- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:28-29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は、不死性の否定が善人から徳の報酬・真理観照・愛する者との再会の希望を奪うと論じ、死後の希望が現世の苦難を和らげるのに対し、無感覚への解体という教説は誰にも真の慰めを与えず幸福を破壊する有害な毒薬に等しいと批判する。
διὸ τῇ δόξῃ τῆς ἀθανασίας συναναιροῦσι τὰς ἡδίστας ἐλπίδας καὶ μεγίστας τῶν πολλῶν. τί δῆτα τῶν ἀγαθῶν οἰόμεθα καὶ βεβιωκότων ὁσίως καὶ δικαίως, οἳ κακὸν μὲν οὐδὲν ἐκεῖ τὰ δὲ κάλλιστα καὶ θειότατα προσδοκῶσι; πρῶτον μὲν γὰρ ἀθληταὶ στέφανον οὐκ ἀγωνιζόμενοι λαμβάνουσιν ἀλλʼ ἀγωνισάμενοι καὶ νικήσαντες· οὕτως ἡγούμενοι τοῖς ἀγαθοῖς τὰ νικητήρια τοῦ βίου μετὰ τὸν βίον ὑπάρχειν θαυμάσιον οἷον1 φρονοῦσι τῇ ἀρετῇ πρὸς ἐκείνας τὰς ἐλπίδας· ἐν αἷς ἐστι καὶ τοὺς νῦν ὑβρίζοντας ὑπὸ πλούτου καὶ δυνάμεως καὶ καταγελῶντας ἀνοήτως τῶν κρειττόνων ἐπιδεῖν ἀξίαν δίκην τίνοντας. ἔπειτα τῆς ἀληθείας καὶ θέας τοῦ ὄντος οὐδεὶς ἐνταῦθα τῶν ἐρώντων ἐνέπλησεν ἑαυτὸν ἱκανῶς, οἷον διʼ ὁμίχλης ἢ νέφους τοῦ σώματος ὑγρῷ καὶ ταραττομένῳ τῷ λογισμῷ χρώμενος, ἀλλʼ ὄρνιθος δίκην ἄνω βλέποντες ὡς ἐκπτησόμενοι τοῦ σώματος εἰς μέγα τι καὶ λαμπρόν, εὐσταλῆ καὶ ἐλαφρὰν ποιοῦσι τὴν ψυχὴν ἀπὸ τῶν θνητῶν, τῷ φιλοσοφεῖν μελέτῃ χρώμενοι τοῦ ἀποθνήσκειν.2 οὕτω μέγα τι καὶ τέλεον ὄντως ἀγαθὸν ἡγοῦνται τὴν τελευτήν, ὡς βίον ἀληθῆ βιωσομένην ἐκεῖ τὴν ψυχήν, οὐχ ὕπαρ νῦν ζῶσαν ἀλλʼ ὀνείρασιν ὅμοια πάσχουσαν. εἰ τοίνυν ἡδὺ πανταχόθεν ἡ φίλου μνήμη τεθνηκότος ὥσπερ Ἐπίκουρος εἶπε, καὶ ἤδη νοεῖν πάρεστιν ἡλίκης ἑαυτοὺς χαρᾶς ἀποστεροῦσι φάσματα μὲν καὶ εἴδωλα τεθνηκότων ἑταίρων οἰόμενοι δέχεσθαι καὶ θηρεύειν, οἷς οὔτε νοῦς ἐστιν οὔτʼ αἴσθησις, αὐτοῖς δὲ συνέσεσθαι πάλιν ἀληθῶς καὶ τὸν φίλον πατέρα καὶ τὴν φίλην μητέρα καί που γυναῖκα χρηστὴν ὄψεσθαι μὴ προσδοκῶντες, μηδʼ ἔχοντες ἐλπίδα τῆς ὁμιλίας ἐκείνης καὶ φιλοφροσύνης, ἣν ἔχουσιν οἱ ταὐτὰ Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ Ὁμήρῳ περὶ ψυχῆς δοξάζοντες. ᾧ δʼ ὅμοιόν ἐστιν αὐτῶν τὸ πάθος, Ὅμηρος ὑποδεδήλωκεν, εἴδωλον τοῦ Αἰνείου καταβαλὼν εἰς μέσον τοῖς μαχομένοις ὡς τεθνηκότος, εἶθʼ ὕστερον αὐτὸν ἐκεῖνον ἀναδείξας ζωὸν καὶ ἀρτεμέα προσιόντα καὶ μένος ἐσθλὸν ἔχοντα τοῖς φίλοις οἱ δʼ ἐχάρησαν φησί, καὶ τὸ εἴδωλον μεθέμενοι περιέσχον αὐτόν. οὐκοῦν καὶ ἡμεῖς, τοῦ λόγου δεικνύοντος, ὡς ἔστιν ἐντυχεῖν ἀληθῶς τοῖς τεθνεῶσι καὶ τῷ φιλοῦντι τοῦ φρονοῦντος αὐτοῦ καὶ φιλοῦντος ἅψασθαι καὶ συγγενέσθαι· μὴ δυναμένους μηδʼ ἀπορρῖψαι3 τὰ εἴδωλα πάντα καὶ τοὺς φλοιούς, ἐν οἷς ὀδυρόμενοι καὶ κεινοπαθοῦντες διατελοῦσιν.
それゆえ彼らは、不死性の信念とともに、大衆の最も甘美で最大の希望をも併せて消滅させてしまうのである。では、あちらではいかなる悪も予想せず、最も美しく最も神聖なものを期待している善人たち、敬虔かつ正しく生きてきた者たちについては、一体どう考えられるであろうか。第一に、競技者は競技の最中に冠を受けるのではなく、競い終えて勝利したのちに冠を受ける。このように善人たちにとって生の勝利の報酬は生の後に存すると信じ、彼らはその希望に向けて、徳のゆえに驚くほどの高邁な誇りを抱くのである。その希望の中には、現世で富と権力によって驕り高ぶり、愚かにも自らより優れた者たちを嘲笑している者たちが相応の報いを受けるのを見届けることも含まれている。次に、真理と実在の観照について、現世でそれを熱望する者の誰も自らを十分に満たすことはできなかった。肉体という霧や雲を通して、湿って攪乱された理性を用いているからである。しかし彼らは鳥のように上を仰ぎ見、肉体から何か偉大で輝かしいものへと飛び立とうとするかのように、死ぬことの訓練として哲学を用い、魂を死すべきものどもから身軽で軽快なものにする。このように彼らは死を真に偉大で完全な善とみなし、魂はあちらにおいて真の生を生きるのであり、現世では覚醒して生きているのではなく夢に似た状態を経験しているにすぎないと考えるのである。それゆえ、エピクロスが言ったように「死んだ友の思い出はあらゆる面で快い」とするならば、彼らがどれほど大きな喜びを自らから奪っているかは今や理解できる。彼らは死んだ友らの幻影や映像を受け入れ追い求めていると思いながら、それらには知性も感覚もなく、友ら自身と再び真に共にあり、愛する父や愛する母、そしておそらくは貞淑な妻を再び見ることができるとは期待せず、ピュタゴラスやプラトンやホメロスと同じように魂について信じている人々が抱くような、あの交わりと情愛への希望を持たないからである。彼らの状態がどのようなものに似ているかをホメロスがほのめかしている。戦う者たちの中央に、あたかもアイネイアスが死んだかのように彼の幻影を投げ込み、その後、彼自身を友らのもとに「生きて無傷で近づき、気概に満ちている」姿で現れさせたときのことである。「友らは喜んだ」と彼は言い、〔彼らは〕幻影を捨てて彼自身を取り囲んだ。したがって我らも、論理が示しているように、死者たちと真に出会い、愛する者が知性ある者、愛する者その人に触れ、共にいることができるというのに、その中で嘆き悲しみ、空しい苦痛を受けながら過ごしているすべての幻影や皮殻を投げ捨てることすらできない者たちを、どうして見過ごせようか。
ἄνευ δὲ τούτου, οἱ μὲν ἑτέρου βίου τὸν θάνατον ἀρχὴν κρείττονος νομίζοντες, ἐὰν τʼ ἐν ἀγαθοῖς ὦσι, μᾶλλον ἥδονται, μείζονα προσδοκῶντες· ἄν τε μὴ κατὰ γνώμην τῶν ἐνταῦθα τυγχάνωσιν, οὐ πάνυ δυσχεραίνουσιν, ἀλλʼ αἱ τῶν μετὰ τὸν θάνατον ἀγαθῶν καὶ καλῶν ἐλπίδες ἀμηχάνους ἡδονὰς καὶ προσδοκίας ἔχουσαι πᾶν μὲν ἔλλειμμα πᾶν δὲ πρόσκρουσμα τῆς ψυχῆς ἐξαλείφουσι καὶ ἀφανίζουσιν ὥσπερ ἐν ὁδῷ, μᾶλλον δʼ ὁδοῦ παρατροπῇ βραχείᾳ, ῥᾳδίως τὰ συντυγχάνοντα καὶ μετρίως φερούσης. οἷς δʼ ὁ βίος εἰς ἀναισθησίαν περαίνει καὶ διάλυσιν, τούτοις ὁ θάνατος οὐ τῶν κακῶν μεταβολὴν ἀλλὰ καὶ τῶν ἀγαθῶν ἀποβολὴν ἐπιφέρων, ἀμφοτέροις μέν ἐστι λυπηρός, μᾶλλον δὲ τοῖς εὐτυχοῦσιν ἢ τοῖς ἐπιπόνως ζῶσι· τούτων μὲν γὰρ ἀποκόπτει τὴν ἄδηλον ἐλπίδα τοῦ πράξειν ἄμεινον, ἐκείνων δὲ βέβαιον ἀγαθόν, τὸ ἡδέως ζῆν, ἀφαιρεῖται. καὶ καθάπερ οἶμαι τὰ μὴ χρηστὰ τῶν φαρμάκων ἀλλʼ ἀναγκαῖα, οὐ κουφίζοντα τοὺς νοσοῦντας ἐπιτρίβει καὶ λυμαίνεται τοὺς ὑγιαίνοντας, οὕτως ὁ Ἐπικούρου λόγος τοῖς μὲν ἀθλίως ζῶσιν οὐκ εὐτυχῆ τελευτὴν ἐπαγγέλλεται τὴν διάλυσιν καὶ ἀναίρεσιν τῆς ψυχῆς· τῶν δὲ φρονίμων καὶ σοφῶν καὶ βρυόντων ἀγαθοῖς παντάπασι κολούει τὸ εὔθυμον, ἐκ τοῦ ζῆν μακαρίως εἰς τὸ μὴ ζῆν μηδʼ εἶναι καταστρέφων. αὐτόθεν μὲν οὖν ἐστι δῆλον, ὡς ἀγαθῶν ἀποβολῆς ἐπίνοια λυπεῖν πέφυκεν, ὅσον ἐλπίδες βέβαιοι καὶ ἀπολαύσεις εὐφραίνουσι παρόντων.4
これを別にしても、死をより良き別の生の始まりと考える人々は、恵まれた状態にあれば、より大いなるものを期待していっそう喜び、現世の事柄が意にかなわなくとも、決してひどく不快に思わず、死後の善き美しいものへの希望が、測り知れない快楽と期待を宿して、魂があたかも旅路、むしろ旅路の短い寄り道において生じる出来事を容易にかつ節度をもって耐えるように、魂のあらゆる欠如やあらゆる躓きを拭い去り消し去るのである。他方、生が無感覚と解体へ終わる人々にとっては、死は悪しきものの転換ではなく善きものの喪失をもたらすため、双方にとって苦痛であるが、苦難の中に生きる者たちよりも幸運な者たちにとっていっそう苦痛である。前者からはより良く暮らせるようになるという不確実な希望を断ち切り、後者からは快く生きるという確固たる善を奪い去るからである。そして、思うに有益ではなくやむを得ない薬が、病者を和らげることなく苦しめ、健康な者を害するように、エピクロスの言説は、悲惨に生きる者たちには魂の解体と消滅を幸福な最期として約束することはなく、思慮深く賢明で善きものに満ちあふれている人々からは、至福に生きることから生きもせず存在もしないことへと顛落させることによって、その朗らかな気分を完全に切り縮めてしまうのである。したがって、現前の善についての確固たる希望と享受が喜ばせるのと同じほど、善の喪失の観念が苦痛を与えるものであることは、そのことから直ちに明白である。
- 28θαυμάσιον οἷον
関係詞 οἷος が感嘆詞的・副詞的に固着した慣用表現であり、「驚くほどに」「信じられないほどに」の意味で動詞 φρονοῦσι を修飾している。θαυμαστὸν ὅσον と同様の統語的融合(構文の縮約)である。
- 28τῷ φιλοσοφεῖν μελέτῃ χρώμενοι τοῦ ἀποθνήσκειν
動詞 χράομαι に冠詞付き不定詞(与格)τῷ φιλοσοφεῖν が目的語として結合し、μελέτῃ はその述語的補語(同格)として機能している。さらに τοῦ ἀποθνήσκειν(冠詞付き不定詞属格)が μελέτῃ の目的格的属格として係っている。プラトン『パイドン』に由来する「哲学とは死の訓練である」という命題の文法構造である。
- 28μὴ δυναμένους μηδʼ ἀπορρῖψαι
直前の主節(οὐκοῦν καὶ ἡμεῖς... τοῦ λόγου δεικνύοντος)から続く文脈において、主格分詞(δυνάμενοι)ではなく対格分詞(δυναμένους)が用いられている破格(アナコルソン)。思考の対象であるエピクロス主義者たちを「~な彼ら(を憐れむべきではないか)」と対格不定詞文の目的語のように捉えた統語的転換である。
- 29ὅσον ἐλπίδες βέβαιοι καὶ ἀπολαύσεις εὐφραίνουσι παρόντων
前の文の比較・相関関係を承ける構文。先行文の文脈と連動し、「現前の善きもの(παρόντων)に対する確固たる希望と享受が喜ばせるのと同程度に(ὅσον)、善の喪失についての思念が苦痛をもたらす」という度合いの均等を示している。παρόντων は中性複数属格で、名詞的に「現前する事柄/善」を指し、ἐλπίδες および ἀπολαύσεις に客体として係っている。
