← プルタルコス

陸棲動物と水生動物ではどちらがより賢いか

§11-12

蟻の共同生活と象の高度な知性の実例

アリストティモスは蟻の共同社会性、死者を弔う行為、食糧の管理と発芽防止の知恵を挙げ、さらに象が見せる自主的な学習、不正への告発と報復、渡河における安全確認などの知性を論じて、陸生動物の理知を例証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

ΑΡΙΣΤΟΤΙΜΟΣ. τὰς δὲ μυρμήκων οἰκονομίας καὶ παρασκευὰς ἐκφράσαι μὲν ἀκριβῶς ἀμήχανον, ὑπερβῆναι δὲ παντελῶς ὀλίγωρον· οὐδὲν γὰρ οὕτω μικρὸν ἡ φύσις ἔχει μειζόνων καὶ καλλιόνων κάτοπτρον, ἀλλʼ ὥσπερ ἐν σταγόνι καθαρᾷ πάσης ἔνεστιν ἀρετῆς ἔμφασις, ἔνθʼ ἔνι μὲν φιλότης τὸ κοινωνικόν, ἔνι δʼ ἀνδρείας εἰκὼν τὸ φιλόπονον· ἔνεστι δὲ πολλὰ μὲν ἐγκρατείας σπέρματα πολλὰ δὲ φρονήσεως καὶ δικαιοσύνης. ὁ μὲν οὖν Κλεάνθης ἔλεγε, καίπερ οὐ φάσκων μετέχειν λόγου τὰ ζῷα, τοιαύτῃ θεωρίᾳ παρατυχεῖν μύρμηκας ἐλθεῖν ἐπὶ μυρμηκιὰν ἑτέραν μύρμηκα νεκρὸν φέροντας ἀνιόντας οὖν ἐκ τῆς μυρμηκιᾶς ἐνίους οἷον ἐντυγχάνειν αὐτοῖς καὶ πάλιν κατέρχεσθαι καὶ τοῦτο δὶς ἢ τρὶς γενέσθαι τέλος δὲ τοὺς μὲν κάτωθεν ἀνενεγκεῖν ὥσπερ λύτρα τοῦ νεκροῦ σκώληκα, τοὺς δʼ ἐκεῖνον ἀραμένους ἀποδόντας δὲ τὸν νεκρὸν οἴχεσθαι. τῶν δὲ πᾶσιν ἐμφανῶν ἥ τε περὶ τὰς ἀπαντήσεις ἐστὶν εὐγνωμοσύνη, τῶν μηδὲν φερόντων τοῖς φέρουσιν ἐξισταμένων ὁδοῦ καὶ παρελθεῖν διδόντων· αἵ τε τῶν δυσφόρων καὶ δυσπαρακομίστων διαβρώσεις καὶ διαιρέσεις, ὅπως εὐβάστακτα πλείοσι γένηται. τὰς δὲ τῶν κυημάτων διαθέσεις καὶ διαψύξεις ἐκτὸς ὑετοῦ ποιεῖται σημεῖον ὁ Ἄρατος "ἢ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα θᾶσσον ἀνηνέγκαντο" καί τινες οὐκ ᾠά γράφουσιν, ἀλλʼ ἑά ὡς τοὺς ἀποκειμένους καρποὺς, ὅταν εὐρῶτα συνάγοντας αἴσθωνται καὶ φοβηθῶσι φθορὰν καὶ σῆψιν, ἀναφερόντων.1 ὑπερβάλλει δὲ πᾶσαν ἐπίνοιαν συνέσεως ἡ τοῦ πυροῦ τῆς βλαστήσεως προκατάληψις· οὐ γὰρ δὴ παραμένει ξηρὸς οὐδʼ ἄσηπτος ἀλλὰ διαχεῖται καὶ γαλακτοῦται μεταβάλλων εἰς τὸ φύειν· ἵνʼ οὖν μὴ γενόμενος σπέρμα τὴν σιτίου χρείαν διαφθείρῃ παραμένῃ δʼ αὐτοῖς ἐδώδιμος, ἐξεσθίουσι τὴν ἀρχήν, ἀφʼ ἧς τὸν βλαστὸν ὁ πυρὸς ἀφίησιν. τοὺς δὲ τὰς μυρμηκιὰς αὐτῶν ἐπὶ τῷ καταμαθεῖν ὥσπερ ἐξ ἀνατομῆς πληροῦντας οὐκ ἀποδέχομαι λέγουσι δʼ οὖν οὐκ εὐθεῖαν εἶναι τὴν ἀπὸ τῆς ὀπῆς κάθοδον οὐδʼ εὔπορον ἄλλῳ θηρίῳ διεξελθεῖν, ἀλλὰ καμπαῖς καὶ στρεβλότησι κεκλασμένας ὑποπορεύσεις καὶ ἀνατρήσεις ἐχούσαις εἰς τρεῖς κοιλότητας ἀποτελευτῶσαν, ὧν τὴν μὲν ἐνδιαίτημα κοινὸν αὐτοῖς εἶναι, τὴν δὲ τῶν ἐδωδίμων ταμιεῖον, εἰς δὲ τὴν τρίτην ἀποτίθεσθαι τοὺς θνήσκοντας.

アリストティモス: 蟻の管理と準備の業を克明に語り尽くすことは不可能であるが、完全に無視して通り過ぎるのも怠慢というものであろう。というのも、自然はより大いなるもの、より美しきものを映し出すこれほど小さな鏡を〔他に〕持たないからである。むしろ澄みきった一滴の水の中に、あらゆる徳の現れが存しているように、「そこには愛があり」共同性があり、また労働を愛する心には勇気の像がある。さらに自制の多くの種子、思慮や正義の多くの種子が存しているのである。さてクレーアンテースは、動物が理性にあずかるとは言わぬ者でありながら、次のような光景に居合わせたと語っていた。蟻たちが死んだ蟻を運んで別の蟻塚のところへやって来たというのである。すると蟻塚から数匹の蟻が上って来て彼らと応対するかのように交わり、再び降りて行き、これが二度三度繰り返された。そして最後には、下から来た蟻たちが死者の身代金のように蛆虫を運び上げ、相手の蟻たちはそれを受け取って死骸を引き渡すと去って行ったという。誰もが目にする事柄の中でも、出会った際に見せる分別、すなわち何も運んでいない者が荷を運んでいる者に道を譲って通り抜けさせることや、運搬困難で運ぶのが厄介なものを、より多くの者で容易に担げるように齧り分けて分割することなどは顕著である。また蛹(あるいは卵)を外へ並べて干すことを、アラートスは雨の兆候としている。 「あるいは窪んだ穴から蟻たちがすべての卵を 速やかに運び出すとき」そして一部の者たちは「卵」(オーア)と書くのではなく、「自らの蓄え」(ヘア)と書くのである。これは、蓄えておいた穀物が黴を生じるのを察知し、腐敗と損耗を恐れた蟻たちが運び出すのだと解釈するためである。さらに理知のあらゆる思索を超えるのが、小麦の発芽をあらかじめ防ぐ手立てである。小麦は決して乾燥したままで腐敗しない状態に留まることはなく、発芽に向かって変化しつつ液化し乳状になる。そこで、種子となって食用としての効用を損なうことがなく、自分たちにとって可食のまま留まるように、蟻たちは小麦が芽を出す付け根の部分を食い削るのである。解剖するかのように構造を確かめるべく蟻塚に流し込みを行なう者たちのことは私は受け入れないが、ともかく彼らの言によれば、穴からの下り道は直線でもなく他の野獣が容易に入り込めるものでもなく、曲がりくねって折れ曲がった抜け道と穿たれた連絡路を持ち、三つの空洞へと行き着くという。その一つは蟻たちの共同の住処であり、もう一つは食糧の貯蔵庫、そして第三の空洞には死んだ者たちが横たえられるという。

§12

ΑΡΙΣΤΟΤΙΜΟΣ. οἶμαι δὲ μὴ ἄκαιρος ὑμῖν φανεῖσθαι τοῖς μύρμηξιν ἐπεισάγων τοὺς ἐλέφαντας, ἵνα τοῦ νοῦ τὴν φύσιν ἔν τε τοῖς μικροτάτοις ἅμα καὶ μεγίστοις σώμασι κατανοήσωμεν, μήτε τούτοις ἐναφανιζομένην μήτʼ ἐκείνοις ἐνδέουσαν. οἱ μὲν οὖν ἄλλοι θαυμάζουσι τοῦ ἐλέφαντος ὅσα μανθάνων καὶ διδασκόμενος ἐν θεάτροις ἐπιδείκνυται σχημάτων εἴδη καὶ μεταβολάς, ὧν οὐδʼ ἀνθρωπίναις μελέταις τὸ ποικίλον καὶ περιττὸν ἐν μνήμῃ καὶ καθέξει γενέσθαι πάνυ ῥᾴδιόν ἐστιν· ἐγὼ δὲ μᾶλλον ἐν τοῖς ἀφʼ αὑτοῦ καὶ ἀδιδάκτοις τοῦ θηρίου πάθεσι καὶ κινήμασιν, ὥσπερ ἀκράτοις καὶ ἀπαραχύτοις, ἐμφαινομένην ὁρῶ τὴν σύνεσιν. ἐν Ῥώμῃ μὲν γὰρ οὐ πάλαι πολλῶν προδιδασκομένων στάσεις τινὰς ἵστασθαι παραβόλους καὶ κινήσεις δυσεξελίκτους ἀνακυκλεῖν, εἷς ὁ δυσμαθέστατος ἀκούων κακῶς ἑκάστοτε καὶ κολαζόμενος πολλάκις ὤφθη νυκτὸς αὐτὸς ἀφʼ ἑαυτοῦ πρὸς τὴν σελήνην ἀναταττόμενος τὰ μαθήματα καὶ μελετῶν. ἐν δὲ Συρίᾳ πρότερον Ἅγνων ἱστορεῖ, τρεφομένου κατʼ οἰκίαν ἐλέφαντος, τὸν ἐπιστάτην λαμβάνοντα κριθῶν μέτρον ὑφαιρεῖν καὶ χρεωκοπεῖν μέρος ἥμισυ καθʼ ἡμέραν· ἐπεὶ δέ, τοῦ δεσπότου παρόντος ποτὲ καὶ θεωμένου, πᾶν τὸ μέτρον κατήρασεν, ἐμβλέψαντα καὶ διαγαγόντα τὴν προβοσκίδα τῶν κριθῶν ἀποδιαστῆσαι καὶ διαχωρίσαι τὸ μέρος, ὡς ἐνῆν λογιώτατα κατειπόντα τοῦ ἐπιστάτου τὴν ἀδικίαν· ἄλλον δέ, ταῖς κριθαῖς λίθους καὶ γῆν εἰς τὸ μέτρον τοῦ ἐπιστάτου καταμιγνύοντος, ἑψομένων κρεῶν, δραξάμενον τῆς τέφρας ἐμβαλεῖν εἰς τὴν χύτραν. ὁ δʼ ὑπὸ τῶν παιδαρίων προπηλακισθεὶς ἐν Ῥώμῃ τοῖς γραφείοις τὴν προβοσκίδα κεντούντων ὃν συνέλαβε μετέωρον ἐξάρας ἐπίδοξος ἦν ἀποτυμπανίσειν2 κραυγῆς δὲ τῶν παρόντων γενομένης, ἀτρέμα πρὸς τὴν γῆν πάλιν ἀπηρείσατο καὶ παρῆλθεν, ἀρκοῦσαν ἡγούμενος δίκην τῷ τηλικούτῳ φοβηθῆναι. περὶ τῶν ἀγρίων καὶ αὐτονόμων ἄλλα τε θαυμάσια καὶ τὰ περὶ τὰς διαβάσεις τῶν ποταμῶν ἱστοροῦσι προδιαβαίνει γὰρ ἐπιδοὺς αὑτὸν ὁ νεώτατος καὶ μικρότατος οἱ δʼ, ἑστῶτες ἀποθεωροῦσιν ὡς, ἂν ἐκεῖνος ὑπεραίρῃ τῷ μεγέθει τὸ ῥεῦμα, πολλὴν τοῖς μείζοσι πρὸς τὸ θαρρεῖν περιουσίαν τῆς ἀσφαλείας οὖσαν.3

アリストティモス: 私は、蟻に続いて象を持ち出すことも、諸君にとって時宜にかなわないこととは思われないと考えている。それは、理性の本性が最も微小な体と最も長大な体の双方において観察され、前者のうちにかすんで消え去ることもなく、後者のうちに不足することもないことを見届けるためである。世の多くの人々は、象が学習し教え込まれて劇場で演じて見せる姿勢の型や身振りの変化に驚嘆するが、それらの複雑さと精緻さは人間の修練をもってしても記憶し保持することが容易でないほどである。しかし私はむしろ、その野獣が自発的かつ教わることなくなす情動や行動のうちに、いわば混じりけなく混濁のない純粋な形で現れる知性を目にするのである。というのも先頃ローマで、多くの象が危険な姿勢を保ったり解きほぐしがたい複雑な動きを回転して見せたりする訓練を前もって受けていた際、もっとも物覚えが悪くそのつど叱責されしばしば罰せられていた一頭の象が、夜間に誰に言われるでもなく一人月明かりのもとで、教えられた課業を復習し練習している姿が目撃されたからである。またこれより以前のシリアにおいて、ある家で飼われていた象についてハグノーンが伝えているところによれば、飼育係が大麦の配給量を受け取りながら、毎日その半量をかすめ取り着服していたという。ところがあるとき主人が居合わせて見ている前で全量を注ぎ入れたところ、象はそれを見つめ、鼻を動かして大麦の山を二つに分け隔ててその分量を区分し、可能な限り雄弁に飼育係の不正を告発したという。また別の象は、飼育係が大麦の計量桝に小石や土を混ぜ込んでいるのに対し、肉が煮られている隙に灰を一掴み取って鍋の中へ投げ入れたという。さらにローマで、書字用の鉄筆で鼻を突き刺してからかった子供たちに対して、ある象は子供の一人を捕らえて宙高く持ち上げ、打ち殺すかのように思われた。しかし居合わせた者たちが悲鳴を上げると、静かに再び地面へと降ろして立ち去り、その年頃の子供には恐れを抱かせるだけで十分な懲罰であるとみなしたのである。野生で自由な象たちについては、他にも驚くべき事柄が伝えられており、とりわけ河川の渡河に関するものがそうである。最も若く最も小さな象が自ら進み出て先に渡り、残りの象たちは立ち止まってその様子を見守るのである。もし〔その象〕がその背丈で水流を上回るならば、より大きな象たちにとっては安全への確信に十分すぎる余裕があることになるからである。

構文注3 件
  1. 967eὡς τοὺς ἀποκειμένους καρποὺς, ὅταν εὐρῶτα συνάγοντας αἴσθωνται καὶ φοβηθῶσι φθορὰν καὶ σῆψιν, ἀναφερόντων

    接続詞 ὡς に導かれた属格絶対構文(ἀναφερόντων が分詞)。先行する「ᾠά(卵)ではなく ἑά(自らの蓄え)と書く人々」の主張内容や解釈の根拠を表す(主観的理由・説明)。分詞 ἀναφερόντων の意味上の主語は文脈上「蟻たち(μύρμηκες)」を指す。

  2. 968eἐπίδοξος ἦν ἀποτυμπανίσειν

    形容詞 ἐπίδοξος(〜しそうである、〜する見込みである)が人称構文を形成し、未来不定詞 ἀποτυμπανίσειν を伴って主語(象)の行動の切迫性・意図を表す慣用表現。「打ち殺すものと予想された/打ち殺す気配を見せた」の意。

  3. 968eὡς, ἂν ἐκεῖνος ὑπεραίρῃ τῷ μεγέθει τὸ ῥεῦμα, πολλὴν τοῖς μείζοσι πρὸς τὸ θαρρεῖν περιουσίαν τῆς ἀσφαλείας οὖσαν

    ὡς に分詞 οὖσαν(対格絶対または ὡς に導かれた間接話法的な独立分詞構文)が結びつき、立って見守る象たちの判断・思考内容を表している。その内部に ἄν+接続法 ὑπεραίρῃ による一般的条件節が埋め込まれており、「もしそれが背丈で水流を上回るならば、より大きな象たちにとっては安全の確信に十分な余力がある(と考えて)」という構造を成す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:11-12