← プルタルコス

プラトン哲学に関する諸問題

§3.2

線分の比喩における可知的な切片の優越性

前節の議論に対する反論として、可知的なものは感覚的なものを包摂し神的な領域に属するため、可知的なものの切片こそが大きいとする論拠が提示される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.2

πρὸς δὲ τοὐναντίον εἴποι τις ἂν πρῶτον, ὅτι συγκρίνοντες τὰ αἰσθητὰ τοῖς νοητοῖς τρόπον τινὰ τὰ θνητὰ τοῖς θείοις ἐξισοῦμεν ὁ γὰρ θεὸς ἐν τοῖς νοητοῖς. ἔπειτα πανταχοῦ δήπου τὸ περιεχόμενον ἔλαττόν ἐστι τοῦ περιέχοντος, ἡ δὲ τοῦ παντὸς φύσις τῷ νοητῷ περιέχει τὸ αἰσθητόν· ὁ γὰρ θεός τὴν ψυχὴν εἰς τὸ μέσον θεὶς διὰ παντὸς τʼ ἔτεινε καὶ ἔξωθεν τὰ σώματα αὐτῇ περιεκάλυψεν.1 ἔστι δʼ ἀόρατος ἡ ψυχὴ καὶ πάσαις ταῖς αἰσθήσεσιν ἀναίσθητος ὡς ἐν τοῖς Νόμοις εἴρηται· διὸ καὶ φθαρτὸς ἡμῶν εἷς ἕκαστός ἐστιν, ὁ δὲ κόσμος οὐ φθαρησόμενος· ἡμῶν μὲν γὰρ ἑκάστου τὴν ζωτικὴν δύναμιν ἐντὸς περιέχει τὸ θνητοειδὲς καὶ διαλυτόν, ἐν δὲ τῷ κόσμῳ τοὐναντίον, ὑπὸ τῆς κυριωτέρας ἀρχῆς καὶ κατὰ ταὐτὰ ὡσαύτως ἐχούσης ἀεὶ σῴζεται τὸ σωματικὸν ἐν μέσῳ περιεχόμενον. καὶ μὴν ἀμερές γε λέγεται καὶ ἀμέριστον τὸ μὲν σῶμα μικρότητι, τὸ δʼ ἀσώματον καὶ νοητὸν ὡς ἁπλοῦν καὶ εἰλικρινὲς2 καὶ καθαρὸν ἁπάσης στερεότητος καὶ διαφορᾶς. καὶ ἄλλως εὔηθές ἐστι τοῖς σωματικοῖς τεκμαίρεσθαι περὶ τῶν ἀσωμάτων. τὸ γοῦν νῦν ἀμερὲς μὲν καλεῖται καὶ ἀμέριστον, ἅμα δὲ πανταχοῦ ἐνέστηκε καὶ οὐδὲν αὐτοῦ τῆς οἰκουμένης μέρος ἔρημόν ἐστιν, ἀλλὰ καὶ πάθη πάντα καὶ πράξεις φθοραί τε πᾶσαι καὶ γενέσεις αἱ ὑπὸ τὸν κόσμον ἐν τῷ νῦν περιέχονται. κριτήριον δὲ τοῦ νοητοῦ μόνον ἐστὶν ὁ νοῦς, ὡς φωτὸς ὄψις, διʼ ἁπλότητα καὶ ὁμοιότητα· τὰ δὲ σώματα, πολλὰς διαφορὰς ἔχοντα καὶ ἀνομοιότητας, ἄλλα ἄλλοις κριτηρίοις ὥσπερ ὀργάνοις ἁλίσκεσθαι πέφυκεν. ἀλλὰ μὴν οὐδὲ τῆς ἐν ἡμῖν νοητῆς καὶ νοερᾶς δυνάμεως καταφρονοῦσιν ὀρθῶς· πολλὴ γὰρ οὖσα καὶ μεγάλη περίεστι παντὸς τοῦ αἰσθητοῦ καὶ μέχρι τῶν θείων ἐξικνεῖται. τὸ δὲ μέγιστον αὐτὸς ἐν Συμποσίῳ διδάσκων,3 πῶς δεῖ τοῖς ἐρωτικοῖς χρῆσθαι, μετάγοντα τὴν ψυχὴν ἀπὸ τῶν αἰσθητῶν καλῶν ἐπὶ τὰ νοητά, παρεγγυᾷ μήτε σώματός τινος μήτε ἐπιτηδεύματος μήτʼ ἐπιστήμης κάλλει μιᾶς ὑποτετάχθαι καὶ δουλεύειν, ἀλλʼ ἀποστάντα τῆς περὶ ταῦτα μικρολογίας ἐπὶ τὸ πολὺ τοῦ καλοῦ πέλαγος τρέπεσθαι

他方、これに対する反対論として、まず第一に、感覚的なものを可知的なものと比較することは、ある意味で死すべきものを神的なものと同等視することになると言えるであろう。というのも神は可知的なものの中にあるからである。次に、包摂されるものは包摂するものよりも小さいというのが通則であるが、全宇宙の自然は可知的なものによって感覚的なものを包摂している。実際、神は魂を中心へと据え、全体に張り巡らし、外側からも物体を魂で包み込んだからである。 そして魂は、『法律』において述べられているように不可視であり、あらゆる感覚にとって知覚不能である。それゆえ我々の一人ひとりは死すべきものであるのに対し、宇宙は滅びることがない。というのも我々各人においては生命力が内側に死すべき性質のものや解体されうるものによって包み込まれているのに対し、宇宙においてはその逆であり、より主権的で常に同一を保つ始基によって、物体的なものが中央に包み込まれて常に救われているからである。さらに実際、物体が「部分をもたぬ(不可分)」と言われるのはその小ささによるが、非物体的なものや可知的なものがそう言われるのは、すべての堅固さや差異から無縁な、単純で混じりけのない純粋なものとしてである。それにまた、非物体的なものについて物体的なものから推し量るのは愚かなことである。現に「今」は部分をもたず不可分と呼ばれながら、同時に至る所に現前し、居住地域のいかなる部分もそれから見捨てられてはおらず、むしろ宇宙のもとにあるあらゆる経験、行為、消滅、生成が「今」の中に包摂されているのである。また、可知的なものの判定基準が知性のみであるのは、光に対する視覚のように、単純さと類似性のゆえである。これに対して物体は、多くの差異と非類似性をもつため、それぞれ異なる判定基準によって、あたかも器官によるかのように捉えられるのがその本性である。そればかりか、我々のうちにある可知的・知的な能力を過小評価するのも正しくない。なぜならそれは豊かで広大であり、あらゆる感覚的なものを凌駕し、神的なものにまで達するからである。そして最大のこととして、〔プラトン〕自身が『饗宴』において、感覚的な美しいものから可知的なものへと魂を導きながら、どのようにエロースに関する事柄を扱うべきかを教えつつ、いかなる一つの身体の美にも、一つの慣行の美にも、一つの学問の美にも服属して隷属することなく、これらをめぐる些細さから離れ、美の広大な大海へと向かうよう命じているのである。

構文注3 件
  1. 3.2ἔξωθεν τὰ σώματα αὐτῇ περιεκάλυψεν

    与格 αὐτῇ は女性単数代名詞で先行詞である ψυχή(魂)を指す。「身体を(魂の)外側から覆った」のではなく、「外側から身体を魂で覆った(包み込んだ)」という道具・手段の与格(または被覆の与格)として解する。これは『ティマイオス』34bにおける魂が身体を外側からも包むという記述を念頭に置いた構文である。

  2. 3.2ἀμερὲς μὲν καλεῖται καὶ ἀμέριστον τὸ μὲν σῶμα μικρότητι, τὸ δʼ ἀσώματον καὶ νοητὸν ὡς ἁπλοῦν καὶ εἰλικρινὲς

    ἀμερὲς... καὶ ἀμέριστον は述語形容詞であり、主語は対比される二つの主格名詞句 τὸ μὲν σῶμα と τὸ δʼ ἀσώματον καὶ νοητόν である。前者の根拠を示す原因の与格 μικρότητι に対し、後者では理由を示す ὡς 節相当の句(ὡς ἁπλοῦν...)が対置されている。語順の倒置があるが、二重の対比構文(一方の物体は小ささゆえ、他方の非物体的なものは純粋さゆえ)として明確に整理される。

  3. 3.2τὸ δὲ μέγιστον αὐτὸς ἐν Συμποσίῳ διδάσκων

    τὸ δὲ μέγιστον は文頭で「最大の点として」と提示する副詞的対格(文副詞)の慣用句。主文の骨格は αὐτὸς [Πλάτων] ... παρεγγυᾷ(プラトン自身が命じている)であり、διδάσκων は主語に呼応する分詞。後続する μετάγοντα および ἀποστάντα は、不定詞(χρῆσθαι、および δουλεύειν, τρέπεσθαι)の省略された対格の意味上の主語(美の階梯を昇る一般の修行者)に一致する分詞である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:3.2