← プルタルコス

プラトン哲学に関する諸問題

§1.1-1.4

ソクラテスに産婆役が命じられた理由

神がソクラテスに自ら生むことを禁じて他者の産婆役を命じた理由について、自己批判的な天性、傲慢を砕く浄化の役割、公正な審判者としての無所持、真知が産出ではなく想起に基づくことなどの観点から考察する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1

Τί δήποτε τὸν Σωκράτην ὁ θεὸς μαιοῦσθαι μὲν ἐκέλευσεν ἑτέρους, αὐτὸν δὲ γεννᾶν ἀπεκώλυσεν; ὡς ἐν Θεαιτήτῳ λέγεται. Οὐ γὰρ εἰρωνευόμενὸς γε καὶ παίζων προσεχρήσατο ἂν τῷ τοῦ θεοῦ ὀνόματι. καὶ ἄλλως ἐν τῷ Θεαιτήτῳ πολλὰ μεγάλαυχα καὶ σοβαρὰ Σωκράτει περιτέθεικεν, ὧν καὶ ταῦτʼ ἐστί· πολλοὶ γὰρ δή, ὦ θαυμάσιε, οὕτω πρός με διετέθησαν, ὥστʼ ἀτεχνῶς δάκνειν ἕτοιμοι εἶναι, ἐπειδάν τινα λῆρον αὐτῶν ἀφαιρῶμαι· καὶ οὐκ οἴονταί εὐνοίᾳ τοῦτο ποιεῖν πόρρω ὄντες τοῦ εἰδέναι ὅτι οὐδεὶς θεὸς δύσνους ἀνθρώποις· οὐδʼ ἐγὼ δυσνοίᾳ τοιοῦτον οὐδὲν δρῶ, ἀλλά μοι ψεῦδὸς τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις. πότερον οὖν τὴν ἑαυτοῦ φύσιν ὡς κριτικωτέραν ἢ γονιμωτέραν οὖσαν θεὸν προσεῖπε, καθάπερ Μένανδρος ὁ νοῦς γὰρ ἡμῶν ὁ θεός καὶ Ἡράκλειτος ἦθος ἀνθρώπῳ δαίμων· ἢ θεῖόν τι καὶ δαιμόνιον ὡς ἀληθῶς αἴτιον ὑφηγήσατο1 Σωκράτει τοῦτο τῆς φιλοσοφίας τὸ γένος, ᾧ τοὺς ἄλλους ἐξετάζων ἀεὶ τύφου καὶ πλάνου καὶ ἀλαζονείας καὶ τοῦ βαρεῖς εἶναι πρῶτον μὲν αὑτοῖς εἶτα καὶ τοῖς συνοῦσιν ἀπήλλαττε; καὶ γὰρ ὥσπερ ἐκ τύχης τότε φορὰν γενέσθαι συνέβη σοφιστῶν ἐν τῇ Ἑλλάδι· καὶ τούτοις οἱ νέοι πολὺ τελοῦντες ἀργύριον οἰήματος ἐπληροῦντο καὶ δοξοσοφίας, καὶ λόγων ἐζήλουν σχολὴν καὶ διατριβὰς ἀπράκτους ἐν ἔρισι καὶ φιλοτιμίαις καλὸν δὲ καὶ χρήσιμον οὐδʼ ὁτιοῦν. τὸν οὖν ἐλεγκτικὸν λόγον ὥσπερ καθαρτικὸν ἔχων φάρμακον ὁ Σωκράτης ἀξιόπιστος ἦν ἑτέρους ἐλέγχων τῷ μηδὲν ἀποφαίνεσθαι, καὶ μᾶλλον ἥπτετο δοκῶν ζητεῖν κοινῇ τὴν ἀλήθειαν οὐκ αὐτὸς ἰδίᾳ δόξῃ βοηθεῖν.

神はなぜ、ソクラテスには他者の産婆役を務めるよう命じながら、自らが生むことは禁じたのだろうか。『テアイテトス』で語られているように。 というのも、彼は皮肉や冗談で神の名を引き合いに出したのでは決してないだろうからである。それに他の点でも、『テアイテトス』において彼はソクラテスに多くの誇らしげで重々しい言葉を纏わせているが、その中には次のようなものもある。 「実際、驚くべき人よ、多くの人々が私に対して、私が彼らの何らかのくだらない考えを取り除くと、文字どおり噛みつきかねないほどの態度になっている。そして彼らは、私が好意からこれを行っているとは思わず、人間に対して悪意を持つ神は一人もいないということを知る境地からはほど遠いのである。私自身も悪意からこのようなことをしているのではなく、偽りを認めることや真実を覆い隠すことは、私にとって断じて許されないことなのだ。」 それでは、メナンドロスが「我らの知性こそ神である」と言い、ヘラクレイトスが「人間の性格こそその人の守護神」と言ったように、自らの天性が生殖的であるよりはむしろ批判的であるとして、それを「神」と呼んだのだろうか。 それとも、真に神的な、あるいは超自然的な原因がソクラテスにこの種の哲学の手引きをしたのであり、彼はこの哲学によって他者を常に吟味し、傲慢、迷惘、虚勢、そして何よりもまず自分自身にとって、次には仲間たちにとっても重荷である状態から解放したのだろうか。というのも、まるで偶然のようにその当時ギリシアにソフィストの群れが生じることになったからである。そして彼らに多額の金を払う若者たちは自惚れと思い込みの知恵で満たされ、論争や虚栄心における無益な時間の浪費や議論を熱心に求め、立派で有用なことなど何一つ求めなかった。そこでソクラテスは、反駁の言論をいわば浄化の薬のように携えており、自らは何一つ自説を開陳しないことによって他者を弾劾するのに信頼を得て、自ら私的な見解を弁護するのではなく、共同で真理を探求しているように思われたため、いっそう人々の心を捉えたのである。

§1.2

ἔπειτα τοῦ κρίνειν ὄντος ὠφελίμου, τὸ γεννᾶν ἐμπόδιόν ἐστι. τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον φιλεῖται δὲ τῶν ἰδίων οὐδὲν οὕτως ὡς δόξα καὶ λόγος ὑπὸ τοῦ τεκόντος. ἡ γὰρ λεγομένη τέκνων δικαιοτάτη διανομὴ πρὸς λόγους ἐστὶν ἀδικωτάτη δεῖ γὰρ ἐκεῖ μὲν λαβεῖν τὸ ἴδιον, ἐνταῦθα δέ, κἂν ἀλλότριον ᾖ, τὸ βέλτιστον. ὅθεν ὁ γεννῶν ἴδια γίγνεται φαυλότερος ἑτέρων κριτής. καὶ καθάπερ Ἠλείους τῶν σοφῶν τις ἔφη βελτίους ἂν εἶναι τῶν Ὀλυμπίων ἀγωνοθέτας, εἰ μηδὲ εἷς Ἠλείων ἦν ἀγωνιστής, οὕτως ὁ μέλλων ἐν λόγοις ὀρθῶς ἐπιστατήσειν καὶ βραβεύσειν οὐ δίκαιός ἐστιν αὐτὸς φιλοστεφανεῖν οὐδʼ ἀνταγωνίζεσθαι2 τοῖς κρινομένοις. καὶ γὰρ οἱ τῶν Ἑλλήνων στρατηγοὶ τὴν περὶ τῶν ἀριστείων ψῆφον φέροντες αὑτοὺς ἀρίστους ἔκριναν ἅπαντες· καὶ τῶν φιλοσόφων οὐδεὶς ἔστιν, ὃς οὐ τοῦτο πέπονθε δίχα τῶν ὥσπερ Σωκράτης ὁμολογούντων μηδὲν ἴδιον λέγειν· οὗτοι δὲ καθαροὺς μόνοι καὶ ἀδεκάστους τῆς ἀληθείας παρέχουσιν ἑαυτοὺς δικαστάς. ὥσπερ γὰρ ὁ ἐν τοῖς ὠσὶν ἀήρ, ἂν μὴ σταθερὸς μηδὲ φωνῆς ἰδίας ἔρημος ἀλλʼ ἤχου καὶ ῥοίζου μεστός, οὐκ ἀκριβῶς ἀντιλαμβάνεται τῶν φθεγγομένων· οὕτω τὸ τοὺς λόγους ἐν φιλοσοφίᾳ κρῖνον, ἂν ἔνδοθεν ἀντιπαταγῇ καὶ ἀντηχῇ, δυσξύνετον ἔσται τῶν λεγομένων ἔξωθεν. ἡ γὰρ οἰκεία δόξα καὶ σύνοικος οὐ προσδέξεται τὸ διαφωνοῦν πρὸς αὑτήν, ὡς μαρτυρεῖ τῶν αἱρέσεων τὸ πλῆθος, ὧν, ἂν ἄριστα πράττῃ φιλοσοφία, μίαν ἔχει κατορθοῦσαν, οἰομένας δὲ τὰς ἄλλας ἁπάσας καὶ μαχομένας πρὸς τὴν ἀλήθειαν.3

次いで、判定することが有益であるとすれば、自ら生むことは妨げとなる。なぜなら、愛するものは愛されるものに関して盲目になるからである。そして、自分の所産の中で、意見や言論ほど生みの親に愛されるものはない。子どものいわゆる最も公正な分配は、言論にとっては最も不公正である。というのも、子どもの場合には自分のものを得なければならないが、言論においては、たとえ他人のものであっても最善のものを得なければならないからである。したがって、自説を生み出す者は、他人の説に対する劣った判定者となる。また、知者の一人が、もしエリス人が一人も競技者として参加していなければ、エリス人はオリンピア競技のより優れた審判員になるだろうと述べたように、言論において正しく統括し審判を下そうとする者は、自ら月桂冠を欲しがったり、判定される者たちと競い合ったりするのはふさわしくない。実際、ギリシアの将軍たちは抜群の武功の投票を行う際、全員が自分自身を最善と判定した。そして哲学者たちの中で、自分自身の独自の説を何も語らないとソクラテスのように公言している者たちを除いては、この状態に陥っていない者は一人もいない。しかし、この者たちだけが、自分自身を真理の純粋で買収されない裁判官として差し出すのである。なぜなら、耳の中の空気が静止しておらず、独自の音から解放されておらず、騒音と唸り声に満ちているなら、語られる音声を正確に知覚しないのと同様に、哲学において言論を判定するものが、内側から激しく鳴り響いて反響しているならば、外部から語られる言葉を理解しにくくなるからである。というのも、自らに属し同居している見解は、自らと調和しないものを受け入れないからである。そのことは学派の多さが証明している。哲学が最善の成果を収めている場合でも、正鵠を射ているのは一つだけであり、他のすべての学派は自惚れ、真理と戦っているのである。

§1.3

ἔτι τοίνυν, εἰ μὲν οὐδέν ἐστι καταληπτὸν ἀνθρώπῳ καὶ γνωστόν, εἰκότως ὁ θεὸς ἀπεκώλυσεν αὐτὸν ὑπηνέμια καὶ ψευδῆ καὶ ἀβέβαια γεννᾶν. ἐλέγχειν δὲ τοὺς ἄλλους ἠνάγκαζε τοιαῦτα δοξάζοντας. οὐ γὰρ μικρὸν ἦν ὄφελος ἀλλὰ μέγιστον ὁ τοῦ μεγίστου τῶν κακῶν, ἀπάτης καὶ κενοφροσύνης, ἀπαλλάττων λόγος "οὐδʼ Ἀσκληπιάδαις τοῦτὸ γʼ ἔδωκε θεός." οὐ γὰρ σώματος ἡ Σωκράτους ἰατρεία, ψυχῆς δʼ ἦν ὑπούλου καὶ διεφθαρμένης καθαρμός. εἰ δʼ ἔστιν ἐπιστήμη τἀληθοῦς ἓν δὲ τἀληθές, οὐκ ἔλαττον ἔχει τοῦ εὑρόντος ὁ μαθὼν παρὰ τοῦ εὑρόντος· λαμβάνει δὲ μᾶλλον ὁ μὴ πεπεισμένος ἔχειν, καὶ λαμβάνει τὸ βέλτιστον ἐξ ἁπάντων, ὥσπερ ὁ μὴ τεκὼν παιδοποιεῖται τὸν ἄριστον.

さらにまた、もし人間にとって把握可能で知りうるものが何一つないのだとすれば、彼が空虚で偽りで不確かなものを生むことを神が禁じられたのは当然である。そして、そのようなことを思い込んでいる他者を論駁するよう強制したのである。というのも、最大の悪である欺瞞と浅薄さから解放する言論は、小さな利益ではなく最大の利益であったからである。 「アスクレピオスの子らにさえ、神はこの力を与えたもうてはいない。」 なぜなら、ソクラテスの医術は肉体のものではなく、膿んで腐敗した魂の浄化だったからである。しかし、もし真理の知識が存在し、真理が一であるなら、発見者から学んだ者は、発見した者より劣るものを持つわけではない。むしろ、自らが持っていると確信していない者の方がより多くを受け取り、〔子を〕生まなかった者が最も優れた子を養子にするように、万物の中から最善のものを手に入れるのである。

§1.4

ὅρα δὲ μὴ τἄλλα μὲν οὐδεμιᾶς ἦν ἄξια σπουδῆς4 ποιήματα καὶ μαθήματα καὶ λόγοι ῥητόρων καὶ δόγματα σοφιστῶν, ἃ Σωκράτην γεννᾶν τὸ δαιμόνιον ἀπεκώλυσεν· ἣν δὲ μόνην ἡγεῖτο Σωκράτης σοφίαν περὶ τὸ θεῖον καὶ νοητόν, ἐρωτικὴν ὑπʼ αὐτοῦ προσαγορευομένην, ταύτης οὐ γένεσις ἔστιν ἀνθρώποις οὐδʼ εὕρεσις ἀλλʼ ἀνάμνησις. ὅθεν οὐδὲν ἐδίδασκε Σωκράτης, ἀλλʼ ἐνδιδοὺς ἀρχὰς ἀποριῶν ὥσπερ ὠδίνων τοῖς νέοις ἐπήγειρε καὶ ἀνεκίνει καὶ συνεξῆγε τὰς ἐμφύτους νοήσεις· καὶ τοῦτο μαιωτικὴν τέχνην ὠνόμαζεν, οὐκ ἐντιθεῖσαν ἔξωθεν, ὥσπερ ἕτεροι προσεποιοῦντο, νοῦν τοῖς ἐντυγχάνουσιν, ἀλλʼ ἔχοντας οἰκεῖον ἐν ἑαυτοῖς ἀτελῆ δὲ καὶ συγκεχυμένον καὶ δεόμενον τοῦ τρέφοντος καὶ βεβαιοῦντος ἐπιδεικνύουσαν.

あるいは、詩作や諸学問、弁論家の言論やソフィストの教義といった他の事柄は、いささかの真剣さにも値しないものであり、神霊はソクラテスがそれらを生み出すことを禁じたのではないか、と考えてみるべきである。一方、ソクラテスが神的かつ可知的なものに関する唯一の知恵と考え、自ら「愛の知恵」と呼んだもの、これには人間にとって生成も発見もなく、想起があるのみである。それゆえソクラテスは何一つ教えず、若者たちに陣痛のような探求の行き詰まりの端緒を与えて、内在する思考を目覚めさせ、揺り動かし、引き出したのである。そしてこれを彼は産婆術と名づけたのであり、他の人々が見せかけていたように、対話する者たちの外から知性を注入するのではなく、彼らが自らの内に固有の知性を持ちながらも、それが不完全で混乱し、養い強固にしてくれるものを必要としているのだということを示したのである。

構文注4 件
  1. 999eπότερον οὖν τὴν ἑαυτοῦ φύσιν ὡς κριτικωτέραν ἢ γονιμωτέραν οὖσαν θεὸν προσεῖπε... ἢ θεῖόν τι καὶ δαιμόνιον ὡς ἀληθῶς αἴτιον ὑφηγήσατο

    二者択一の重文構造(πότερον ... ἤ)。前半では τὴν ἑαυτοῦ φύσιν が προσεῖπε の直接目的語、θεόν が述語対格であり、ὡς κριτικωτέραν ἢ γονιμωτέραν οὖσαν は理由・観点を示す分詞句。後半では θεῖόν τι καὶ δαιμόνιον ... αἴτιον が ὑφηγήσατο の主語、Σωκράτει が与格補語、τοῦτο ... τὸ γένος が直接目的語である。

  2. 999eοὐ δίκαιός ἐστιν αὐτὸς φιλοστεφανεῖν οὐδʼ ἀνταγωνίζεσθαι

    人称構文(δίκαιός ἐστιν + 不定詞)。非人称の δίκαιόν ἐστιν(〜することが正当である・相応しい)と同様の意味を主語(ὁ μέλλων ...)に一致させた形容詞で表す慣用構文。「彼自身が花冠を欲したり張り合ったりするのは正当ではない(ふさわしくない)」の意。

  3. 999eὧν, ἂν ἄριστα πράττῃ φιλοσοφία, μίαν ἔχει κατορθοῦσαν, οἰομένας δὲ τὰς ἄλλας ἁπάσας καὶ μαχομένας πρὸς τὴν ἀλήθειαν

    全体関係代名詞 ὧν(先行詞は τῶν αἱρέσεων τὸ πλῆθος)の支配下で、ἔχει(主語は φιλοσοφία)の目的語として μίαν [αἵρεσιν] と τὰς ἄλλας ἁπάσας [αἱρέσεις] が対比されている。それぞれに現在分詞 κατορθοῦσαν と οἰομένας ... καὶ μαχομένας が述語的に掛かる補文構文(ἔχω + 対格 + 分詞)。

  4. 999eὅρα δὲ μὴ τἄλλα μὲν οὐδεμιᾶς ἦν ἄξια σπουδῆς

    ὅρα μή + 直説法過去(ἦν)。「〜ではないかと警戒せよ」または「〜ではないかと思索を促す」構文。ここでは事実についての疑念・考慮を提起しており、「他の事柄は……真剣な考慮に値しないものだったのではないか、と考えてみよ」という考察の導入を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:1.1-1.4