- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.1.1-9.1.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アンモニオスの宴席で教師たちの論争が過熱したため、詩の時宜に適った引用とその効用が論じられ、歴史上の適切な引用例や不適切な引用の逸話が披露されて座の騒乱が機知によって収められる。
Ἀμμώνιος Ἀθήνησι στρατηγῶν ἀπόδειξιν ἔλαβεν ἐν τῷ Διογενείῳ τῶν γράμματα, καὶ γεωμετρίαν καὶ τὰ ῥητορικὰ καὶ μουσικὴν μανθανόντων, καὶ τοὺς εὐδοκιμήσαντας τῶν διδασκάλων ἐπὶ δεῖπνον ἐκάλεσε. παρῆσαν δὲ καὶ τῶν ἄλλων φιλολόγων συχνοὶ καὶ πάντες ἐπιεικῶς οἱ συνήθεις. ὁ μὲν οὖν Ἀχιλλεὺς μόνοις τῶν ἀγωνισαμένων τοῖς μονομαχήσασι δεῖπνον κατήγγειλε, βουλόμενος; ὥς φασιν εἴ τις ἐν τοῖς ὅπλοις ὀργὴ πρὸς ἀλλήλους καὶ χαλεπότης γένοιτο, ταύτην ἀφεῖναι καὶ καταθέσθαι τοὺς ἄνδρας ἑστιάσεως κοινῆς καὶ τραπέζης μετασχόντας τῷ δʼ Ἀμμωνίῳ συνέβαινε τοὐναντίον ἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων·1 ἤδη δὲ καὶ προτάσεις καὶ προκλήσεις ἦσαν ἄκριτοι καὶ ἄτακτοι.
アンモニオスはアテナイでストラテゴスを務めていた際、ディオゲネイオンにおいて読み書き、幾何学、弁論術、音楽を学ぶ生徒たちの検定試験を行い、教師たちのうち評判の良かった者たちを夕食に招いた。そこには他の文人たちも多数、また親しい知人たちもほぼ全員が同席していた。さて、アキレウスは競技者のうち一騎打ちを戦った者たちだけに食事を命じたが、それは人々の言うところによれば、もし武器を手にした際に互いへの憤りや険悪な感情が生じていたなら、それを饗宴と食卓を共にすることによって捨て去り、収めることを男たちに望んだからであった。しかしアンモニオスにとっては正反対のことが起きた。杯を交わすうちに教師たちの張り合いや競争心はいっそう激しさを増し、すでに提示される問いや挑発は無分別で無秩序なものになっていたからである。
διὸ πρῶτον μὲν ἐκέλευσεν ᾆσαι τὸν Ἐράτωνα πρὸς τὴν λύραν· ᾄσαντος δὲ τὰ πρῶτα τῶν Ἔργων "οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος, "ἐπῄνεσεν ὡς τῷ καιρῷ πρεπόντως ἁρμοσάμενον ἔπειτα περὶ στίχων εὐκαιρίας ἐνέβαλε λόγον, ὡς μὴ μόνον χάριν ἀλλὰ καὶ χρείαν ἔστιν ὅτε μεγάλην ἐχούσης. καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς2 ἦν διὰ στόματος πᾶσιν, ἐν τοῖς Πτολεμαίου γάμοις ἀγομένου τὴν ἀδελφὴν καὶ πρᾶγμα δρᾶν ἀλλόκοτον νομιζομένου καὶ ἄθεσμον ἀρξάμενος ἀπὸ τῶν ἐπῶν ἐκείνων "Ζεὺς δʼ Ἥρην ἐκάλεσσε κασιγνήτην ἄλοχόν τε·" καὶ ὁ παρὰ Δημητρίῳ τῷ βασιλεῖ ἀπρόθυμος ὢν ᾄδειν μετὰ τὸ δεῖπνον, ὥς τε προσέπεμψεν αὐτῷ τὸν υἱὸν ἔτι παιδάριον ὄντα, τὸν Φίλιππον, ἐπιβαλὼν εὐθὺς "τὸν παῖδά μοι τόνδʼ ἀξίως Ἡρακλέους ἡμῶν τε θρέψαι·" καὶ Ἀνάξαρχος ὑπʼ Ἀλεξάνδρου μήλοις βαλλόμενος παρὰ δεῖπνον, ἐπαναστὰς καὶ εἰπών "βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί." πάντων δʼ ἄριστος Κορίνθιος παῖς αἰχμάλωτος, ὅθʼ ἡ πόλις ἀπώλετο καὶ Μόμμιος ἐκ τῶν ἐλευθέρων τοὺς ἐπισταμένους γράμματα παῖδας εὐσυσκοπῶν ἐκέλευσε γράψαι στίχον, ἔγραψε "τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο·" καὶ γὰρ παθεῖν τι τὸν Μόμμιόν φασι καὶ δακρῦσαι καὶ πάντας ἀφεῖναι ἐλευθέρους τοὺς τῷ παιδὶ προσήκοντας. ἐμνήσθη τε καὶ τῆς Θεοδώρου τοῦ τραγῳδοῦ γυναικὸς οὐ προσδεξαμένης αὐτὸν ἐν τῷ συγκαθεύδειν, ὑπογύου τοῦ ἀγῶνος ὄντος· ἐπεὶ δὲ νικήσας εἰσῆλθε πρὸς αὐτήν, ἀσπασαμένης καὶ εἰπούσης "Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι."
そのため彼はまずエラトンに竪琴に合わせて歌うよう命じた。彼が『仕事と日』の冒頭を歌い、「まことに争いの種族は一つだけではなかったのだ」と朗誦すると、アンモニオスはその場に見事に合わせたと称賛した。次いで詩行を時宜にかなって引用することについての話題を投げかけ、それが単に雅趣だけでなく、時には大きな効用をも持つことを語った。そして、プトレマイオスの婚礼(彼が自らの姉妹を娶り、奇異で不法なことを行っていると見なされていた際)において、かの詩行から歌い始めた吟遊詩人が、直ちに皆の口に上った。 「ゼウスは実の妹にして妻であるヘーラーを呼んだ。」 また、デメトリオス王のもとで夕食後に歌う気乗りがしなかった者が、王がまだ幼い息子フィリッポスを彼のもとに遣わすと、即座に、 「我がこの子を、ヘラクレスと 我らにふさわしく育て給え」 と歌いかけた例や、アナクサルコスが宴席でアレクサンドロスに林檎を投げつけられた際、立ち上がって、「神々の誰かが人間の手によって撃たれるであろう」と言った例も挙げられた。そして何よりも見事であったのは、コリントスが陥落した際、モムミウスが自由民の児童のうち読み書きのできる少年たちを一人一人調べ、詩行を一行書くように命じたときに、あるコリントスの捕虜の少年が書いた詩行であった。 「三度、いや四度までも幸いなるかな、かの時斃れたダナオス人らは。」 というのも、モムミウスは心を打たれて涙を流し、この少年に連なる者たちをすべて解放したと伝えられるからである。また、悲劇俳優テオドロスの妻のことも想起された。彼女は競演が間近に迫っている間は彼と同衾することを拒んでいたが、彼が勝利して自分のところに入ってくると、彼を迎え入れて、「アガメムノンの子よ、今こそそなたにはあれが許される」と言ったのである。
ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι· οἷον Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα, βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν, "ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι." Κασσίῳ δὲ Λογγίνῳ λόγου προσπεσόντος ἀδεσπότου, τὸν υἱὸν ἐπὶ ξένης τεθνάναι, καὶ τἀληθὲς ἔχοντος εἰπεῖν οὐδενὸς οὐδʼ ἀνελεῖν τὸ ὕποπτον, εἰσελθὼν συγκλητικὸς ἀνὴρ πρὸς αὐτὸν ἤδη πρεσβύτερος οὐ καταφρονήσεις ἔφη Λογγῖνε, λαλιᾶς ἀπίστου καὶ κακοήθους φήμης, ὥσπερ οὐκ εἰδὼς οὐδʼ ἀνεγνωκὼς τὸ "φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται" ὁ δʼ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν ἐν τῷ θεάτρῳ προτείνας3 "ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων" ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτʼ ἄκων ἠστόχησε. ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον.
これに続いて、不適切な引用の例も多く語ることが一部の人々の念頭に浮かんだ。それらを知って用心することも無益ではないからである。例えば、大ポンペイウスが大遠征から帰還した際、娘の教師が発表を行うにあたり、書物が運ばれてくると、少女にこのような冒頭の一行を朗読させたと伝えられる。 「戦から戻ったのか。そこで死んでしまえばよかったものを。」 また、カッシウス・ロンギヌスのもとに、息子が異郷で死んだという出所不明の噂が届き、誰も真相を語ることも疑惑を晴らすこともできなかったとき、彼のところに入ってきた元老院議員のある老人が、お前は侮らないのか、と言った、ロンギヌスよ、あてにならぬおしゃべりや悪意ある噂など。まるで、「噂というものは決して完全には消え去らない」という句を知らぬか、読んだこともないかのように。また、ロドス島で劇場において模範演技を行っていた文法学者が詩行を求めたのに対し、「島から早く消え失せよ、生きとし生けるもののうち最も恥ずべき者よ」と投げかけた人物については、ふざけて侮辱したのか、それとも知らずに失言したのか定かではない。ともあれ、これらの話は騒動を機知によって和らげたのであった。
- 736eἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων
ἀκμήν(「絶頂・激しさ」)は動詞 ἔλαβεν の直接目的語であり、女性単数対格の比較級形容詞 σφοδροτέραν(「より激しい」)と一致して ἀκμὴν ... σφοδροτέραν ἔλαβεν(「より激しい勢いを帯びた」、慣用句 ἀκμὴν λαμβάνειν「頂点に達する・勢いを増す」)を成す超置(ヒュペルバトン)である。主語は ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία である。
- 736eκαὶ ὁ παρὰ Δημητρίῳ τῷ βασιλεῖ ἀπρόθυμος ὢν ᾄδειν μετὰ τὸ δεῖπνον, ὥς τε προσέπεμψεν αὐτῷ τὸν υἱὸν ἔτι παιδάριον ὄντα, τὸν Φίλιππον, ἐπιβαλὼν εὐθὺς
直前の καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς ἦν διὰ στόματος πᾶσιν からの例示の連続に伴う破格構文(アナコルソン)。定冠詞を伴う分詞名詞句(ὁ ... ἀπρόθυμος ὢν ... ἐπιβαλὼν εὐθὺς)が独立して置かれており、主動詞は先行文の ἦν διὰ στόματος(「皆の口に上った」)などの叙述が補われて了解される。ὥς τε は ὡς に接続的・添合的小辞 τε が付いたもので、「〜したときに」を表す時間節を導く。
- 737cὁ δʼ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν ἐν τῷ θεάτρῳ προτείνας
主格のὁ ... προτείνας(「〜を投げかけた者」)が置かれながら、直接の述語動詞を持たず、後続節 ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτʼ ἄκων ἠστόχησε の主題として宙づりになっている懸垂分詞・懸垂主格(nominativus pendens)の構文である。「ロドス島で詩行を投げかけた者については、……したのか定かではない」という骨格で読解する。
