- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ディアドゥメノスは、ストア派が善を「自然に適ったものの獲得」ではなく「それらの合理的選別」と規定し、目的と行為の整合性を崩している点を批判する。彼は弓術の比喩や手段と目的の逆転を挙げ、彼らの教説が常識的観念を著しく転倒させていると糾弾する。
ΔΙΑΔΟΥΜ. παρὰ τὴν ἔννοιάν ἐστι δύο τέλη καὶ σκοποὺς προκεῖσθαι τοῦ βίου, καὶ μὴ πάντων, ὅσα πράττομεν, ἐφʼ ἕν τι γίγνεσθαι τὴν ἀναφορὰν ἔτι δὲ μᾶλλόν ἐστι παρὰ τὴν ἔννοιαν ἄλλο μὲν εἶναι τέλος, ἐπʼ ἄλλο δὲ τῶν πραττομένων ἕκαστον ἀναφέρεσθαι τούτων δʼ αὐτοὺς ὑπομένειν ἀνάγκη θάτερον. εἰ γὰρ αὐτὰ μὲν τὰ πρῶτα κατὰ φύσιν1 ἀγαθὰ μή ἐστιν, ἡ δʼ εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρʼ ἑαυτὸν ποιεῖν ἕκαστον ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπʼ ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν, τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν. εἴπερ γὰρ οἴονται μὴ στοχαζομένους μηδʼ ἐφιεμένους τοῦ τυχεῖν ἐκείνων τὸ τέλος ἔχειν, ἀλλʼ οὗ δεῖ ἐκεῖνα ἀναφέρεσθαι, τὴν τούτων ἐκλογὴν καὶ μὴ ταῦτα· τέλος μὲν γὰρ τὸ ἐκλέγεσθαι καὶ λαμβάνειν ἐκεῖνα φρονίμως· ἐκεῖνα δʼ αὐτὰ καὶ τὸ τυγχάνειν αὐτῶν οὐ τέλος, ἀλλʼ ὥσπερ ὕλη τις ὑπόκειται τὴν ἐκλεκτικὴν ἀξίαν2 ἔχουσα· τοῦτο γὰρ οἶμαι καὶ τοὔνομα λέγειν καὶ γράφειν αὐτούς, ἐνδεικνυμένους τὴν διαφοράν. ΛΑΜΠΡ. Ἀνδρικῶς μὲν ἀπομεμνημόνευκας καὶ ὃ λέγουσι καὶ ὡς λέγουσι. ΔΙΑΔΟΥΜ. σκόπει δʼ ὅτι ταὐτὸ πάσχουσι τοῖς τὴν σκιὰν ὑπεράλλεσθαι τὴν ἑαυτῶν ἐφιεμένοις· οὐ γὰρ ἀπολείπουσιν ἀλλὰ συμμεταφέρουσι τὴν ἀτοπίαν τῷ λόγῳ, πορρωτάτω τῶν ἐννοιῶν ἀφισταμένην. ὡς γὰρ εἰ τοξεύοντα φαίη τις οὐχὶ πάντα ποιεῖν τὰ παρʼ αὑτὸν ἕνεκα τοῦ βαλεῖν τὸν σκοπὸν ἀλλʼ ἕνεκα τοῦ πάντα ποιῆσαι τὰ παρʼ αὑτόν, αἰνίγμασιν ὅμοια καὶ τεράστια δόξειεν ἂν περαίνειν3 οὕτως οἱ τριπέμπελοι βιαζόμενοι μὴ τὸ τυγχάνειν τῶν κατὰ φύσιν τοῦ στοχάζεσθαι τῶν κατὰ φύσιν εἶναι τέλος, ἀλλὰ τὸ λαμβάνειν τὸ ἐκλέγεσθαι, μηδὲ τὴν ἔφεσιν τῆς ὑγιείας καὶ δίωξιν εἰς τὸ ὑγιαίνειν ἑκάστῳ τελευτᾶν, ἀλλὰ τοὐναντίον τὸ ὑγιαίνειν ἐπὶ τὴν ἔφεσιν αὐτοῦ καὶ δίωξιν ἀναφέρεσθαι, περιπάτους τινὰς καὶ ἀναφωνήσεις καὶ τομὰς νὴ Δία καὶ φαρμακείας εὐλογίστους τέλη ποιούμενοι τῆς ὑγιείας, οὐχὶ τούτων ἐκείνην, ὅμοια ληροῦσι τῷ λέγοντι "δειπνῶμεν, ἵνα θύωμεν, ἵνα λουώμεθα" μᾶλλον δʼ ἐκεῖνος εἰωθός τι καὶ νενομισμένον ἀλλάττει καὶ ταράττει τὴν τάξιν· ἃ δʼ οὗτοι λέγουσι τὴν πᾶσαν ἔχει τῶν πραγμάτων ἀνατροπὴν καὶ σύγχυσιν "οὐ σπουδάζομεν εὐκαίρως περιπατεῖν ἕνεκα τοῦ πέττειν τὴν τροφὴν ἀλλὰ πέττειν τὴν τροφὴν ἕνεκα τοῦ περιπατεῖν εὐκαίρως" ἦπου καὶ τὴν ὑγίειαν ἡ φύσις τοῦ ἐλλεβόρου χάριν πεποίηκεν, οὐ τῆς ὑγιείας τὸν ἐλλέβορον. τί γὰρ ἄλλο καταλείπεται αὐτοῖς εἰς ὑπερβολὴν παραδοξολογίας ἢ τοιαῦτα ληρεῖν; τί γὰρ διαφέρει τοῦ λέγοντος γεγονέναι τὴν ὑγίειαν τῶν φαρμάκων ἕνεκα, μὴ τὰ φάρμακα τῆς ὑγιείας, ὁ τὴν ἐκλογὴν τὴν περὶ τὰ φάρμακα καὶ σύνθεσιν καὶ χρῆσιν αὐτῶν αἱρετωτέραν ποιῶν τῆς ὑγιείας μᾶλλον τὴν μὲν οὐδʼ ὅλως αἱρετὸν ἡγούμενος, ἐν δὲ τῇ περὶ ἐκεῖνα πραγματείᾳ τὸ τέλος τιθέμενος καὶ ἔφεσιν ἀποφαίνων τέλος τῆς τεύξεως, οὐ τῆς ἐφέσεως τὴν τεῦξιν; "τῇ γὰρ ἐφέσει νὴ Δία τὸ εὐλογίστως καὶ τὸ φρονίμως πρόσεστι" πάνυ μὲν οὖν, φήσομεν, ἂν ὡς πρὸς τέλος ὁρᾷ τὴν τεῦξιν ὧν διώκει καὶ τὴν κτῆσιν εἰ μή, τὸ εὐλόγιστον αὐτῆς ἀφαιρεῖται, πάντα ποιούσης ἕνεκα τοῦ τυχεῖν, οὗ τυχεῖν οὐ σεμνὸν οὐδὲ μακάριόν ἐστι.
ディアドゥメノス: 生の目的や的が二つ設定され、我々が為すすべての事柄の差し向け先が単一のものとならないことは、常識的な観念に反しています。そして、目的が一方にあるのに、為される事柄の各々が別のものへと差し向けられることは、さらにいっそう観念に反しています。ところが彼らは、この二つのうちいずれか一方を甘受せざるを得ないのです。なぜなら、もし自然に適った第一の事物そのものが善ではなく、それらの道理に適った選別と摂取、ならびに自然に適った第一の事物を手に入れるために各自が手ずから行いうるすべてを尽くすこと[が善であるとする]なら、為されるすべての事柄は、自然に適った第一の事物を手に入れること、まさにそのことへと差し向けられねばならないからです。彼らは、それらを手に入れることを的とせず、求めることもなしに目的を把持できると考えており、むしろそれらの事物が差し向けられるべき基準は、それら自身の選別であって、事物そのものではないと考えているからです。というのも、彼らにとっては、それらを思慮深く選別し摂取することが目的なのであり、事物そのものやそれを手に入れることは目的ではなく、いわば選別的価値を持つ質料のようなものとして基底に置かれているからです。彼らがこのような名称を語り書き記すのも、その区別を指し示すためだと私は思います。 ランプリアス: 君は彼らの語る事柄とその語り方の双方を、まことに見事に記憶し再現したね。 ディアドゥメノス: だが、自らの影を飛び越えようと欲する者たちと同じ目にあっていることを見るがよい。彼らはその不条理から抜け出しているのではなく、常識的な観念から最も遠く隔たったその不条理を、自らの言論とともに引きずり回しているのだから。それはあたかも、弓を引く者が全力を尽くすのは的を射るためではなく、全力を尽くすためなのだと誰かが語ったなら、謎かけや奇怪な話に類することを言いなしていると思われるようなものである。同様に、この甚だしく老耄した者たちが、自然に適ったものを手に入れることが自然に適ったものを目指すことの目的ではなく、摂取することや選別することこそが目的であると強弁し、健康への意欲や追求が各自にとって健康であることへと帰着するのではなく、逆に健康であることが健康への意欲や追求へと差し向けられるとし、あろうことか散歩や発声、そして誓って言うが、切開や道理に適った投薬を健康の目的とし、健康をそれらの目的とはしない時、彼らは、「夕食をとろう、犠牲を捧げるために、水浴するために」と語る者と同じような戯言を言っているのである。いやむしろ、その者は慣習的で定められた順序を入れ替えて混乱させているにすぎないが、彼らの語る事柄は事物の完全な転倒と混乱を含んでいる。 「我々は食物を消化するために時宜に適って散歩することに励むのではなく、時宜に適って散歩するために食物を消化するのだ」と。まったく、自然はヘレボルス草のために健康を造ったのであり、健康のためにヘレボルス草を造ったのではないとでも言うのだろうか。これほどの逆説の極致において、彼らにこのような戯言を弄する以外に何が残されているというのか。健康が薬のために生じたのであって、薬が健康のために生じたのではないと語る者と、薬に関する選別や調合や使用を健康そのものよりも選択に値するものとし、健康を全く選択に値しないと見なし、それらに関する営為の中に目的を置き、意欲が獲得の目的であって、獲得が意欲の目的ではないと言い張る者との間に、一体いかなる違いがあるというのか。 「しかし、ゼウスにかけて、意欲には道理に適っていることと思慮深さが伴っているのだ。」 まさにその通りだ、と我々は答えよう、もしその意欲が、追求するものの獲得と所有を目的として見据えているならば。もしそうでなければ、その意欲から道理に適っていることは奪い去られる。手に入れたところで尊くも幸いでもないものを手に入れるために、全力を尽くすことになるのだから。
- 26εἰ γὰρ αὐτὰ μὲν τὰ πρῶτα κατὰ φύσιν ἀγαθὰ μή ἐστιν, ἡ δʼ εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρʼ ἑαυτὸν ποιεῖν ἕκαστον ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπʼ ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν, τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν.
εἰ 節の後半部(ἡ δʼ εὐλόγιστος ἐκλογὴ...)において述語動詞または述語形容詞(ἀγαθόν ἐστιν など)が文脈上省略されており、後続の主節(ἐπʼ ἐκεῖνο δεῖ...)とアナコルートン(破格構文)気味に接続している。主節末尾の「τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν」は「ἐπʼ ἐκεῖνο」を具体的に説明する同格句である。
- 26τὴν ἐκλεκτικὴν ἀξίαν
ストア派特有の術語。絶対的な善(徳)に帰属する本質的価値ではなく、無差別なもの(adiaphora)のうち自然に適ったもの(proēgmena)が持つ「選別されるに値する価値」を指す。直後の「τοῦτο γὰρ οἶμαι καὶ τοὔνομα λέγειν」はその専門用語としての使用を意識した言及である。
- 26ὡς γὰρ εἰ τοξεύοντα φαίη τις οὐχὶ πάντα ποιεῖν τὰ παρʼ αὑτὸν ἕνεκα τοῦ βαλεῖν τὸν σκοπὸν ἀλλʼ ἕνεκα τοῦ πάντα ποιῆσαι τὰ παρʼ αὑτόν, αἰνίγμασιν ὅμοια καὶ τεράστια δόξειεν ἂν περαίνειν
ὡς εἰ(あたかも〜のように)に導かれる仮定構文。主節の述語は ἄν を伴う希求法(δόξειεν ἄν)であり、φαίη τις(潜在・仮定の希求法)と呼応している。弓術の比喩(Antipater 等のストア派が skopos と telos を区別するために用いた議論)に対する反論の骨格をなす。
