← プルタルコス

陸棲動物と水生動物ではどちらがより賢いか

§29-30

マグロやイルカの知恵と海洋生物の共生関係

パイディモスはマグロの天文・光学・算術に及ぶ知恵やイルカの特異な睡眠習性を論じ、さらにカイメンや二枚貝と共生する小動物たちの協力関係を詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§29

ΦΑΙΔΙΜΟΣ. ὁ δὲ θύννος οὕτως ἰσημερίας αἰσθάνεται καὶ τροπῆς, ὥστε καὶ τὸν ἄνθρωπον διδάσκειν, μηδὲν ἀστρολογικῶν κανόνων δεόμενον· ὅπου γὰρ ἂν αὐτὸν χειμῶνος αἱ τροπαὶ καταλάβωσιν, ἀτρεμεῖ καὶ διατρίβει περὶ τὸν αὐτὸν τόπον ἄχρι τῆς ἰσημερίας. ἀλλὰ τῆς γεράνου σοφὸν ἡ τοῦ λίθου περίδραξις, ὅπως προϊεμένη πυκνὸν ἐξυπνίζηται. καὶ πόσῳ σοφώτερον, ὦ φίλε, τὸ τοῦ δελφῖνος, ᾧ "στῆναι μὲν οὐ θέμις οὐδὲ παύσασθαι φορᾶς" ἀεικίνητος γάρ ἐστιν ἡ φύσις αὐτοῦ καὶ ταὐτὸν ἔχουσα τοῦ ζῆν καὶ τοῦ κινεῖσθαι πέρας·1 ὅταν δʼ ὕπνου δέηται, μετεωρίσας ἄνω τὸ σῶμα πρὸς τὴν ἐπιφάνειαν τῆς θαλάττης, ὕπτιον ἀφῆκε2 διὰ βάθους, αἰώρας τινὶ σάλῳ κοιμιζόμενος, ἄχρι προσπεσεῖν καὶ ψαῦσαι τῆς γῆς· οὕτω δʼ ἐξυπνισθεὶς ἀναρροιζεῖ καὶ πάλιν ἄνω γενόμενος ἐνδίδωσι, καὶ φέρεται κινήσει τινὰ μεμιγμένην ἀνάπαυσιν αὑτῷ μηχανώμενος. τὸ δʼ αὐτὸ δρᾶν καὶ θύννους ἀπὸ τῆς αὐτῆς αἰτίας λέγουσιν. ἐπεὶ δʼ ἄρτι τὴν μαθηματικὴν αὐτῶν τῆς τοῦ ἡλίου μεταβολῆς ἐτέλεσα πρόγνωσιν, ἧς μάρτυς Ἀριστοτέλης ἐστίν, ἄκουσον ἤδη τὴν ἀριθμητικὴν ἐπιστήμην αὐτῶν· πρότερον δέ, ναὶ μὰ Δία, τὴν ὀπτικήν, ἣν ἔοικε μηδʼ Αἰσχύλος ἀγνοῆσαι· λέγει γάρ που "τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην." τῷ γὰρ ἑτέρῳ δοκοῦσιν ἀμβλυώττειν ὅθεν ἐμβάλλουσιν εἰς τὸν Πόντον ἐν δεξιᾷ τῆς γῆς ἐχόμενοι, καὶ τοὐναντίον, ὅταν ἐξίωσιν· ἐμφρόνως πάνυ καὶ νουνεχῶς ἀεὶ τὴν τοῦ σώματος φυλακὴν ἐπὶ τῷ κρείττονι ποιούμενοι τῶν ὀφθαλμῶν. ἀριθμητικῆς δὲ διὰ τὴν κοινωνικήν, ὡς ἔοικε, καὶ φιλάλληλον ἀγάπησιν ἑαυτῶν δεηθέντες οὕτως ἐπʼ ἄκρον ἥκουσι τοῦ μαθήματος, ὥστε, ἐπεὶ πάνυ χαίρουσι τῷ συντρέφεσθαι καὶ συναγελάζεσθαι μετʼ ἀλλήλων, ἀεὶ τὸ πλῆθος τῷ σχήματι κυβίζουσι καὶ στερεὸν ἐκ πάντων ποιοῦσιν, ἓξ ἴσοις ἐπιπέδοις περιεχόμενον εἶτα νήχονται τὴν τάξιν οὕτω τὸ πλαίσιον ἀμφίστομον3 διαφυλάττοντες ὁ γοῦν θυννοσκόπος, ἂν ἀκριβῶς λάβῃ τὸν ἀριθμὸν τῆς ἐπιφανείας, εὐθὺς ἀποφαίνεται πόσον καὶ ἅπαν τὸ πλῆθός ἐστιν, εἰδὼς ὅτι καὶ τὸ βάθος αὐτῶν ἐν ἴσῳ τεταγμένον στοιχείῳ πρός τε τὸ πλάτος ἐστὶ καὶ τὸ μῆκος.

パイディモス:マグロは春分・秋分や至点をよく感知し、天文学の数表を何ら必要とせずに人間をも教導するほどである。というのも、どこで冬至に追いつかれようともじっと動かず、春分に至るまで同じ場所に留まり続けるからである。ところでツルの知恵として、石を握りしめ、それを落とすことでたびたび目を覚ますということがある。だが友よ、イルカの知恵はどれほどそれ以上であることか。イルカにとっては、「立ち止まることも、運動を休めることも許されぬ」のであり、その本性は絶えず動き続け、生きることと動くことの限界を同一のものとしているからである。そして睡眠が必要になると、体を海の表面へと高く浮かべ、深いところを通って仰向けに沈み込ませ、揺らめく波の揺れに揺られて眠りにつき、海底の土にぶつかり触れるに至るまでそうする。このようにして目を覚ますと、勢いよく吹き上がり、再び海面に達すると身を任せ、運動に休息を混じり合わせたものを自らのために工夫しつつ運ばれていくのである。マグロも同じ理由から同様のことを行うと言われている。さて、私が今しがた、アリストテレスも証人となっている太陽の運行の変化に関する彼らの天文学的予知について語り終えたのだから、今度は彼らの算術的知識を聞くがよい。だがゼウスにかけて、その前にまず、アイスキュロスでさえ知らぬはずはなかったと思われる視覚の知識について話そう。彼はどこかで次のように述べている。 「マグロのごとく左目を側らに向け」実際、マグロは一方の目の視力が鈍いと考えられており、それゆえポントス海へ入るときには陸地を右手に保ち、出ていくときにはその逆にする。極めて分別深く賢明に、常に体の保護をより優れた目の方に委ねているのである。そして彼らは、どうやら互いの共同的で親愛に満ちた愛ゆえに算術を必要としたため、この学問の極みに達している。彼らは互いに共に養われ群れをなすことを大いに好むため、常にその群れの数を幾何学的な立方体とし、すべての個体から六つの等しい平面に囲まれた立体を形成する。そしてその隊列を、前後両方に口を開けた方陣の形を保ちながら泳ぐのである。したがってマグロ見張りの者は、表面の数を正確に把握しさえすれば、彼らの深さも幅や長さと等しい要素に配列されていると知っているため、直ちに全体の総数がどれほどであるかを言明するのである。

§30

ΦΑΙΔΙΜΟΣ. ἀμίαις δὲ καὶ τοὔνομα παρέσχηκεν ὁ συναγελασμός, οἶμαι δὲ καὶ ταῖς πηλαμύσι. τῶν δʼ ἄλλων γενῶν ὅσα φαίνεται καὶ ζῇ κοινωνικῶς μετʼ ἀλλήλων ἀγεληδὸν οὐκ ἄν τις εἴποι τὸν ἀριθμὸν, ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατʼ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον. ὧν ἐστι καὶ ὁ τὸ πλεῖστον ἐξαναλώσας Χρυσίππου μέλαν πιννοτήρας, παντὶ καὶ φυσικῷ βιβλίῳ καὶ ἠθικῷ προεδρίαν ἔχων· τὸν γὰρ σπογγοτήραν οὐχ ἱστόρηκεν, οὐ γὰρ ἂν παρέλιπεν. ὁ μὲν οὖν πιννοτήρας ζῷόν ἐστι. καρκινῶδες, ὥς φασι, καὶ τῇ πίννῃ σύνεστι καὶ πυλωρεῖ τὴν κόγχην προκαθήμενος, ἐῶν ἀνεῳγμένην καὶ διακεχηνυῖαν, ἄχρι οὗ προσπέσῃ τι τῶν ἁλωσίμων αὐτοῖς ἰχθυδίων· τότε δὲ τὴν σάρκα τῆς πίννης δακὼν παρεισῆλθεν, ἡ δὲ συνέκλεισε τὴν κόγχην, καὶ κοινῶς τὴν ἄγραν ἐντὸς ἕρκους γενομένην κατεσθίουσι. τὸν δὲ σπόγγον ἡνιοχεῖ θηρίδιον οὐ καρκινῶδες ἀλλʼ ἀράχνῃ παραπλήσιον· οὐ γὰρ ἄψυχον οὐδʼ ἀναίσθητον οὐδʼ ἄναιμον ὁ σπόγγος ἐστὶν ἀλλὰ ταῖς μὲν πέτραις, ὡς ἄλλα πολλά, προσπέφυκεν, ἔχει δὲ κίνησιν ἰδίαν ἐξ ἑαυτοῦ καὶ εἰς ἑαυτόν, οἷον ὑπομνήσεως καὶ παιδαγωγίας δεομένην· μανὸς γὰρ ὢν ἄλλως καὶ τοῖς ἀραιώμασιν ἀνειμένος ὑπʼ ἀργίας καὶ ἀμβλύτητος, ὅταν ἐμβῇ τι τῶν ἐδωδίμων, ἐκείνου σημήναντος, ἔμυσε καὶ κατηνάλωσεν· ἔτι δὲ μᾶλλον, ἀνθρώπου προσιόντος ἢ θιγόντος, διδασκόμενος καὶ χαρασσόμενος οἷον ἔφριξε καὶ συνέκλεισε τὸ σῶμα πήξας καὶ πυκνώσας, ὥστε ῥᾳδίαν ἀλλὰ δύσεργον4 εἶναι τὴν ὑποτομὴν αὐτοῦ τοῖς θηρεύουσιν. αἱ δὲ πορφύραι συναγελαζόμεναι τὸ μὲν κηρίον, ὥσπερ αἱ μέλιτται, κοινῇ ποιοῦσιν, ἐν ᾧ λέγονται γονεύειν· τὰ δʼ ἐδώδιμα τῶν βρύων καὶ τῶν φυκίων ἀναλαμβάνουσαι προσισχόμενα τοῖς ὀστράκοις οἷον ἐν περιόδῳ κυκλουμένην ἑστίασιν ἀλλήλαις παρέχουσιν, ἑτέραν ἑτέρας ἔξωθεν ἐπινεμομένης.

パイディモス:またアミア(サバ科の魚)にはその群集ぶりが名前の由来を与え、私はペラミス(若マグロ)にも同様であると考える。その他、群れをなして互いに社会的に姿を現し生きている種については、誰もその数を数え上げることはできないであろうから、むしろ彼らの個別の共同や共生へと目を向けるべきである。その中には、クリュシッポスのインクの大部分を消費させ、彼の自然学および倫理学のあらゆる著作で筆頭の地位を占めているカクレエビ(ピンノテレース)もいる。というのも彼はカイメンガニ(スポンゴテレース)については記録していないのであり、もし知っていれば省かなかったはずだからである。さてカクレエビは言われるところではカニに似た動物であり、ピンナ(ハゴロモガイ)と同居し、貝殻の前に座して門番を務め、彼らにとって捕獲可能な小魚のいずれかが飛び込んでくるまで、殻を開けて広げたままにしておく。そしてその時、ピンナの肉を噛んで中に入り込むと、ピンナは殻を閉じ、囲いの中に捕らえられた獲物を共同で貪り食うのである。一方、カイメンを操縦するのはカニに似たものではなく、クモに似た小動物である。というのもカイメンは生命のないものでも、感覚のないものでも、血のないものでもなく、他の多くのものと同様に岩に付着しているが、あたかも注意喚起と訓育を必要とするかのような、自ら発して自らに向かう固有の運動を持っているからである。カイメンは本来疎らで、怠惰と鈍さゆえにその間隙を緩めているが、可食のものが入ってくると、あの小動物が合図することで、口を閉じてそれを消費する。さらには、人間が近づいたり触れたりすると、教えられ刺激されて、あたかも身震いするかのように体を強固にして密集させて閉じ、捕獲する者たちにとってその根元を切り取ることが容易ではなく難渋なものとなるようにするのである。またアカニシ(貝)たちは群れをなし、蜂のように共同で「巣房」を作り、その中で産卵すると言われている。そして彼女らは殻に付着した苔や海藻の可食部分を拾い上げ、一方が他方の外側を食むことで、あたかも巡回する円環のような饗宴を互いに提供し合っているのである。

構文注4 件
  1. 979dταὐτὸν ἔχουσα τοῦ ζῆν καὶ τοῦ κινεῖσθαι πέρας

    定冠詞付き不定詞属格 τοῦ ζῆν と τοῦ κινεῖσθαι は、名詞 πέρας(限界・境界)にかかる同格的・解釈的属格(epexegetical / appositional genitive)。「生きることの限界と動くことの限界を同一のものとしている」という構造を示す。

  2. 979eἀφῆκε

    直説法アオリスト。ここでは過去の一回的事実ではなく、動物の習性・反復的行動を表す「グノーメー的アオリスト(gnomic aorist)」として機能しており、現在時制と同等に習慣的動作として解釈される。後続する παρεισῆλθεν, συνέκλεισε, ἔμυσε, ἔφριξε 等のアオリストも同様の構文的機能を持つ。

  3. 980aτὸ πλαίσιον ἀμφίστομον

    διαφυλάττοντες の目的語である τὴν τάξιν に添えられた同格句、または内面対格・結果を表す叙述的対格。「前後両方に面を持つ(開いた)長方形の隊列を保ちつつ」の意で、立体的な方陣隊列の性質を補足説明している。

  4. 980cῥᾳδίαν ἀλλὰ δύσεργον

    写本伝承において否定詞 οὐ の欠落が想定される箇所(『容易ではなく困難な』)。原文の表記 ῥᾳδίαν ἀλλὰ δύσεργον をそのまま読む場合は「(切り離すこと自体は一見)容易でありながら、実際には困難な」という譲歩的対比として解釈される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:29-30