, καὶ Λυκοῦργος Λακεδαιμονίους καὶ Νομᾶς Ῥωμαίους καὶ Ἴων ὁ παλαιὸς Ἀθηναίους καὶ Δευκαλίων Ἕλληνας ὁμοῦ τι πάντας καθωσίωσαν, εὐχαῖς καὶ ὅρκοις καὶ μαντεύμασι καὶ φήμαις ἐμπαθεῖς πρὸς τὰ θεῖα διʼ ἐλπίδων ἅμα καὶ φόβων καταστήσαντες. εὕροις δʼ ἂν ἐπιὼν πόλεις ἀτειχίστους, ἀγραμμάτους, ἀβασιλεύτους, ἀοίκους, ἀχρημάτους, νομίσματος μὴ δεομένας, ἀπείρους θεάτρων καὶ γυμνασίων ἀνιέρου δὲ πόλεως καὶ ἀθέου, μὴ χρωμένης εὐχαῖς μηδʼ ὅρκοις μηδὲ μαντείαις μηδὲ θυσίαις ἐπʼ ἀγαθοῖς μηδʼ ἀποτροπαῖς κακῶν οὐδεὶς ἐστιν οὐδʼ ἔσται γεγονὼς θεατής· ἀλλὰ πόλις ἄν μοι δοκεῖ μᾶλλον ἐδάφους χωρὶς ἢ πολιτεία τῆς περὶ θεῶν δόξης ὑφαιρεθείσης παντάπασι σύστασιν λαβεῖν ἢ λαβοῦσα τηρῆσαι.3 τοῦτο μέντοι τὸ συνεκτικὸν ἁπάσης κοινωνίας καὶ νομοθεσίας ἔρεισμα καὶ βάθρον οὐ κύκλῳ περιιόντες οὐδὲ κρύφα καὶ διʼ αἰνιγμάτων, ἀλλὰ τὴν πρώτην τῶν κυριωτάτων δοξῶν προσβαλόντες εὐθὺς ἀνατρέπουσιν. εἶθʼ ὥσπερ ὑπὸ ποινῆς ἐλαυνόμενοι δεινὰ ποιεῖν ὁμολογοῦσι, συγχέοντες τὰ νόμιμα καὶ τὰς διατάξεις τῶν νόμων ἀναιροῦντες, ἵνα μηδὲ συγγνώμης τύχωσι. τὸ μὲν γὰρ ἁμαρτάνειν περὶ δόξαν, εἰ καὶ μὴ σοφῶν, ὅμως ἀνθρώπινόν ἐστι· τὸ δʼ ἐγκαλεῖν ἑτέροις ἅπερ αὐτοὶ πράττουσι πῶς ἄν τις εἴποι, φειδόμενος τῶν ἀξίων ὀνομάτων;

それゆえ、これら野獣のごとき情念に対抗して法、国制、支配職、法体系を制定した人々には、いかなる賛辞も十分ではありえない。しかし、これらを混乱させ、解体し、根底から廃絶しているのは誰であろうか。国家の統治から自らをも、近づく者たちをも遠ざけている者たちではないのか。「平静の冠は巨大な支配職の栄誉とは比較を絶する」と述べている者たちではないのか。王として君臨することを過誤であり転落であると断じ、文字通りの言葉で「いかにして人が自然の究極目的を最善に保ちうるか、またいかにして人が自ら好んで民衆の公職に最初から近づかないようにすべきかを語らねばならぬ」と書き記している者たちではないのか。さらにこれらに付け加えて、「それゆえ、ティモクラテスよ、もはやギリシア人を救う必要も、彼らから知恵ゆえの冠を授かる必要もまったくなく、肉体に害なく快適なように飲み食いすべきなのだ」と書いている者たちではないのか。  しかも、コロテスが賛美する法制においてすら、第一かつ最大のものであるのは神々についての信仰であり、リュクルゴスはラケダイモン人を、ヌマはローマ人を、太古のイオンはアテナイ人を、デウカリオンはほぼすべてのギリシア人を神聖なものとし、祈祷や誓い、託宣や神意の兆候によって、彼らに希望と恐怖を同時に抱かせ、神事に対して熱情を持つように仕向けたのである。諸国を巡り歩けば、城壁のない都市、文字のない都市、王のない都市、家屋のない都市、富のない都市、貨幣を必要としない都市、劇場や体育場を知らない都市は見出せるであろう。だが、神聖な儀礼を欠き、神を持たず、祈祷や誓言、神託、幸福を祈る供儀や災厄除けの儀礼を行わない都市を目撃した者は誰一人おらず、今後も現れることはないであろう。むしろ大地のない都市のほうが、神々についての信仰が完全に取り除かれた国制よりも、存立を得ることも、得た存立を維持することも容易であるように私には思われる。ところが彼らは、あらゆる共同社会の結合力であり立法を支える基礎であるこのものを、遠回しに迂回することもなく、隠れた謎めいた仕方ででもなく、彼らのもっとも主要な教説の第一の条項を直ちにぶつけることによって覆すのである。そして、まるで罪の報いに駆り立てられたかのように、慣習を混乱させ法の秩序を破壊しつつ、自らが恐るべきことを行っていると白状し、そのため免責の余地すら自ら奪っている。というのも、見解において過つことは、たとえ知者にはふさわしくなくとも人間の常であるのに対し、自分たちがまさに行っていることを他人に非難することは、適正な言葉を差し控えるとしても、何と言い表せばよいのであろうか。  

§32

εἰ γὰρ πρὸς Ἀντίδωρον ἢ Βίωνα τὸν σοφιστὴν γράφων ἐμνήσθη νόμων καὶ πολιτείας καὶ διατάξεως, οὐκ ἄν τις εἶπεν αὐτῷ "μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις" περιστέλλων τὸ σαρκίδιον ἐμοὶ δὲ περὶ τούτων οἱ οἰκονομικῶς καὶ πολιτικῶς βεβιωκότες ἐγκαλείτωσαν;4 εἰσὶ δʼ οὗτοι πάντες οἷς Κωλώτης λελοιδόρηκεν. ὧν Δημόκριτος μὲν παραινεῖ τήν τε πολιτικήν τέχνην μεγίστην οὖσαν ἐκδιδάσκεσθαι καὶ τοὺς πόνους διώκειν, ἀφʼ ὧν τὰ μεγάλα καὶ λαμπρὰ γίγνεται τοῖς ἀνθρώποις. Παρμενίδης δὲ τὴν ἑαυτοῦ πατρίδα διεκόσμησε νόμοις ἀρίστοις, ὥστε τὰς ἀρχὰς καθʼ ἕκαστον ἐνιαυτὸν ἐξορκοῦν τοὺς πολίτας ἐμμενεῖν τοῖς Παρμενίδου νόμοις. Ἐμπεδοκλῆς δὲ τούς τε πρώτους τῶν πολιτῶν ὑβρίζοντας καὶ διαφοροῦντας τὰ κοινὰ ἐξέβαλεν ἐξελέγξας τήν τε χώραν ἀπήλλαξεν ἀκαρπίας καὶ λοιμοῦ, διασφάγας ὄρους ἀποτειχίσας, διʼ ὧν ὁ νότος εἰς τὸ πεδίον ὑπερέβαλλε. Σωκράτης δέ, μετὰ τὴν καταδίκην φυγῆς αὐτῷ μεμηχανημένης ὑπὸ τῶν φίλων, οὐκ ἐχρήσατο, τοὺς νόμους βεβαιῶν, ἀλλʼ ἀδίκως ἀποθανεῖν εἵλετο μᾶλλον ἢ σωθῆναι παρανόμως. Μέλισσος δὲ τῆς πατρίδος στρατηγῶν Ἀθηναίους κατεναυμάχησε. Πλάτων δὲ καλοὺς μὲν ἐν γράμμασι λόγους περὶ νόμων καὶ πολιτείας ἀπέλιπε, πολὺ δὲ κρείττονας ἐνεποίησε τοῖς ἑταίροις ἀφʼ ὧν Σικελία διὰ Δίωνος ἠλευθεροῦτο καὶ Θρᾴκη διὰ Πύθωνος καὶ Ἡρακλείδου Κότυν ἀνελόντων, Ἀθηναίων δὲ Χαβρίαι στρατηγοὶ καὶ Φωκίωνες ἐξ Ἀκαδημείας ἀνέβαινον. Ἐπίκουρος μὲν γὰρ εἰς Ἀσίαν ἐξέπεμπε τοὺς Τιμοκράτει λοιδορησομένους, καὶ τῆς βασιλικῆς ἐξελῶντας αὐλῆς τὸν ἄνθρωπον, ὅτι Μητροδώρῳ προσέκρουσεν ἀδελφὸς ὤν· καὶ ταῦτʼ ἐν τοῖς βιβλίοις γέγραπται τοῖς ἐκείνων. Πλάτων δὲ τῶν ἑταίρων ἐξαπέστειλεν Ἀρκάσι μὲν Ἀριστώνυμον διακοσμήσοντα τὴν πολιτείαν, Ἠλείοις δὲ Φορμίωνα, Μενέδημον δὲ Πυρραίοις. Εὔδοξος δὲ Κνιδίοις καὶ Ἀριστοτέλης Σταγειρίταις, Πλάτωνος ὄντες συνήθεις, νόμους ἔγραψαν· παρὰ δὲ Ξενοκράτους Ἀλέξανδρος ὑποθήκας ᾔτησε περὶ βασιλείας· ὁ δὲ πεμφθεὶς πρὸς Ἀλέξανδρον ὑπὸ τῶν ἐν Ἀσίᾳ κατοικούντων Ἑλλήνων καὶ μάλιστα διακαύσας καὶ παροξύνας ἅψασθαι τοῦ πρὸς τοὺς βαρβάρους πολέμου Δήλιος ἦν Ἐφέσιος, ἑταῖρος Πλάτωνος. Ζήνων τοίνυν ὁ Παρμενίδου γνώριμος ἐπιθέμενος Δημύλῳ τῷ τυράννῳ καὶ δυστυχήσας περὶ τὴν πρᾶξιν ἐν πυρὶ τὸν Παρμενίδου λόγον ὥσπερ χρυσὸν ἀκήρατον καὶ δόκιμον παρέσχε καὶ ἀπέδειξεν ἔργοις, ὅτι τὸ αἰσχρὸν ἀνδρὶ μεγάλῳ φοβερόν ἐστιν, ἀλγηδόνα δὲ παῖδες καὶ γύναια καὶ γυναίων ψυχὰς ἔχοντες ἄνδρες δεδίασι· τὴν γὰρ γλῶτταν αὑτοῦ διατραγὼν τῷ τυράννῳ προσέπτυσεν.

もし彼がアンティドロスやソフィストのビオンに対して書く中で法律や国制や制度に言及したのであれば、誰かが彼に向かって「哀れな者よ、じっと寝床にとどまって、己が哀れな肉体を包んでおれ」と言ったのではないか。「しかし、そうした事柄については、家政や政治を実践して生きてきた人々が私を非難するがよい」と。そしてその人々とは、まさにコロテスが罵倒した者たちのことなのである。彼らのうち、デモクリトスは政治の技術が最大のものであるゆえにこれを学び尽くし、人間にとって偉大で輝かしい成果が生じる労苦を追求するよう勧告している。パルメニデスは最善の法律によって自らの祖国を整え、統治者たちが毎年市民にパルメニデスの法を遵守することを宣誓させるほどであった。エンペドクレスは傲慢に振る舞い公金を横領していた市民の第一人者たちを暴いて追放し、南風がそこから平野へと吹き越えていた山の裂け目を壁で塞ぐことによって、祖国を不作と疫病から救った。ソクラテスは有罪判決の後、友人たちによって脱走が計画されたにもかかわらず、法を確固たるものとするためにそれを利用せず、不法に生き延びるよりは不正に死ぬことを選んだ。メリッソスは祖国の将軍としてアテナイ軍を海戦で撃破した。プラトンは法と国制について文字で見事な言論を残したばかりでなく、はるかに優れた精神を仲間たちに吹き込み、その結果、ディオンを通じてシケリアが解放され、ピュトンとヘラクレイデスがコテュスを討つことでトラキアが解放され、アテナイ人にあってはカブリアスやフォキオンといった将軍たちがアカデメイアから巣立ったのである。事実、エピクロスはティモクラテスを罵倒し、実の兄弟でありながらメトロドロスと衝突したという理由で彼を宮廷から追い払うために使者をアジアへ派遣したが、そのことは彼らの書物にも記されている。一方、プラトンは仲間の中から、アルカディア人には国制を整えるためにアリストニュモスを、エリス人にはフォルミオンを、ピュラ人にはメネデモスを派遣した。エウドクソスはクニドス人のために、アリストテレスはスタゲイラ人のために、いずれもプラトンの親友として法律を制定した。アレクサンドロスはクセノクラテスに王道についての助言を求めた。また、アジアに住むギリシア人たちによってアレクサンドロスのもとに派遣され、異民族に対する戦争を始めるよう彼を何よりも奮い立たせ駆り立てた人物は、プラトンの弟子であるエフェソスのデリオスであった。さらに、パルメニデスの高弟ゼノンは僭主デミュロスに立ち向かい、その企てにおいて不運に見舞われたものの、火の試練の中でパルメニデスの言論を純粋で真正な黄金のように提示し、偉大な男にとって恐るべきは恥辱であり、苦痛を恐れるのは子供や女、あるいは女の心を持った男たちにすぎないことを行動によって証明した。彼は自らの舌を噛み切って僭主の顔に吐きかけたのである。

構文注4 件
  1. 31τῶν ἐπὶ ταῦτα τὰ πάθη τὰ θηριώδη νόμους θεμένων

    前置詞 ἐπί に名詞対格(ταῦτα τὰ πάθη τὰ θηριώδη)が後続する句は、ここでは「〜に対抗して」「〜に備えて防ぐために(hostile/defensive sense)」という目的・対抗を表す用法で用いられている。冠詞と分詞の結合 τῶν ... θεμένων は「法を制定した人々」を指す実質詞的用法。

  2. 31ἑκὼν εἶναι

    不定詞 εἶναι の絶対的・副詞的用法の慣用句で、通例否定文(ここでは μή)に伴われて「好んで、自発的には、自ら進んでは(〜しない)」の意味を表す(制限的用法)。

  3. 31πόλις ἄν μοι δοκεῖ μᾶλλον ἐδάφους χωρὶς ἢ πολιτεία τῆς περὶ θεῶν δόξης ὑφαιρεθείσης παντάπασι σύστασιν λαβεῖν ἢ λαβοῦσα τηρῆσαι

    主動詞 δοκεῖ(人称構文として πόλις を主語に取る)に不定詞句 σύστασιν λαβεῖν ἢ λαβοῦσα τηρῆσαι が係り、全体が比較構文 μᾶλλον ... ἢ ... を形成している。「都市が大地なしに成立・存続するほうが、神々への信仰が完全に取り去られた(独立属格 τῆς ... ὑφαιρεθείσης)国制(πολιτεία)が成立・存続するよりもむしろ容易であると思われる」という対比構造である。

  4. 32ἐμοὶ δὲ περὶ τούτων οἱ οἰκονομικῶς καὶ πολιτικῶς βεβιωκότες ἐγκαλείτωσαν

    三人称命令法現在 ἐγκαλείτωσαν は「〜に非難させよ」を意味し、コロテスに対する仮想的な発言者の抗弁として機能している。「もしお前が公的生活について語るなら、実際に政治や家政を行ってきた者たちこそが(エピクロス派ではなく)私に対して語るべきだ」という文脈である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:31-32