← プルタルコス

エロス談義

§24

夫婦愛の完全な融合と少年の愛との対比

アウトブーロスは夫婦の愛がもたらす完全な融合の永続性を説き、初期の動揺や苦痛を接ぎ木や自然の理に譬えて肯定した上で、不安定な少年の愛と対比しつつ、帝政ローマ期の真実の愛の実例を語り始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§24

ΑΥΤΟΒΟΥΛΟΣ. τὸ δʼ ἐμπαθὲς ἐν ἀρχῇ καὶ δάκνον, ὦ μακάριε Ζεύξιππε, μὴ φοβηθῇς ὡς ἕλκος ἢ ὀδαξησμὸν· καίτοι καὶ μεθʼ ἕλκους ἴσως οὐδὲν ἢ δεινὸν ὥσπερ τὰ δένδρα συμφυῆ γενέσθαι πρὸς γυναῖκα χρηστήν.1 ἕλκωσις δὲ καὶ κυήσεως ἀρχή· μῖξις γὰρ οὐκ ἔστι τῶν μὴ πρὸς ἄλληλα πεπονθότων. ταράττει δὲ καὶ μαθήματα παῖδας ἀρχομένους καὶ φιλοσοφία νέους· ἀλλʼ οὔτε τούτοις ἀεὶ παραμένει τὸ δηκτικὸν οὔτε τοῖς ἐρῶσιν, ἀλλʼ ὥσπερ ὑγρῶν πρὸς ἄλληλα συμπεσόντων ποιεῖν τινα δοκεῖ ζέσιν ἐν ἀρχῇ καὶ τάραξιν ὁ Ἔρως, εἶτα χρόνῳ καταστήσας καὶ καθαιρεθεὶς τὴν βεβαιοτάτην διάθεσιν παρέσχεν. αὕτη γάρ ἐστιν ὡς ἀληθῶς ἡ διʼ ὅλων λεγομένη κρᾶσις,2 ἡ τῶν ἐρώντων· ἡ δὲ τῶν ἄλλως συμβιούντων ταῖς κατʼ Ἐπίκουρον ἁφαῖς καὶ περιπλοκαῖς ἔοικε, συγκρούσεις λαμβάνουσα καὶ ἀποπηδήσεις, ἑνότητα δʼ οὐ ποιοῦσα τοιαύτην, οἵαν Ἔρως ποιεῖ γαμικῆς κοινωνίας ἐπιλαβόμενος. οὔτε γὰρ ἡδοναὶ μείζονες ἀπʼ ἄλλων οὔτε χρεῖαι συνεχέστεραι πρὸς ἄλλους οὔτε φιλίας τὸ καλὸν ἑτέρας ἔνδοξον οὕτω καὶ ζηλωτόν, ὡς "ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή·" καὶ γὰρ ὁ νόμος βοηθεῖ καὶ γεννήσεως κοινῆς καὶ τοὺς θεοὺς Ἔρωτος ἡ φύσις ἀποδείκνυσι δεομένους. οὕτω γάρ ἐρᾶν μὲν ὄμβρου γαῖαν οἱ ποιηταὶ λέγουσι καὶ γῆς οὐρανόν, ἐρᾶν δʼ ἡλίου σελήνην οἱ φυσικοὶ καὶ συγγίγνεσθαι καὶ κυεῖσθαι· καὶ γῆν δʼ ἀνθρώπων μητέρα καὶ ζῴων καὶ φυτῶν ἁπάντων γένεσιν οὐκ ἀναγκαῖον ἀπολέσθαι ποτὲ καὶ σβεσθῆναι παντάπασιν, ὅταν ὁ δεινὸς ἔρως ἢ ἵμερος τοῦ θεοῦ τὴν ὕλην ἀπολίπῃ καὶ παύσηται ποθοῦσα καὶ διώκουσα τὴν ἐκεῖθεν ἀρχὴν καὶ κίνησιν; ἀλλʼ ἵνα μὴ μακρὰν ἀποπλανᾶσθαι δοκῶμεν ἢ κομιδῇ φλυαρεῖν, οἶσθα τοὺς παιδικοὺς ἔρωτας ὡς εἰς ἀβεβαιότητα πολλὰ λέγουσι3 καὶ σκώπτουσι λέγοντες, ὥσπερ ᾠὸν αὐτῶν τριχὶ διαιρεῖσθαι τὴν φιλίαν,4 αὐτοὺς δὲ νομάδων δίκην ἐνεαρίζοντας τοῖς τεθηλόσι καὶ ἀνθηροῖς εἶθʼ ὡς ἐκ γῆς πολεμίας ἀναστρατοπεδεύειν· ἔτι δὲ φορτικώτερον ὁ σοφιστὴς Βίων τὰς τῶν καλῶν τρίχας Ἁρμοδίους ἐκάλει καὶ Ἀριστογείτονας,5 ὡς ἅμα καλῆς τυραννίδος ἀπαλλαττομένους ὑπʼ αὐτῶν τοὺς ἐραστάς. ταῦτα μὲν οὐ δικαίως κατηγορεῖται τῶν γνησίων ἐραστῶν· τὰ δʼ ὑπʼ Εὐριπίδου ῥηθέντʼ ἐστὶ κομψά· ἔφη γὰρ Ἀγάθωνα τὸν καλὸν ἤδη γενειῶντα περιβάλλων καὶ κατασπαζόμενος, ὅτι τῶν καλῶν καὶ τὸ μετόπωρον ἐκδέχεται μόνον οὐδὲν πολιῶσα ἀκμάζων καὶ ῥυτίσιν, ἀλλʼ ἄχρι τάφων καὶ μνημάτων παραμένει· καὶ συζυγίας ὀλίγας ἔστι παιδικῶν, μυρίας δὲ γυναικείων ἐρώτων καταριθμήσασθαι, πάσης πίστεως κοινωνίαν πιστῶς ἅμα καὶ προθύμως συνδιαφερούσας· βούλομαι δʼ ἕν τι τῶν καθʼ ἡμᾶς ἐπὶ Καίσαρος Οὐεσπασιανοῦ γεγονότων διελθεῖν.

アウトブーロス:幸いなるゼウクシッポスよ、初めの情熱的な乱れや疼きを、傷や痒みであるかのように恐れてはなりません。とはいえ、傷を伴うとしても、木々のように善き妻と一体となることはおそらく何ら恐れるに足りないことなのです。創傷はまた懐妊の始まりでもあります。互いに作用を及ぼし合わないものの間には真の交わりなどありえないのですから。学問も初学者たる少年たちを動揺させ、哲学も青年たちを当惑させますが、彼らに刺すような痛みがいつまでも残るわけではないのと同様に、愛する者たちにもそれは残りません。むしろ液体同士が混ざり合う際に初めは沸騰と動揺を生じるように見えるのと同様に、エロースも初めは動揺を引き起こすように見えますが、やがて時を経て落ち着き、鎮まることで、最も安定した心の状態をもたらすのです。これこそがまさに、愛する者たちの間に生じる、いわゆる「完全な融合」なのです。それに対して、ただ何となく同居している者たちの結合は、エピクロスの言う原子の接触や絡み合いに似ており、衝突と反発を繰り返すばかりで、エロースが婚姻の共同関係を捉えたときに生み出すような真の一体感を作り出すことはありません。他者から得られる快楽がこれより大きいこともなく、他者に対する必要性がこれより持続的なこともなく、また別の友情の美しさが、 「夫と妻とが心を一つにして 家を治めるとき」ほどに名誉ある羨望の的となることもありません。実際、法もこれを助け、共通の子孫をもうけることもこれを助け、自然もまた神々がエロースを必要としていることを示しています。事実、詩人たちは大地が雨を愛し、天が大地を愛すると語り、自然哲学者たちは月が太陽を愛し、交わって妊娠すると論じています。また、神に対する恐るべき愛や憧憬が質料を見捨て、質料が神からの原理や運動を熱望し追究することをやめてしまうならば、人間の母でありすべての動物と植物の母胎である大地さえも、いつの日か滅び、完全に消滅せざるをえないのではないでしょうか。しかし、私たちが本筋から遠く迷い出たり、まったくの戯言に走ったりしていると思われないように申しますと、少年たちへの愛について人々がその不安定さを取り沙汰し、彼らの友情は卵のように一本の毛で割れてしまうと嘲笑したり、彼ら自身も遊牧民のように、みずみずしく栄え花開くものの中で春を過ごしては、あたかも敵地から引き揚げるかのように陣を引き払うと言っているのを、あなたもご存じでしょう。さらに露骨な物言いとして、ソフィストのビオーンは美少年たちの髭を「ハルモディオスとアリストゲイトン」と呼びました。愛人たちがそれによって美しい僭主の支配から解放されるからだというのです。もっとも、これらは真の愛人たちに対する正当な非難とは言えません。むしろエウリーピデースの語った言葉こそ巧みなものです。彼はすでに髭の生え始めた美貌のアガトーンを抱きしめて口づけしながら、「美しき者にとっては秋でさえも美しい」と言ったのです。ただ婚姻の愛だけが、白髪や皺にも衰えることなく青春を保ち、墓と記念碑に至るまで持続するのです。少年の愛の結びつきで永続するものはわずかしか数え上げられませんが、女性に対する愛の結合では、あらゆる信義の共有を忠実かつ熱心に全うするものが無数に数えられます。そこで私は、私たちの時代に皇帝ウェスパシアヌスの治下で起きた出来事の一つを語りたいと思います。

構文注5 件
  1. 24μεθʼ ἕλκους ἴσως οὐδὲν ἢ δεινὸν ὥσπερ τὰ δένδρα συμφυῆ γενέσθαι πρὸς γυναῖκα χρηστήν

    植物の接ぎ木(樹皮や枝に切り込み=ἕλκος を入れ、互いに癒着・合体させる技法)を夫婦の結合の比喩としている。直前の「傷(ἕλκος)や痒みのように恐れるな」という言葉を受け、傷を伴うとしても(μεθʼ ἕλκους)合体して一本の木になる(συμφυῆ γενέσθαι)のは決して恐ろしいことではない(οὐδὲν ἢ δεινόν、伝承により οὐδὲν ἦν δεινόν / οὐδὲν ᾖ δεινόν とも校訂される)という構文である。

  2. 24ἡ διʼ ὅλων λεγομένη κρᾶσις

    ストア派の物理学における混合理論の術語「完全な融合(全的混合)」を踏まえた表現。二つの物体がそれぞれの固有性を保ちつつ空間全体に浸透し合う状態を指し、直後のエピクロス派的な機械的接触(ἁφαῖς)や絡み合い(περιπλοκαῖς)の対比として持ち出されている。

  3. 770bοἶσθα τοὺς παιδικοὺς ἔρωτας ὡς εἰς ἀβεβαιότητα πολλὰ λέγουσι

    先取り構文(prolepsis)。従属節(ὡς… λέγουσι)の主語ないし主題である「少年の愛」(τοὺς παιδικοὺς ἔρωτας)が、主動詞 οἶσθα(知っている)の直接目的語として対格で前置されている。

  4. 770bὥσπερ ᾠὸν αὐτῶν τριχὶ διαιρεῖσθαι τὴν φιλίαν

    「卵を一本の髪の毛(毛筋)で割る(ᾠὸν τριχὶ σχίζειν / διαιρεῖν)」という極めて些細なことで仲違いすることを表すギリシアの慣用表現と、少年に生え始める「髭/産毛(θρίξ)」とを掛けた二重の言外の意味(地口)を持つ。

  5. 770cἉρμοδίους ἐκάλει καὶ Ἀριστογείτονας

    アテナイの僭主ヒッパルコスを暗殺して民主政の端緒を開いたとされる「僭主暗殺者」ハルモディオスとアリストゲイトンへの歴史的・固有名詞的言及。少年の髭が伸びることで、愛人がその美少年による「美しい僭主支配(καλῆς τυραννίδος)」から解放されるという風刺的な見立てである。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg113.humanitext-grc2:24