← プルタルコス

ストア派の自己矛盾について

§45-46

宇宙の存続と摂理および可能性と運命の矛盾

クリュシッポスが宇宙の存続を場所の偶然的占有に帰したことで摂理の働きを損ねていると批判し、さらに彼の可能性の定義が必然的な運命の教説と両立せず矛盾に陥っていることを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§45

καὶ ταῦτα μὲν ἔχει μεγάλας ὑπεναντιώσεις πρὸς τὸν φυσικὸν λόγον· ἐκεῖνο δʼ ἤδη καὶ πρὸς τὸν περὶ θεοῦ καὶ προνοίας, τὸ τὰ μικρότατα τῶν αἰτίων τούτοις ἀνατιθέντα τὸ κυριώτατον ἀφαιρεῖσθαι καὶ μέγιστον.1 τί γάρ ἐστι κυριώτερον τῆς τοῦ κόσμου διαμονῆς καὶ τοῦ τὴν οὐσίαν ἡνωμένην τοῖς μέρεσι συνέχεσθαι πρὸς αὑτήν; ἀλλὰ τοῦτό γε συμπέπτωκεν αὐτομάτως κατὰ Χρύσιππον. εἰ γὰρ ἡ τοῦ τόπου κατάληψις αἰτία τῆς ἀφθαρσίας ἐστὶν αὕτη δὲ συντυχίᾳ γέγονε, δῆλον ὅτι συντυχίας ἔργον ἡ σωτηρία τῶν ὅλων ἐστίν, οὐχ εἱμαρμένης καὶ προνοίας.

そしてこれらの論点は自然学の議論に対して大きな矛盾を抱えているが、次に挙げる事柄はすでに神と摂理についての議論に対しても矛盾を抱えている。すなわち、原因のうち最も微小なものをこれらに帰しながら、最も決定的で最大な原因を奪い去っていることである。実体がその諸部分と結びついて自己自身へと維持されることや、宇宙の存続以上に決定的なものが何であろうか。だがクリュシッポスによれば、まさにこのことが偶然に生じたのである。もし場所の占有が不可滅性の原因であり、これが巡り合わせによって生じたのなら、全宇宙の保全は巡り合わせの業であって、運命や摂理の業ではないことは明らかである。

§46

ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς εἱμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δὲ δυνατὰ πολλὰ τῶν μὴ καθʼ εἱμαρμένην ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων, ἢ ἡ εἱμαρμένη τὴν δύναμιν ἀπόλλυσιν ἢ, τοιαύτης, οἵαν ἀξιοῖ Χρύσιππος, οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται.2 καὶ πᾶν μὲν ἀληθὲς ἀναγκαῖον ἔσται τῇ κυριωτάτῃ πασῶν ἀνάγκῃ κατειλημμένον· πᾶν δὲ ψεῦδος ἀδύνατον, τὴν μεγίστην ἔχον αἰτίαν ἀντιπίπτουσαν αὐτῷ πρὸς τὸ ἀληθὲς γενέσθαι. ᾧ γὰρ ἐν θαλάσσῃ πεπρωμένον ἐστὶν ἀποθανεῖν, πῶς ἅμʼ οἷόν τε τοῦτον ἐπιδεκτικὸν εἶναι τοῦ ἐν γῇ ἀποθανεῖν; τί δέ; τὸν Μεγαροῖ δυνατόν ἐστιν ἐλθεῖν εἰς Ἀθήνας ὑπὸ τῆς εἱμαρμένης κωλυόμενον;

また、彼において可能的なものに関する議論が、運命に関する議論といかに矛盾していないと言えようか。もしディオドロスにおけるように、真であるか真になるであろうものだけが可能なのではなく、生じることを受け入れうるものすべてが、たとえ生じる見込みがなかろうとも可能であり、無敵で強制しがたく万物を支配する運命に従わない事柄の多くが可能であることになるならば、運命がその力を失うか、さもなくばクリュシッポスが主張するような運命であるとするなら、生じることを受け入れうるものがしばしば不可能なものへと陥ってしまうかのどちらかである。そうなれば、すべての真なるものはあらゆる必然のうち最も決定的なものによって捉えられて必然的となり、すべての偽なるものは、真となることに対して立ちはだかる最大の反対原因を持つがゆえに不可能なものとなるであろう。なぜなら、海で死ぬことが運命づけられている者について、この者が陸で死ぬことを受け入れうるということが、どうして同時に成り立ちえようか。さらにまた、メガラにいる者が運命によって妨げられているのに、アテナイへ行くことが可能だというのだろうか。

構文注2 件
  1. 45ἐκεῖνο δʼ ἤδη καὶ πρὸς τὸν περὶ θεοῦ καὶ προνοίας, τὸ τὰ μικρότατα τῶν αἰτίων τούτοις ἀνατιθέντα τὸ κυριώτατον ἀφαιρεῖσθαι καὶ μέγιστον

    前文の ἔχει μεγάλας ὑπεναντιώσεις を受けた省略文であり、指示代名詞 ἐκεῖνο の具体的な内容を、中性定冠詞を伴う不定詞句 τὸ ... ἀφαιρεῖσθαι が同格として説明している。不定詞 ἀφαιρεῖσθαι に先行する分詞 ἀνατιθέντα は対格男性単数で、不定詞の意味上の主語(クリュシッポス)と一致している。

  2. 46εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δὲ δυνατὰ πολλὰ τῶν μὴ καθʼ εἱμαρμένην ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων, ἢ ἡ εἱμαρμένη τὴν δύναμιν ἀπόλλυσιν ἢ, τοιαύτης, οἵαν ἀξιοῖ Χρύσιππος, οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται.

    多重の前提節から帰結へと至る長大な条件構文。εἰ で導かれる条件節が οὐκ ἔστι ... ἀλλὰ πᾶν ... δυνατόν ἐστιν(ディオドロス的可能の否定とクリュシッポス的可能の提示)を経て、さらに ἔσται δὲ δυνατὰ πολλὰ τῶν μὴ καθʼ εἱμαρμένην...(運命に従わない可能的事態の存在)まで続く。これに対する帰結節(apodosis)は ἢ ἡ εἱμαρμένη ... ἢ ... ἐμπεσεῖται の二者択一形式であり、「運命が無力化するか、あるいは受容性を有するものが不可能に帰するか」のジレンマを示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:45-46