← プルタルコス

エピクロスに従っては、快く生きることは不可能であること

§18

高貴な行為の記憶と名声への執着の批判

著者は、肉体の快楽の記憶は死の苦痛を癒せないが、高貴な大業の記憶は永続的な歓喜をもたらすと論じ、さらに名声を公然と否定しながら陰で異常なまでに自己顕示と名声に執着したエピクロス自身の欺瞞を批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18

εἰ τοίνυν, ὥσπερ λέγουσι, τὸ μεμνῆσθαι τῶν προτέρων ἀγαθῶν μέγιστόν ἐστι πρὸς τὸ ἡδέως ζῆν, Ἐπικούρῳ μὲν οὐδʼ ἂν εἷς ἡμῶν πιστεύσειεν ὅτι ταῖς μεγίσταις ἀλγηδόσι καὶ νόσοις ἐναποθνήσκων ἀντιπαρεπέμπετο1 τῇ μνήμῃ τῶν ἐναπολελαυσμένων πρότερον ἡδονῶν εἰκόνα γὰρ ὄψεως ἐν βυθῷ συνταραχθέντι καὶ κλύδωνι μᾶλλον ἄν τις ἢ μνήμην ἡδονῆς διαμειδιῶσαν ἐν σφυγμῷ τοσούτῳ καὶ σπαραγμῷ σώματος ἐπινοήσειε. τὰς δὲ τῶν πράξεων μνήμας οὐδεὶς ἂν οὐδὲ βουληθεὶς ἐκστήσειεν ἑαυτοῦ. πότερον γὰρ ἢ πῶς οἷὸν τʼ ἦν ἐπιλαθέσθαι τῶν Ἀρβήλων τὸν Ἀλέξανδρον ἢ τοῦ Λεοντιάδου τὸν Πελοπίδαν ἢ τῆς Σαλαμῖνος τὸν Θεμιστοκλέα; τὴν μὲν γὰρ ἐν Μαραθῶνι μάχην ἄχρι νῦν Ἀθηναῖοι καὶ τὴν ἐν Λεύκτροις Θηβαῖοι καὶ νὴ Δίʼ ἡμεῖς τὴν Δαϊφάντου περὶ Ὑάμπολιν ἑορτάζομεν, ὡς ἴστε, καὶ θυσιῶν καὶ τιμῶν ἡ Φωκὶς ἐμπέπλησται· καὶ οὐδεὶς ἔστιν ἡμῶν, ἐφʼ οἷς αὐτὸς βέβρωκεν ἢ πέπωκεν οὕτως ἡδόμενος ὡς ἐφʼ οἷς ἐκεῖνοι κατώρθωσαν. ἐννοεῖν οὖν πάρεστι, πόση τις εὐφροσύνη καὶ χαρὰ καὶ γηθοσύνη συνεβίωσεν αὐτοῖς τοῖς τούτων δημιουργοῖς, ὧν ἐν ἔτεσι πεντακοσίοις καὶ πλείοσιν οὐκ ἀποβέβληκεν ἡ μνήμη τὸ εὐφραῖνον. καὶ μὴν ἀπὸ δόξης γίγνεσθαι τινας ἡδονὰς Ἐπίκουρος ὡμολόγει. τί δʼ οὐκ ἔμελλεν αὐτὸς οὕτω σπαργῶν περιμανῶς καὶ σφαδάζων πρὸς δόξαν, ὥστε μὴ μόνον ἀπολέγεσθαι τοὺς καθηγητὰς μηδὲ Δημοκρίτῳ τῷ τὰ δόγματα ῥήμασιν αὐτοῖς ἀφαιρουμένῳ2 ζυγομαχεῖν περὶ συλλαβῶν καὶ κεραιῶν, σοφὸν δὲ μηδένα φάναι πλὴν αὑτοῦ γεγονέναι καὶ τῶν μαθητῶν· ἀλλὰ καὶ γράφειν ὡς Κωλώτης μὲν αὐτὸν φυσιολογοῦντα προσκυνήσειε γονάτων ἁψάμενος, Νεοκλῆς δʼ ὁ ἀδελφὸς εὐθὺς ἐκ παίδων ἀποφαίνοιτο μηδένα σοφώτερον Ἐπικούρου γεγονέναι μηδʼ εἶναι· ἡ δὲ μήτηρ ἀτόμους ἔσχεν ἐν ἑαυτῇ τοσαύτας, οἷαι συνελθοῦσαι σοφὸν ἂν ἐγέννησαν;3 εἶτʼ οὐχ ὥσπερ Καλλικρατίδας ἔλεγε τὸν Κόνωνα μοιχεύειν τὴν θάλασσαν, οὕτως ἄν τις εἴποι τὸν Ἐπίκουρον αἰσχρῶς καὶ κρύφα πειρᾶν καὶ παραβιάζεσθαι τὴν δόξαν, οὐ τυγχάνοντα φανερῶς ἀλλʼ ἐρῶντα καὶ κατατεινόμενον; ὥσπερ γὰρ λιμοῦ τὰ σώματα τροφῆς μὴ παρούσης ἀναγκάζεται παρὰ φύσιν ὑφʼ αὑτῶν τρέφεσθαι, τοιοῦτον ἡ φιλοδοξία ποιεῖ κακὸν ἐν ταῖς ψυχαῖς, ὅταν ἐπαίνων πεινῶντες παρʼ ἑτέρων μὴ τυγχάνωσιν, αὐτοὺς ἑαυτοὺς ἐπαινεῖν.4

それゆえ、もし彼らが言うように、過去の善きものを想起することが快く生きるために最大のものであるとするなら、エピクロスが最大の激痛と病気の中で息を引き取りつつあったとき、かつて享受した快楽の記憶によってそれらに対抗し慰めを得ていたなどとは、我々のうち誰も信じないであろう。なぜなら、掻き乱された深みや高波の中にある顔の像の方が、肉体のこれほどの激動と引き裂かれるような苦痛の中で微笑む快楽の記憶よりも、まだ思い描くことができるであろうからである。これに対し、高貴な行為の記憶は、望んだところで誰も自分自身から消し去ることなどできない。アレクサンドロスがアルベラの戦いを、ペロピダスがレオンティアデス討伐を、テミストクレスがサラミスを忘れることなど、どうして可能であったろうか。現にアテナイ人はマラトンの戦いを、テーバイ人はレウクトラの戦いを、そしてまことに我々はご存じのようにヒュアンポリス近郊でのダイファントスの戦いを今に至るまで祝っており、ポーキスは犠牲祭と栄誉で満ちている。そして我々のうち誰一人として、自分が食べたことや飲んだことに対して、彼らが成し遂げた偉業に対して喜ぶほどに喜ぶ者はいない。それゆえ、五百年以上を経てもその記憶が歓喜を失わないこれらの偉業の創始者自身に、どれほど大きな歓喜と喜びと晴れやかさが生涯寄り添ったか、思いを馳せることができる。さらに、名声からある種の快楽が生じることをエピクロス自身も認めていた。彼自身が名声に対して狂気じみたほど熱望し激しく執着していたのだから、それも当然ではないか。彼は教師たちを否定したばかりか、その教説を文言ごと剽窃した相手であるデモクリトスと音節や文字の端くれをめぐって口論し、自分と弟子たちのほかには誰も賢者として生まれたことはないと言い放った。それどころか、コロテスが自然学を講ずる彼の膝に触れて拝跪したことや、兄のネオクレスが幼少の頃からエピクロスより賢い者はこれまでおらず今もいないと言明していたこと、さらには母が自らの内に、結合すれば賢者を生み出すような原子をあれほど多く宿していたと書くほどであった。そうであれば、カッリクラティダスがコノンは海と密通していると言ったように、エピクロスもまた、公然と手に入れられない名声に激しく恋い焦がれるあまり、それに恥ずべき仕方でひそかに言い寄り強引に関係を結ぼうとしている、と言えるのではないだろうか。なぜなら飢餓の際に食物がないと、肉体は自然に反して自らを栄養とすることを余儀なくされるように、名誉心は、称賛に飢える者たちが他者からそれを得られないとき、自ら自分自身を称賛するという悪しき事態を魂にもたらすからである。

構文注4 件
  1. 18ἀντιπαρεπέμπετο

    ἀντιπαραπέμπω の未完了中動態三人称単数。「(病苦や激痛に)対抗して自らを送り届けていた/紛らわせていた」の意。中動態は自身の心痛を宥め送り出す主体的・内省的動作を表す。

  2. 18Δημοκρίτῳ τῷ τὰ δόγματα ῥήμασιν αὐτοῖς ἀφαιρουμένῳ

    与格 Δημοκρίτῳ に対し分詞 ἀφαιρουμένῳ が一致修飾している。現在受動態分詞として、残留対格 τὰ δόγματα を伴い「教説を文言ごと奪い取られている(デモクリトス)」を意味する。与格 Δημοκρίτῳ は ζυγομαχεῖν(言い争う)の補語である。

  3. 18οἷαι συνελθοῦσαι σοφὸν ἂν ἐγέννησαν

    関係代名詞 οἷαι の導く節内に ἄν+直説法アオリスト ἐγέννησαν が置かれた過去の潜在(可能)構文。分詞 συνελθοῦσαι は条件・状況を表し、「結合すれば賢者を生み出すであろうような(原子)」を意味する。

  4. 18αὐτοὺς ἑαυτοὺς ἐπαινεῖν

    先行する τοιοῦτον κακὸν ποιεῖ(そのような悪をもたらす)の内容を具体的に規定する説明的(同格的)不定詞。主語は対格 αὐτούς で示され、再帰代名詞 ἑαυτούς と重なることで「彼ら自身が自らを称賛する」という自己欺瞞的・自画自賛的な強調を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:18