← プルタルコス

ストア派の自己矛盾について

§33-34

悪徳の原因としての神と普遍的摂理の矛盾

プルタルコスは、戦争が悪徳から生じる以上、神が戦争を起こすなら悪徳の副因にもなるはずであり、神を恥ずべきことの原因としない主張と矛盾すると論じる。さらに、万事が共通の自然と摂理に従って生じるという宿命論をとれば、あらゆる犯罪や悪徳までもが神の摂理に従うことになり、違法や不正の概念そのものが崩壊すると批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§33

τοῦτο μὲν οὖν ἔλαττόν ἐστιν ἐκεῖνο δὲ μεῖζον· οὐδεὶς γὰρ φύεται ἀνθρώποις πόλεμος ἄνευ κακίας, ἀλλὰ τὸν μὲν φιληδονία τὸν δὲ πλεονεξία τὸν δὲ φιλοδοξία τις ἢ φιλαρχία συρρήγνυσιν. οὐκοῦν εἰ πολέμους ὁ θεὸς ἐνεργάζεται, καὶ κακίας,1 παροξύνων καὶ διαστρέφων τοὺς ἀνθρώπους. καίτοι λέγει δʼ αὐτὸς ἐν τῷ περὶ τοῦ Δικάζειν καὶ πάλιν ἐν τῷ δευτέρῳ περὶ Θεῶν ὡς τῶν αἰσχρῶν τὸ θεῖον παραίτιον γίγνεσθαι οὐκ εὔλογόν ἐστιν· ὃν τρόπον γὰρ οὔτε νόμος τοῦ παρανομεῖν παραίτιος γένοιτʼ ἂν οὔθʼ οἱ θεοὶ τοῦ ἀσεβεῖν, οὕτως εὔλογον μηδʼ αἰσχροῦ μηδενὸς εἶναι παραιτίους. τί οὖν αἴσχιον ἀνθρώποις φθορᾶς ὑπʼ ἀλλήλων γιγνομένης, ἧς φησι Χρύσιππος ἐνδιδόναι τὰς ἀρχὰς τὸν θεόν; ἀλλὰ νὴ Δία φήσει τις· ἐπαινεῖν πάλιν τοῦ Εὐριπίδου λέγοντος "εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὔκ εἰσιν θεοί" καί "τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς·" ὥσπερ ἡμῶν ἄλλο τι νῦν πραττόντων ἢ τὰς ἐναντίας αὐτοῦ φωνὰς καὶ ὑπολήψεις παρατιθεμένων.2 οὐ μὴν ἀλλʼ αὐτό γε τοῦτο τὸ νῦν ἐπαινούμενον οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρὶς ἀλλὰ μυριάκις ἔσται πρὸς Χρύσιππον εἰπεῖν "τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς." πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀίδιον τῆς κινήσεως κυκεῶνι παρεικάσας, ἄλλα ἄλλως στρέφοντι καὶ ταράσσοντι τῶν γιγνομένων, ταῦτʼ εἴρηκεν· οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτʼ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες εἴτε πεπηρωμένοι εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί. καὶ πάλιν μετʼ ὀλίγον κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλήσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς ἔφην. καὶ μετʼ ὀλίγον ἃπασαν ἀναιρῶν ἀμφιβολίαν οὐδὲν γὰρ ἔστιν ἄλλως τῶν κατά μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον. ὅτι δʼ ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπʼ αὐτῶν· καὶ τὸ Διὸς δʼ ἐτελείετο βουλή, τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς, ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθʼ ἣν πάντα διοικεῖται. πῶς οὖν ἅμα μὲν οὐδενὸς αἰσχροῦ παραίτιος ὁ θεός, ἅμα δʼ οὐδὲ τοὐλάχιστον ἐνδέχεται γίγνεσθαι ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ τὸν ἐκείνης λόγον; ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ τὰ αἰσχρὰ δήπουθὲν ἐστιν. καίτοι ὁ μὲν Ἐπίκουρος ἁμωσγέπως στρέφεται καὶ φιλοτεχνεῖ, τῆς ἀιδίου κινήσεως μηχανώμενος ἐλευθερῶσαι καὶ ἀπολῦσαι τὸ ἑκούσιον ὑπὲρ τοῦ μὴ καταλιπεῖν ἀνέγκλητον τὴν κακίαν· ὁ δὲ Χρύσιππος ἀναπεπταμένην παρρησίαν αὐτῇ δίδωσιν, ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθʼ εἱμαρμένην ἀλλὰ καὶ κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην.3 ἔτι δὲ καὶ ταῦθʼ ὁρᾶται κατὰ λέξιν οὕτως ἔχοντα· τῆς γὰρ κοινῆς φύσεως εἰς πάντα διατεινούσης, δεήσει πᾶν τὸ ὁπωσοῦν γιγνόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατʼ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς ἀκωλύτως· διὰ τὸ μήτʼ ἔξωθεν εἶναι τὸ ἐνστησόμενον τῇ οἰκονομίᾳ μήτε τῶν μερῶν μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν. τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι φιληδονίαι φιλοδοξίαι δειλίαι ἀδικίαι· κινήσεις δὲ μοιχεῖαι κλοπαὶ προδοσίαι ἀνδροφονίαι πατροκτονίαι. τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν· ὥστε μὴ γίγνεσθαι παρὰ τὸν νόμον τὸ παρανομεῖν μηδὲ παρὰ τὴν δίκην τὸ ἀδικεῖν μηδὲ παρὰ τὴν πρόνοιαν τὸ κακοποιεῖν.

ところで、これは小さな問題であり、次のことこそより重大である。すなわち、いかなる戦争も悪徳なしに人間に生じることはなく、ある戦争は快楽への執着が、別の戦争は強欲が、また別の戦争は何らかの野心や権力欲が勃発させる。それゆえ、もし神が戦争を引き起こすのだとすれば、人間たちを刺激し歪めることで悪徳をも引き起こしていることになる。もっとも、彼自身『裁くことについて』の中で、また再び『神々について』第二巻で次のように述べている。 「恥ずべき諸事の副因に神的なものがなるということは理にかなっていない。法が法を犯すことの副因にはなりえず、神々が不敬であることの副因にはなりえないのと同様に、いかなる恥ずべきことの副因にもならないのが理にかなっているからである。」 それなら、人間たちにとって、クリュシッポスが神がその端緒を与えると言う、互いによる破滅以上のどんな恥ずべきことがあるというのか。しかし誓って誰かが言うであろう、彼はまた「神々が何か恥ずべきことを行うなら、彼らは神ではない」と語るエウリピデスを称賛しており、また「神々を責めるとは、最も安易なことを汝は言った」という言葉をも称賛しているのだと。 まるでわれわれがいま、彼の相反する発言や思いなしを並置する以外のことをしているかのようである。 それどころか、いま称賛されているまさにこの台詞は、一度や二度や三度ならず、幾万回もクリュシッポスに対して言うことができるであろう。 「神々を責めるとは、最も安易なことを汝は言った」と。 というのも、まず彼は『自然について』第一巻において、運動の永遠性を、生じる諸事をあれこれさまざまに回転させ攪乱するキュケオン(混ぜ合わされた飲み物)に喩えたうえで、次のように述べているからである。 「このように万物の統治が進む以上、われわれがどのような状態にあろうとも、それにしたがってその状態にあることが必然であり、それが各人の本来の自然に反して病んでいようと、身体が不自由であろうと、あるいは文法家や音楽家になっていようと変わらない。」 そして少しのちに再びこう述べる。 「そしてこの論理によれば、われわれの徳についても悪徳についても、また私が述べたように技術一般や技術の欠如一般についても同様のことを語ることになる。」 さらに少しのちに、あらゆる疑念を排除してこう述べる。 「なぜなら、個々の事物のうちいかなるものも、最小のものさえ、共通の自然にしたがいそのロゴスにしたがう以外に、別の仕方で生じることはありえないからである。」 ところで、共通の自然および自然の共通のロゴスが、運命であり摂理でありゼウスであることは、対蹠地の人々にとっても知らぬことではない。彼らによってこれらは至る所で語り草にされているからである。そして、「ゼウスの意志は成し遂げられつつあった」という詩句をホメロスが正しく述べたのであり、それは万物がそれによって統治されている運命と万物の自然へと帰着させているのだとクリュシッポスは言う。それなら、神がいかなる恥ずべきことの副因にもならないと同時に、最小のことさえ共通の自然とそのロゴスにしたがう以外には生じえないということが、どうして両立するのか。生じるすべての事物のうちには、恥ずべきことどもも間違いなく含まれているからである。もっとも、エピクロスは悪徳を非難されざるまま放置しないために、永遠の運動から自由意志を解放し解き放とうと工夫して、どうにかこうにか身をよじり技巧を凝らしている。これに対してクリュシッポスは、悪徳に対しあけすけな放縦さを与えており、悪徳は必然や運命にしたがって生じたばかりか、神のロゴスにしたがい最善の自然にしたがって生じたのだと主張する。さらに、以下のことも文字通りこう書かれているのが見て取れる。 「共通の自然が万物に行き渡っている以上、全体において、また部分のいかなるものにおいてどのように生じるものもすべて、共通の自然とそのロゴスにしたがって順序正しく妨げられることなく生じることが必然となる。統治に対立するものが外側には存在せず、部分のいずれも共通の自然にしたがう以外の仕方で動かされたり状態づけられたりする余地をもたないからである。」 それでは、部分の状態づけや運動とは何であるのか。状態づけとは諸々の悪徳や病、すなわち金銭欲、快楽欲、名誉欲、臆病、不正であり、運動とは姦通、窃盗、裏切り、殺人、親殺しであることは明白である。これらについてクリュシッポスは、小なるものも大なるものもゼウスのロゴスと法と正義と摂理に反するものは何一つないとみなしている。したがって、法を犯すことが法に反して生じることはなく、不正を働くことが正義に反して生じることもなく、悪事を行うことが摂理に反して生じることもないことになるのである。

構文注3 件
  1. 33καὶ κακίας

    前の節の動詞 ἐνεργάζεται を補って読む構文的省略(zeugma / ellipsis)。条件節 εἰ πολέμους ὁ θεὸς ἐνεργάζεται(もし神が戦争を引き起こすなら)に対応して、帰結節では「[神は]悪徳をも[引き起こしていることになる]」と動詞を補う。

  2. 33ὥσπερ ἡμῶν ἄλλο τι νῦν πραττόντων ἢ τὰς ἐναντίας αὐτοῦ φωνὰς καὶ ὑπολήψεις παρατιθεμένων

    ὥσπερ に導かれる属格絶対構文(πραττόντων ... παρατιθεμένων)であり、仮想的・反語的な根拠を表す。ἄλλο τι ... ἤ は「〜以外の何か」を意味する慣用表現で、「まるでわれわれが彼の矛盾する言葉と思想を並置する以外のことをしているかのようだ」と批判者を皮肉っている。

  3. 34ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθʼ εἱμαρμένην ἀλλὰ καὶ κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην

    与格分詞 πεποιημένῃ は直前の代名詞 αὐτῇ(=κακίᾳ)と性・数・格が一致し、接続詞 ὡς を伴ってクリュシッポスの見解・主張の内容(「〜であるかのように/〜として」)を表す。受動の意味で「悪徳が必然や運命によってのみならず、神のロゴスや最善の自然に従って作られたものとして」と解される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:33-34