- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ルキウスは月相の明暗の境界や反射の性質を根拠に、月がエーテルや火のような浸透・融合しやすい実体ではなく、光を透過させず跳ね返す大地と同様の緻密で固体的な性質をもつと論じる。
τὸ δʼ ὅλον ἔφη θαυμάζω πῶς τὴν διχότομον ἐφʼ ἡμᾶς κινοῦσιν, ἐμπίπτουσαν μετὰ τῆς ἀμφικύρτου καὶ τῆς μηνοειδοῦς.1 εἰ γὰρ αἰθέριον ὄγκον ἢ πύρινον ὄντα τὸν τῆς σελήνης ἐφώτιζεν ὁ ἥλιος, οὐκ ἂν ἀπέλειπεν αὐτῆς σκιερὸν ἀεὶ καὶ ἀλαμπὲς ἡμισφαίριον πρὸς αἴσθησιν, ἀλλʼ εἰ καὶ κατὰ μικρὸν ἔψαυε περιιών, ὅλην ἀναπίμπλασθαι καὶ διʼ ὅλης τρέπεσθαι τῷ φωτὶ πανταχόσε χωροῦντι διʼ εὐπετείας ἦν προσῆκον. ὅπου γὰρ οἶνος ὕδατος θιγὼν κατὰ πέρας, καὶ σταγὼν αἵματος εἰς ὑγρὸν ἐμπεσόντος, ἀνέχρωσε πᾶν ἅμα φοινιχθέν· αὐτὸν δὲ τὸν ἀέρα λέγουσιν οὐκ ἀπορροαῖς τισὶν οὐδʼ ἀκτῖσι μεμιγμέναις ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν ἀπὸ τοῦ φωτὸς ἐξηλιοῦσθαι· πῶς ἄστρον ἄστρου καὶ φῶς φωτὸς ἁψάμενον οἴονται μὴ κεράννυσθαι, μηδὲ σύγχυσιν ποιεῖν διʼ ὅλου καὶ μεταβολὴν ἀλλʼ ἐκεῖνα φωτίζειν μόνον, ὧν ἅπτεται κατὰ τὴν ἐπιφάνειαν;2 ὃν γὰρ ὁ ἥλιος περιιὼν κύκλον ἄγει καὶ περιστρέφει περὶ τὴν σελήνην,3 νῦν μὲν ἐπιπίπτοντα τῷ διορίζοντι τὸ ὁρατὸν αὐτῆς καὶ τὸ ἀόρατον, νῦν δʼ ἀνιστάμενον πρὸς ὀρθὰς, ὥστε τέμνειν ἐκείνου ὑπʼ ἐκείνου τε τέμνεσθαι, καὶ ἄλλαις κλίσεσι καὶ σχέσεσι τοῦ λαμπροῦ πρὸς τὸ σκιερὸν ἀμφικύρτους καὶ μηνοειδεῖς ἀποδιδόντα μορφὰς ἐν αὐτῇ, παντὸς μᾶλλον ἐπιδείκνυσιν οὐ σύγκρασιν ἀλλʼ ἐπαφήν, οὐδὲ σύλλαμψιν ἀλλὰ περίλαμψιν αὐτῆς ὄντα τὸν φωτισμόν. ἐπεὶ δʼ οὐκ αὐτὴ φωτίζεται μόνον ἀλλὰ καὶ δεῦρο τῆς αὐγῆς ἀναπέμπει τὸ εἴδωλον, ἔτι καὶ μᾶλλον ἰσχυρίσασθαι τῷ λόγῳ περὶ τῆς οὐσίας δίδωσιν. αἱ γὰρ ἀνακλάσεις γίγνονται πρὸς οὐδὲν ἀραιὸν οὐδὲ λεπτομερές, οὐδʼ ἔστι φῶς ἀπὸ φωτὸς ἢ πῦρ ἀπὸ πυρὸς ἀφαλλόμενον νοῆσαι ῥᾴδιον· ἀλλὰ δεῖ τὸ ποιῆσον ἀντιτυπίαν τινὰ καὶ κλάσιν ἐμβριθὲς εἶναι καὶ πυκνόν, ἵνα πρὸς αὐτὸ πληγὴ καὶ ἀπʼ αὐτοῦ φορὰ γένηται. τὸν γοῦν αὐτὸν ἥλιον ὁ μὲν ἀὴρ διίησιν οὐ παρέχων ἀνακοπὰς οὐδʼ ἀντερείδων, ἀπὸ δὲ ξύλων καὶ λίθων καὶ ἱματίων εἰς φῶς τιθεμένων πολλὰς ἀντιλάμψεις καὶ περιλάμψεις ἀποδίδωσιν. οὕτω δὲ καὶ τὴν γῆν ὁρῶμεν ὑπʼ αὐτοῦ φωτιζομένην· οὐ γὰρ εἰς βάθος ὥσπερ ὕδωρ οὐδὲ διʼ ὅλης ὥσπερ ἀὴρ διίησι τὴν αὐγήν· ἀλλʼ οἷος τὴν σελήνην περιστείχει κύκλος αὐτοῦ καὶ ὅσον ὑποτέμνεται μέρος ἐκείνης, τοιοῦτος ἕτερος περίεισι τὴν γῆν καὶ τοσοῦτον φωτίζων ἀεὶ καὶ ἀπολείπων ἕτερον ἀφώτιστον· ἡμισφαιρίου γὰρ ὀλίγῳ δοκεῖ μεῖζον εἶναι τὸ περιλαμπόμενον ἑκατέρας. δότε δή μοι γεωμετρικῶς εἰπεῖν πρὸς ἀναλογίαν, ὡς εἰ, τριῶν ὄντων οἷς τὸ ἀφʼ ἡλίου φῶς πλησιάζει, γῆς σελήνης; ἀέρος, ὁρῶμεν οὐχ ὡς ὁ ἀὴρ μᾶλλον ἢ ὡς ἡ γῆ φωτιζομένην τὴν σελήνην, ἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ ταὐτὰ πάσχειν ὑπὸ ταὐτοῦ πέφυκεν.4
「全体として」と彼は言った。「彼らがなぜ半月を、両凸月や三日月と同じ部類に入るものであるのに、我々への反論として持ち出すのか不思議に思う。もし太陽が照らしている月の実体が、エーテル的あるいは火のような塊であるなら、感覚に照らして常に半分を影にして光のない半球のまま残すことはなく、たとえ運行する太陽がほんのわずかに触れただけでも、光が容易に隅々まで浸透することで月全体が満たされ、全体を通して変容を被るのが当然であったはずだ。実際、ワインは水のごく一部に触れるだけで、また一滴の血が液体の中に落ちるだけで、全体が真紅に染まって一変する。そして人々は空気そのものについても、流出物や混ざり合う光線によってではなく、光からの刺激や接触に伴う転換と変容によって太陽光化されるのだと語っている。それならば、星が星に、光が光に触れたときに、混ざり合わず、全体を通じての融和も変容も生じさせず、ただ表面において触れている部分だけを照らすなどと、どうして考えられるだろうか。太陽が月の周りを運行しながら描き、巡らせる境界円は、ある時は月の可視部と不可視部を画する境界円に重なり、ある時は直角に立ち上がって、その境界円を二等分し、またそれによって自らも二等分され、明暗の多様な傾きと位置関係によって月に両凸形や三日月形の姿を与えているが、この円こそは、月が受ける光が混合ではなく外的な接触であり、共同の発光ではなく表面的な周縁照明にすぎないことを何よりも明白に示している。さらに、月が単に照らされるだけでなく、光の像を地上へと跳ね返すという事実は、月の実体についての我々の主張をいっそう強く支持する根拠を与える。というのも、反射は希薄なものや微細な部分からなるものに対しては生じず、光が光から、あるいは火が火から跳ね返るなどとは容易に考えられないからである。反撥と屈折を引き起こすものは、それに向かっての衝突とそれからの跳ね返りが生じるために、重みがあり緻密でなければならない。現に空気は同じ太陽光を妨げることも押し返すこともなく透過させるが、光の中に置かれた木や石や衣類からは多くの反射光や周囲への照り返しが返される。そして大地もまた、このように太陽によって照らされる様を我々は目にする。大地は水のように深みへ、また空気のように全体を通して光を透過させることはない。月を巡る太陽の円と、それによって切り取られる月の部分と同じように、別のそのような円が地球を巡り、常に同じ広さの部分を照らして、もう片方の部分を照らされないまま残している。というのも、両者の照らされる部分は半球よりわずかに大きいと見なされているからだ。それゆえ、幾何学的に比例によって述べることを許してほしい。もし太陽からの光が近づく大地・月・空気という三つのもののうち、月が空気のようにではなく、むしろ大地のように照らされるのを目にするならば、同じものから同じ作用を被るように生まれついたものは、似た自然本性をもつに違いないのである」
- 18ἐμπίπτουσαν μετὰ τῆς ἀμφικύρτου καὶ τῆς μηνοειδοῦς
ἐμπίπτουσαν は τὴν διχότομον を修飾する付帯状況・理由的分詞。「半月(の相)が両凸月(凸月)や三日月(凹月)と同じ範疇・原理に属する/帰着する」という意味。μετά+属格で「〜とともに/同じ部類に」を表す。
- 18ὅλου καὶ μεταβολὴν ἀλλʼ ἐκεῖνα φωτίζειν μόνον, ὧν ἅπτεται κατὰ τὴν ἐπιφάνειαν;
οἴονται の支配下にある不定詞構文(μὴ κεράννυσθαι, μηδὲ σύγχυσιν ποιεῖν ... ἀλλὰ ... φωτίζειν)。ἐκεῖνα は φωτίζειν の先行詞を兼ねた目的語(中性複数)で、関係節 ὧν ἅπτεται(ἅπτομαι は属格支配)によって修飾されている。
- 931aὃν γὰρ ὁ ἥλιος περιιὼν κύκλον ἄγει καὶ περιστρέφει περὶ τὴν σελήνην
関係詞 ὃν ... κύκλον が主文に先行し、後続の分詞群(ἐπιπίπτοντα, ἀνιστάμενον, ἀποδιδόντα)を従えて主動詞 ἐπιδείκνυσιν の主語となる名詞句(先行詞の繰り込み)を形成している。主文の目的語構文は οὐ σύγκρασιν ... ὄντα τὸν φωτισμόν という分詞補語構文をとる。
- 931cἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ ταὐτὰ πάσχειν ὑπὸ ταὐτοῦ πέφυκεν
非人称構文 ἀνάγκη [ἐστί] に続く不定詞構文。意味上の主語は先行詞を含んだ関係節 ἃ ταὐτὰ πάσχειν ὑπὸ ταὐτοῦ πέφυκεν(「同一のものから同一の作用を被るように生まれついたものども」)であり、不定詞句 φύσιν ἔχειν ὁμοίαν(「類似した自然本性をもつこと」)が述部となる。
